1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

76

ὑποχθονίοις ἐπὶ βόθρων παρακελεύεται καὶ 4.9.4 μέντοι καταθάπτειν τούτοις θύσαντας τὰ σώματα. ὅτι γὰρ κοινὰ τούτων καὶ τὰ τετράποδα, αὐτὸς ἐρωτηθεὶς ἐπήγαγεν· ξυνὰ πέλει χθονίων καὶ ὑποχθονίων τάδε μούνων τετράποδα· χθονίοις ἀρνῶν νεοπηγέα γυῖα. τοῖς δὲ ἀερίοις πτηνὰ θύειν παρακελεύεται ὁλοκαυτοῦντας καὶ τὸ αἷμα ἐπὶ τῶν βωμῶν περιάγοντας· τοῖς δὲ θαλασσίοις πτηνὰ μέν, ζῶντα δὲ ἀφιέναι εἰς τὰ κύματα, μέλανα τὴν χρόαν ὄντα. φησὶ γάρ· τοῖς δὲ θεοῖς τὰ πετεινά, θαλασσαίοις δὲ κελαινά, 4.9.5 πᾶσιν μὲν λέγων τοῖς θεοῖς πλὴν τῶν χθονίων τὰ πετεινά, μόνοις δὲ τοῖς θαλασσίοις τὰ κελαινά, οὐκοῦν τοῖς ἄλλοις λευκά. τοῖς δ' οὐρανίοις τε καὶ αἰθερίοις τὰ ἄκρα τῶν ἱερείων λευκῶν ὄντων ἀφιεροῦν, τὰ δὲ λοιπὰ μέρη ἐσθίειν· ἐκ μόνων γὰρ τούτων βρωτέον σοι, ἐκ δὲ τῶν ἄλλων μή. οὓς δὲ εἴρηκεν ἐν 4.9.6 τῇ διαιρέσει οὐρανίους, τούτους ἐνταῦθα ἀστραίους. ἆρ' οὖν δεήσει ἐξηγήσασθαι τῶν θυσιῶν τὰ σύμβολα τῷ εὐσυνέτῳ δῆλα; τετράποδα μὲν γὰρ τοῖς χθονίοις καὶ χερσαῖα· τῷ γὰρ ὁμοίῳ χαίρει τὸ ὅμοιον. χθόνιον δὲ τὸ πρόβατον καὶ διὰ τοῦτο ∆ήμητρι φίλον, καὶ ἐν οὐρανῷ τὴν ἔκφανσιν ἐκ τῆς γῆς τῶν καρπῶν μεθ' ἡλίου λοχεύει. μέλανα δέ· τοιαύτη γὰρ ἡ γῆ φύσει σκο4.9.7 τεινή. τρία δέ· τοῦ γὰρ σωματικοῦ καὶ γεώδους τὰ τρία σύμβολον. τοῖς μὲν οὖν ἐπιχθονίοις ἄνω ἐπὶ βωμῶν δεῖ θῦσαι, ἐπὶ γὰρ τῆς γῆς ἀναστρέφονται οὗτοι· τοῖς δ' ὑποχθονίοις ἐν βόθρῳ καὶ ἐν ταφῇ, ἔνθα διατρίβουσιν· τὰ πτηνὰ δὲ τοῖς ἄλλοις, ὅτι πάντα θεῖ. καὶ γὰρ τὸ ὕδωρ ἀεικίνητον τῆς θαλάσσης, μέλαν δέ· διὸ καὶ τὰ τοιαῦτα ἱερεῖα πρόσφορα. τοῖς δὲ ἀερίοις λευκά· πεφώτισται γὰρ καὶ ὁ ἀὴρ φύσεως ὢν διαφανοῦς. οὐρανίοις δὲ καὶ αἰθερίοις τὰ ἐπὶ τῶν ζῴων κουφότερα, ἅπερ ἐστὶν ἄκρα. οἷς κοινωνεῖν τῆς θυσίας δεῖ· δοτῆρες γὰρ οὗτοι ἀγαθῶν, οἱ δὲ ἄλλοι τῶν κακῶν κωλυτῆρες.» Τοιαῦτα μὲν τὰ ἀπὸ τῆς ἐκ λογίων φιλοσοφίας τοῦ θαυμαστοῦ θεοσόφου. 4.10.1 ιαʹ. ΟΤΙ ΟΥΚ ΑΝ ΕΙΕΝ ΘΕΟΙ ΟΙ ΤΑΙΣ ∆ΙΑ ΖΩΙΩΝ ΘΥΣΙΑΙΣ ΧΑΙΡΟΝΤΕΣ

Φέρε δὲ τοῦ αὐτοῦ τὰς ἐναντίας τούτοις φωνὰς συγκρίνωμεν, ἃς τέθειται ἐν οἷς ἐπέγραψεν «Περὶ τῆς τῶν ἐμψύχων ἀποχῆς». ἔνθα δὴ ὀρθῷ λογισμῷ κινούμενος πρῶτον ἁπάντων ὁμολογεῖ μὴ δεῖν τὸ καθόλου μηδὲν μήτε θυμιᾶν μήτε θύειν τῷ ἐπὶ πᾶσιν θεῷ, ἀλλὰ μηδὲ ταῖς μετ' αὐτὸν θείαις καὶ 4.10.2 οὐρανίαις δυνάμεσιν. εἶτα δὲ ἐπεξιὼν τὰς τῶν πολλῶν ὑπολήψεις ἀνασκευάζει, μὴ χρῆναι φάσκων θεοὺς ὑπολαμβάνειν τοὺς ταῖς διὰ ζῴων θυσίαις χαίροντας. εἶναι γάρ φησι πάντων ἀδικώτατον τὸ ζῳοθυτεῖν καὶ ἀνόσιον καὶ μυσαρὸν καὶ βλαβερὸν καὶ διὰ τοῦτο μηδὲ θεοῖς προσφιλές. ταῦτα δὲ λέγων δῆλος ἂν εἴη τὸν ἑαυτοῦ θεὸν ἀπελέγχων· προστάττειν γὰρ ἀρτίως ἔφησεν τὸν χρησμὸν μὴ μόνον τοῖς ὑποχθονίοις καὶ ἐπιχθονίοις θεοῖς, ἀλλὰ 4.10.3 καὶ τοῖς ἀερίοις οὐρανίοις τε καὶ αἰθερίοις ζῳοθυτεῖν. καὶ ὁ μὲν Ἀπόλλων τοιαῦτα. ὁ δὲ τὸν Θεόφραστον μαρτυρόμενος θεοῖς μὲν οὔ φησιν ἁρμόζειν τὴν διὰ ζῴων θυσίαν, δαίμοσιν δὲ μόνοις, ὥστε κατὰ τὸν αὐτοῦ καὶ Θεοφράστου λόγον δαίμονα εἶναι, ἀλλ' οὐ θεὸν τὸν Ἀπόλλωνα, οὐ μὴν ἀλλὰ καὶ πάντας τοὺς παρὰ πᾶσι τοῖς ἔθνεσιν νενομισμένους θεούς, οἷς τὰς διὰ ζῴων θυσίας πανδημεὶ πάντες ἄρχοντές τε καὶ ἀρχόμενοι κατά τε πόλεις καὶ χώρας ἐκτελοῦσιν· τούτους γὰρ οὐκ ἄλλο τι τυγχάνειν ἡγεῖσθαι χρὴ κατὰ τοὺς 4.10.4 εἰρημένους ἢ δαίμονας. εἰ δὲ ἀγαθοὺς εἶναί φασιν αὐτούς, καὶ πῶς, εἴπερ ἀνόσιος ἦν καὶ μυσαρὰ καὶ ἐπιβλαβὴς ἡ δι' αἱμάτων θυσία, ἀγαθοὶ ἂν εἶεν οἱ τοῖς τοιοῖσδε χαίροντες; εἰ δὲ καὶ μὴ μόναις ταῖς τοιαύταις δὴ θυσίαις, καθ' ὑπερβολὴν δὲ ὠμότητος καὶ ἀπανθρωπίας φανεῖεν ἀνδροκτασίαις καὶ ἀνθρωποθυσίαις ἡδόμενοι, πῶς οὐκ ἄντικρυς εἶεν ἂν μιαιφόνοι καὶ πάσης ὠμότητος καὶ ἀπανθρωπίας οἰκεῖοι καὶ οὐδὲν ἄλλο ἢ πονηροὶ δαίμονες; 4.10.5 τούτων δὲ ἡμῖν τὴν ἀπόδειξιν εἰληφότων οἶμαι τῆς