1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

72

ὡς ἐπὶ τοῖς κακοῖς ἀνιᾶσθαι. ἄλλως τε καὶ ταῦτα μὲν οὐ πάνυ τι περὶ ἑαυτοὺς ἔσεσθαι πρὶν ἀκοῦσαι κατελπίζομεν· τὰ δ' ἀγαθὰ μᾶλλον ἅπαντες, ὡς εἰπεῖν, προσδοκῶμεν, διὰ τὴν φυσικὴν οἰκείωσιν πρὸς αὐτά· οἱ μὲν γὰρ πολλοὶ καὶ μείζω τῶν δυνα4.3.9 τῶν γενέσθαι κατηλπίκασιν. ἐξ οὗ συμβαίνει τὸ τὴν μὲν τῶν ἀγαθῶν προαγόρευσιν μὴ ἐπιτείνειν πάνυ τι τὴν χαράν, διὰ τὸ καὶ χωρὶς τῆς προαγορεύσεως ἕκαστον ἐξ ἑαυτοῦ τὰ κρείττω προσδοκᾶν, ἢ ἐπ' ὀλίγον ἐπιτείνειν τῇ δοκούσῃ βεβαιότητι, πολλάκις δὲ καὶ μειοῦν τὴν χαράν, ὅταν ἐλάττω τῶν ἐλπισθέντων ἀκουσθῇ· τὴν δὲ τῶν κακῶν προαγόρευσιν καὶ διὰ τὸ ἀπόστρεπτον αὐτῶν φύσει καὶ διὰ τὸ παρ' ἐλπίδας ἐνίοτε προλέγεσθαι μεγάλως συνταράτ 4.3.10 τειν. ἀλλ' ὅμως εἰ καὶ μὴ τοῦτο συνέβαινεν, τό γε ἀχρεῖον ἔσεσθαι τὴν προαγόρευσιν παντί που δῆλον ἂν εἴη. εἰ γὰρ φήσει τις σωθήσεσθαι τὸ χρήσιμον τῆς μαντικῆς διὰ τὸ προλέγεσθαι τὸ πάντως ἐσόμενον δυσχερὲς εἰ μὴ προφυλαξαίμεθα, οὐκέτι πάντα δείξει συμβησόμενα καθ' εἱμαρμένην, ἐφ' ἡμῖν ὄντος 4.3.11 τοῦ φυλάξασθαί τε καὶ μὴ φυλάξασθαι. εἰ γὰρ καὶ τοῦτο κατηναγκάσθαι φήσει τις, ὡς εἰς πάντα τὰ ὄντα διατείνειν τὴν εἱμαρμένην, πάλιν τὸ τῆς μαντικῆς χρήσιμον ἀναιρεῖται· φυλαξόμεθα γὰρ εἰ καθείμαρται, καὶ οὐ φυλαξόμεθα δῆλον ὡς εἰ μὴ καθείμαρται φυλάξασθαι, κἂν πάντες οἱ μάντεις τὸ ἐσόμενον προ4.3.12 αγορεύσωσιν ἡμῖν. τὸν γοῦν Οἰδίποδα καὶ τὸν Ἀλέξανδρον τὸν τοῦ Πριάμου καὶ αὐτὸς ὁ Χρύσιππός φησιν πολλὰ μηχανησαμένων τῶν γονέων ὥστε ἀποκτεῖναι, ἵνα τὸ ἀπ' αὐτῶν προρρηθὲν αὐτοῖς κακὸν φυλάξωνται, μὴ 4.3.13 δυνηθῆναι. οὕτως οὐδὲν ὄφελος οὐδὲ αὐτοῖς τῆς τῶν κακῶν προαγορεύσεώς φησιν εἶναι διὰ τὴν ἐκ τῆς εἱμαρμένης αἰτίαν. τοῦτο μὲν οὖν ἐκ περιουσίας εἰρήσθω πρὸς τὸ μὴ μόνον ἀνυπόστατον, ἀλλὰ καὶ ἀχρεῖον τῆς μαντικῆς.» 4.3.14 Ταῦτα μὲν ὁ φιλόσοφος. σύ γε μὴν παρὰ σαυτῷ σκέψαι, πῶς Ἕλληνες ὄντες καὶ τὴν Ἑλλήνων σύντροφον παιδείαν ἐκ νέας ἡλικίας κτησάμενοι τά τε πάτρια περὶ θεῶν πάντων μᾶλλον διεγνωκότες Ἀριστοτελικοὶ πάντες Κυνικοί τε καὶ Ἐπικούρειοι καὶ ὅσοι τούτοις ἐφρόνησαν τὰ παραπλήσια, 4.3.15 τῶν παρ' αὐτοῖς Ἕλλησι βοωμένων μαντείων κατεγέλασαν. καὶ μὴν εἴπερ ἦν ἀληθῆ τὰ θρυλούμενα περὶ τῆς τῶν χρηστηρίων παραδοξοποιίας, εἰκὸς ἦν καὶ τούσδε καταπλαγῆναι Ἕλληνας ὄντας καὶ τὰ πάτρια ἀκριβῶς ἐξεπισταμένους μηδέν τε τῶν γνωσθῆναι ἀξίων ἐν δευτέρῳ τεθειμένους. 4.3.16 ταῦτα μὲν οὖν καὶ ὅσα τοιαῦτα συνάγειν εἰς ἀνασκευὴν τῆς περὶ τῶν χρηστηρίων ὑποθέσεως πλείστη τις ἦν περιουσία. ἀλλ' οὐ ταύτη μοι δοκεῖ τὸν παρόντα μεθοδεῦσαι λόγον, ἀλλ' ᾗπερ ὡρμήθημεν ἀρξάμενοι, ἀληθῆ λέγειν δόντες τοὺς ὑπὲρ αὐτῶν προϊσταμένους, ὡς ἂν ἐκ τῶν παρ' αὐτοῖς ὁμολογουμένων, μαντεῖά τε εἶναι ἀληθῆ καὶ Πυθόχρηστα θεοπρόπια τὰ δηλούμενα φασκόντων, τὴν ἀκριβῆ τῶν δηλουμένων ἔκφανσιν καταμάθοιμεν. 4.4.1

δʹ. ΟΤΙ ΜΕΓΙΣΤΩΝ ΗΜΑΣ ΚΑΚΩΝ ΤΟΥΤΩΝ ΑΥΤΩΝ ΗΛΕΥΘΕΡΩΣΕΝ Η

ΤΟΥ ΣΩΤΗΡΟΣ ΗΜΩΝ ΕΥΑΓΓΕΛΙΚΗ ∆Ι∆ΑΣΚΑΛΙΑ Οἶμαι δὲ παντί τῳ εἶναι σαφές, ὡς ὁ τῶν προκειμένων ἔλεγχος οὐ μικρόν, ἀλλὰ καὶ μέγιστον ὁμοῦ καὶ ἀναγκαιότατον περιέξει μέρος τῆς εὐαγγελικῆς ὑποθέσεως. εἰ γὰρ οἱ πρὸ τῆς τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ τοῦ Χριστοῦ παρουσίας πανταχοῦ πάντες, Ἕλληνες καὶ βάρβαροι, δειχθεῖεν μὴ τὸν ἀληθῆ θεὸν ἐπεγνωκότες, ἀλλ' ἤτοι τὰ μὴ ὄντα ὡς ὄντα δοξάζοντες ἢ ὑπό τινων μοχθηρῶν καὶ θεομάχων πνευμάτων δαιμόνων τε πονηρῶν καὶ ἀκαθάρτων τυφλῶν δίκην ὧδε κἀκεῖσε περιηγμένοι καὶ βυθῷ κακίας πρὸς αὐτῶν καθειλκυσμένοι καὶ τί γὰρ ἄλλ' ἢ δαιμονῶντες;, πῶς οὐ μειζόνως ἂν ὀφθείη τὸ μέγα τῆς εὐαγγελικῆς οἰκονομίας μυστήριον πάντας