1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

6

Μυρίων γοῦν τὸ παλαιὸν καθ' ἕκαστον ἔθνος βασιλέων καὶ τοπαρχῶν ἐπικρατούντων καὶ κατὰ πόλεις καὶ χώρας, καὶ τῶν μὲν δημοκρατουμένων, τῶν δὲ τυραννουμένων, τῶν δὲ πολυαρχουμένων πολέμων τε κατὰ τὸ εἰκὸς ἐκ τούτου παντοίων συνεστώτων, ἐθνῶν ἔθνεσι προσρηγνυμένων καὶ συνεχῶς τοῖς πλησιοχώροις ἐπανισταμένων δῃούντων τε καὶ δῃουμένων καὶ ταῖς κατ' ἀλλήλων πολιορκίαις ἐπιστρατευομένων, ὥστε διὰ ταῦτα πανδημεὶ πάντας τούς τε τὰς πόλεις οἰκοῦντας καὶ τοὺς ἐν ἀγροῖς γεωπονοῦντας ἐξέτι παίδων τὰ πολεμικὰ διδάσκεσθαι ξιφηφορεῖν τε διὰ παντὸς κατά τε τὰς λεωφόρους καὶ κατὰ 1.4.4 κώμας καὶ ἀγρούς· ἐπειδὴ παρῆν ὁ Χριστὸς τοῦ θεοῦ, περὶ οὗ πάλαι διὰ τῶν προφητῶν ἀνείρητο· «ἀνατελεῖ ἐν ταῖς ἡμέραις αὐτοῦ δικαιοσύνη καὶ πλῆθος εἰρήνης» καί· «συγκόψουσι τὰς μαχαίρας αὐτῶν εἰς ἄροτρα καὶ τὰς ζιβύνας αὐτῶν εἰς δρέπανα καὶ οὐ λήψεται ἔθνος ἐπ' ἔθνος μάχαιραν καὶ οὐ μὴ μάθωσιν ἔτι πολεμεῖν,» ἀκόλουθα ταῖς προρρήσεσιν ἐπηκολούθει τὰ ἔργα. πᾶσα μὲν αὐτίκα περιῃρεῖτο πολυαρχία Ῥωμαίων, Αὐγούστου κατὰ τὸ αὐτὸ τῇ τοῦ σωτῆρος ἡμῶν ἐπιφανείᾳ μοναρχήσαντος. ἐξ ἐκείνου δὲ καὶ εἰς δεῦρο οὐκ ἂν ἴδοις, ὡς τὸ πρίν, πόλεις πόλεσι πολεμούσας οὐδ' ἔθνος ἔθνει διαμαχόμενον οὐδέ γε τὸν 1.4.5 βίον ἐν τῇ παλαιᾷ συγχύσει κατατριβόμενον. καίτοι πῶς οὐκ ἄξιον θαυμάζειν ἐπιστήσαντα, τί δή ποτε τὸ μὲν παλαιόν, ὅτε τῶν ἐθνῶν ἁπάντων κατετυράννουν οἱ δαίμονες καὶ πολλή τις ἦν τῶν ἀνθρώπων ἡ περὶ αὐτοὺς θεραπεία, πρὸς αὐτῶν τῶν θεῶν, αὐτῶν ἐξοιστρούμενοι ἐπὶ τοὺς κατ' ἀλλήλων ἐξεμαίνοντο πολέμους ὡς τοτὲ μὲν Ἕλληνας αὐτοῖς Ἕλλησι, τοτὲ δ' Αἰγυπτίους Αἰγυπτίοις, καὶ Σύρους Σύροις, Ῥωμαίους τε Ῥωμαίοις πολεμεῖν, ἀνδραποδίζεσθαί τε ἀλλήλους καὶ κατατρύχειν ταῖς πολιορκίαις ὥσπερ οὖν αἱ περὶ τούτων δηλοῦσι τῶν παλαιῶν ἱστορίαι, ἅμα δὲ τῇ τοῦ σωτῆρος ἡμῶν εὐσεβεστάτῃ καὶ εἰρηνικωτάτῃ διδασκαλίᾳ τῆς μὲν πολυθέου πλάνης καθαίρεσις ἀπετελεῖτο, τὰ δὲ τῆς τῶν ἐθνῶν διαστάσεως παῦλαν αὐτίκα παλαιῶν κακῶν ἀπελάμβανεν; ὃ καὶ μάλιστα μέγιστον ἡγοῦμαι τεκμήριον τυγχάνειν τῆς ἐνθέου καὶ ἀπορρήτου δυνάμεως τοῦ σωτῆρος ἡμῶν. 1.4.6 Τῆς δ' ἐκ τῶν αὐτοῦ λόγων προφαινομένης ὠφελείας δεῖγμα ἐναργὲς ἴδοις ἂν ἐπιστήσας, ὡς οὐδ' ἄλλοτέ πω ἐξ αἰῶνος οὐδ' ὑπό τινος τῶν πάλαι διαφανῶν, ἐκ μόνων δὲ τῶν αὐτοῦ φωνῶν καὶ τῆς ἀνὰ πᾶσαν τὴν οἰκουμένην διαδοθείσης διδασκαλίας αὐτοῦ εὖ τὰ πάντων τῶν ἐθνῶν νόμιμα κεῖται, αὐτὰ ἐκεῖνα τὰ πρὶν θηριώδη καὶ βάρβαρα, ὡς μηκέτι Πέρσας μητρογαμεῖν τοὺς αὐτῷ μαθητευθέντας μηδ' ἀνθρωποβορεῖν Σκύθας διὰ τὸν καὶ μέχρις αὐτῶν ἐλθόντα τοῦ Χριστοῦ λόγον μηδ' ἄλλα γένη βαρβάρων ἐκθέσμως θυγατράσι καὶ ἀδελφαῖς μίγνυσθαι μηδ' ἄρρενας ἄρρεσιν ἐπιμαίνεσθαι καὶ τὰς παρὰ φύσιν ἡδονὰς μετιέναι μηδὲ κυσὶν καὶ οἰωνοῖς τοὺς οἰκείους νεκροὺς προτιθέναι τοὺς πάλαι τοῦτο πράττοντας μηδ' ἀγχόνῃ τοὺς γεγηρακότας, ὥσπερ οὖν πρότερον, περιβάλλειν μηδὲ σάρκας νεκρῶν τῶν φιλτάτων κατὰ τὸ παλαιὸν ἔθος θοινᾶσθαι μηδ' ἀνθρωποθυτεῖν ὡς θεοῖς τοῖς δαίμοσιν κατὰ τοὺς 1.4.7 παλαιοὺς μηδὲ τὰ φίλτατα κατασφάττειν ἐπ' εὐσεβείας ὑπολήψει. ταῦτα γὰρ ἦν καὶ συγγενῆ τούτοις μυρία τὰ πάλαι τὸν τῶν ἀνθρώπων βίον λυμαινόμενα. «ἱστοροῦνται γοῦν Μασσαγέται καὶ ∆έρβικες ἀθλιωτάτους ἡγεῖσθαι τῶν οἰκείων τοὺς αὐτομάτως τελευτήσαντας, διὸ καὶ φθάσαντες κατέθυον καὶ εἱστιῶντο τῶν φιλτάτων τοὺς γεγηρακότας· Τιβαρηνοὶ δὲ ζῶντας κατεκρήμνιζον τοὺς ἐγγυτάτω γέροντας· Ὑρκανοὶ δὲ καὶ Κάσπιοι οἱ μὲν οἰωνοῖς καὶ κυσὶ παρέβαλλον ζῶντας, οἱ δὲ τεθνεῶτας· Σκύθαι δὲ συγκατώρυττον ζῶντας καὶ ἐπέσφαζον ταῖς πυραῖς οὓς ἠγάπων οἱ τεθνεῶτες μάλιστα· 1.4.8 καὶ Βάκτριοι μὲν τοῖς κυσὶ παρέβαλλον ζῶντας τοὺς γεγηρακότας». ἀλλὰ ταῦτα μὲν πάλαι ἦν πρότερον, νυνὶ δὲ οὐκέθ' ὁμοίως ἐστίν, ἑνὸς τοῦ σωτηρίου νόμου τῆς εὐαγγελικῆς δυνάμεως τὴν θηριώδη καὶ