1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

79

ἴσως τινὰ τοῦτο πράττων, τὸν δὲ θεὸν ἀμήχανον καὶ λαθεῖν. εἰ τοίνυν θυτέον μὲν τούτων τινὸς ἕνεκα, οὐδενὸς δὲ τούτων χάριν αὐτὸ πρακτέον, δῆλον ὡς οὐ θυτέον ἐστὶ τὰ ζῷα τὸ παράπαν τοῖς θεοῖς.» 4.14.7 Καὶ πάλιν ἐπιλέγει· «Τοῖς μὲν γὰρ ἥ τε φύσις καὶ πᾶσα τῶν ἀνθρώπων ἡ τῆς ψυχῆς αἴσθησις δρωμένοις συνηρέσκετο, ταύρων δ' ἀκράτοισι φόνοις οὐ δεύετο βωμός, ἀλλὰ μύσος τοῦτ' ἔσκεν ἐν ἀνθρώποισι μέγιστον, θυμὸν ἀπορραίσαντας ἐέδμεναι ἤϊα γυῖα.» 4.14.8 Καὶ μεθ' ἕτερα· «Ὅταν δὲ νέος θεοὺς χαίρειν πολυτελείαις γνῷ καί, ὥς φασι, ταῖς τῶν βοῶν καὶ τῶν ἄλλων ζῴων θοίναις, πότ' ἂν ἑκὼν σωφρονήσειε; πῶς δὲ κεχαρισμένα θύειν ἡγούμενος τοῖς θεοῖς ταῦτα οὐκ ἐξεῖναι ἀδικεῖν οἰήσεται αὐτῷ μέλλοντι διὰ τῶν θυσιῶν ἐξωνεῖσθαι τὴν ἁμαρτίαν; πεισθεὶς δὲ ὅτι τούτων χρείαν οὐκ ἔχουσιν οἱ θεοί, εἰς δὲ τὸ ἦθος ἀποβλέπουσι τῶν προσιόντων, μεγίστην θυσίαν λαμβάνοντες τὴν ὀρθὴν περὶ αὐτῶν τε καὶ τῶν πραγμάτων 4.14.9 διάληψιν, πῶς οὐ σώφρων καὶ ὅσιος καὶ δίκαιος ἔσται; θεοῖς δὲ ἀρίστη μὲν ἀπαρχὴ νοῦς καθαρὸς καὶ ψυχὴ ἀπαθής· οἰκεῖον δὲ καὶ τὸ μετρίων μὲν ἀπάρχεσθαι τῶν ἄλλων, μὴ παρέργως δέ, ἀλλὰ σὺν πάσῃ προθυμίᾳ. ἐοικέναι γὰρ δεῖ τὰς τιμὰς ταῖς ἐπὶ τῶν ἀγαθῶν προεδρίαις ὑπαναστάσεσί τε καὶ κατακλίσεσιν, οὐ συντάξεων δόσεσι.» 4.14.10 Σαφῶς δὴ διὰ τούτων κατὰ τοὺς Ἕλληνας καὶ τοὺς τούτων φιλοσόφους ὡμολογήθη, ὅτι οὐδὲν ἔμψυχον τυθείη ἂν εὐλόγως τοῖς θεοῖς· ἀνόσιον γὰρ καὶ ἄδικον καὶ ἐπιβλαβὲς εἶναι τὸ πρᾶγμα οὐκ ἀλλότριόν τε μύσους. οὐκ ἦν ἄρα θεὸς οὐδέ τις ἀψευδὴς καὶ ἀγαθὸς δαίμων ὁ τὰς δι' αἱμάτων λοιβάς τε καὶ κνίσας μικρῷ πρόσθεν εἰσπραττόμενος χρησμῳδὸς οὐδ' ἐκεῖνοι πάντες οἷς ὁ χρησμὸς ζῷα θύειν παρεκελεύσατο. πλάνον ἄρα καὶ ἀπατεῶνα καὶ πονηρὸν ἄντικρυς δαίμονα χρὴ φάναι τὸν καταψευσάμενον καὶ θεοὺς τοὺς μὴ ὄντας ἀνειπόντα καὶ προστάξαντα μὴ μόνον τοῖς χθονίοις καὶ τοῖς καταχθονίοις, ἀλλὰ καὶ τοῖς οὐρανίοις καὶ αἰθερίοις καὶ ἀστραίοις ζῳοθυτεῖν. τίνας οὖν εἰ μὴ θεοὺς τοὺς εἰρημένους ἅπαντας προσήκοι ἂν ὑπολαμβάνειν, αὐτός σοι πάλιν ὁ συγγραφεὺς διηγήσεται διὰ τούτων· 4.15.1 ιʹ. ΟΤΙ ΤΑ ΘΥΟΜΕΝΑ ΠΑΡ' ΑΥΤΟΙΣ ∆ΑΙΜΟΣΙΝ, ΑΛΛ' ΟΥ ΘΕΟΙΣ ΘΥΕΤΑΙ «Οἶδεν δὲ ὁ τῆς εὐσεβείας φροντίζων, ὡς θεοῖς μὲν οὐ θύεται ἔμψυχον οὐδέν, δαίμοσιν δέ, ἀλλ' ἤτοι ἀγαθοῖς ἢ καὶ φαύλοις· καὶ τίνων ἐστὶ τὸ θύειν τούτοις καὶ τούτων ἄχρι τίνος αὐτῶν δεομένων». Καὶ αὖθις ἑξῆς φησιν· 4.15.2 «Ὅτι δὲ οὐ θεοῖς, ἀλλὰ δαίμοσι τὰς θυσίας τὰς διὰ τῶν αἱμάτων προσῆγον οἱ τὰς ἐν τῷ παντὶ δυνάμεις καταμαθόντες, καὶ τοῦτο πεπίστωται παρ' αὐτῶν τῶν θεολόγων· καὶ μὴν ὅτι τούτων οἱ μὲν κακοποιοί, οἱ δὲ ἀγαθοὶ <οἳ> οὐκ ἐνοχλήσουσιν ἡμῖν.» 4.15.3 Ταῦτα μὲν ὁ δεδηλωμένος. ἐπεὶ δὲ τῶν δαιμόνων ἔφησεν τοὺς μὲν ἀγαθούς, τοὺς δὲ φαύλους εἶναι, φέρε πῶς ἴδωμεν ὅτι οὐδὲ ἀγαθοὶ δαίμονες, φαῦλοι δὲ οἱ νενομισμένοι αὐτῶν θεοὶ πάντες ἁλίσκονται; λάβοις δ' ἂν καὶ 4.15.4 τούτου τὴν ἀπόδειξιν ὧδε· τὸ ἀγαθὸν ὠφελεῖ, βλάπτει δὲ τὸ ἐναντίον. εἰ δὲ φανεῖεν οἱ κατὰ πάντα τόπον ἀνηγορευμένοι εἴτε θεοὶ εἴτε δαίμονες, αὐτοὶ δὴ οἱ παρὰ πᾶσιν αὐτοῖς βεβοημένοι καὶ πρὸς τῶν ἐθνῶν ἁπάντων προσκυνούμενοι, ὅ τε Κρόνος καὶ Ζεὺς Ἥρα τε καὶ Ἀθηνᾶ καὶ οἱ παραπλήσιοι αἵ τε ἀφανεῖς δυνάμεις καὶ οἱ δαίμονες οἱ διὰ τῶν ξοάνων ἐνεργοῦντες, οὐ μόνον ζῴων ἀλόγων σφαγαῖς καὶ θυσίαις, ἀλλὰ καὶ ἀνδροκτασίαις καὶ ἀνθρωποθυσίαις χαίροντες καὶ ταύτη τὰς ψυχὰς τῶν ἀθλίων ἀνθρώπων λυμαινό4.15.5 μενοι, τίνα χείρονα ταύτης βλάβην ἐπινοήσειας; εἰ γὰρ ἡ διὰ ζῴων ἀλόγων θυσία ἐπάρατος καὶ κακόθυτος πρὸς τῶν φιλοσόφων ἐλέχθη μυσαρά τε καὶ ἄδικος καὶ ἀνόσιος καὶ οὐκ ἀβλαβὴς τοῖς θύουσιν καὶ διά γε ταῦτα πάντα θεῶν ἀναξία, τί χρὴ νομίζειν τὴν δι' ἀνθρώπων σφαγῆς; ἢ παντὸς αὕτη γένοιτ' ἂν ἀσεβεστάτη καὶ ἀνοσιωτάτη; πῶς οὖν ἀγαθοῖς δαίμοσιν, οὐχὶ δὲ τοῖς παμμιάροις καὶ πανωλέθροις πνεύμασιν εἰκότως 4.15.6 ἂν λεχθείη προσφιλής; φέρ' οὖν ἐλέγξωμεν καὶ ἀποδείξωμεν ὁπόσον ἡ τῆς πολυθέου πλάνης λύμη τοῦ βίου τῶν ἀνθρώπων πρὸ τῆς τοῦ σωτῆρος ἡμῶν εὐαγγελικῆς διδασκαλίας