1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

31

καὶ πολλῶν ἀγαθῶν αἰτίαν ἀποθεωθῆναι μετὰ τὴν τελευτήν, Γῆν μετ2.2.37 ονομασθεῖσαν. γενέσθαι δὲ Οὐρανῷ θυγατέρας Βασίλειαν καὶ Ῥέαν, τὴν καὶ Πανδώραν. τὴν δὲ Βασίλειαν ἐκθρέψασαν τοὺς ἀδελφοὺς μητρὸς εὔνοιαν 2.2.38 παρεχομένην Μητέρα προσαγορευθῆναι. ὕστερον δὲ μετὰ τὴν τοῦ Οὐ ρανοῦ τελευτὴν συνοικήσασαν Ὑπερίονι τῷ ἀδελφῷ γεννῆσαι δύο παῖδας, 2.2.39 οὓς καὶ ὀνομάσαι Ἥλιον καὶ Σελήνην. τοὺς δὲ ἀδελφοὺς τῆς Ῥέας φοβηθέντας τὸν μὲν Ὑπερίονα κατασφάξαι, τὸν δὲ Ἥλιον εἰς τὸν Ἠριδανὸν ποταμὸν ἀποπνῖξαι· τὴν δὲ Σελήνην ταῦτα μαθοῦσαν ἀπὸ τέγους ἑαυτὴν ῥῖψαι, τὴν δὲ Μητέρα ἐμμανῆ γενομένην πλανᾶσθαι κατὰ τὴν χώραν, λελυμένην μὲν τὰς τρίχας, διὰ τυμπάνων δὲ καὶ κυμβάλων ἐνθεάζουσαν, καὶ οὕτως ἀφα2.2.40 νῆ καὶ αὐτὴν γενέσθαι. τοὺς δὲ ὄχλους θαυμάσαντας τὴν περιπέτειαν τὸν μὲν Ἥλιον καὶ τὴν Σελήνην μεταγαγεῖν ἐπὶ τὰ κατ' οὐρανὸν ἄστρα, τὴν δὲ μητέρα τούτων θεόν τε νομίσαι καὶ βωμοὺς ἱδρύσασθαι καὶ ταῖς διὰ τυμπά2.2.41 νων καὶ κυμβάλων ἐνεργείαις τιμῆσαι. Φρύγες δὲ Μῄονά φασι βασιλεύσαντα τῆς Φρυγίας παῖδα Κυβέλην κτήσασθαι, ἣν καὶ σύριγγα πρώτην εὑρεῖν κληθῆναί τε ὀρείαν μητέρα. Μαρσύαν δὲ τὸν Φρύγα πρὸς ταύτην φιλίαν ἔχοντα πρῶτον αὐλοὺς συστήσασθαι, διατελέσαι δὲ μέχρι τελευτῆς ἀπείρατον ἀφροδι2.2.42 σίων. τὴν δὲ Κυβέλην συνελθοῦσαν εἰς ὁμιλίαν Ἄττιδι γενέσθαι ἐγκύμονα. οὗ γνωσθέντος ὁ ταύτης πατὴρ τὸν Ἄττιν ἀναιρεῖ καὶ τὰς τροφούς· τὴν δὲ Κυβέλην ἐμμανῆ γενομένην εἰς τὴν χώραν ἐκπηδῆσαι ἐκεῖσέ τε ὀλολύζουσαν 2.2.43 καὶ τυμπανίζουσαν διατελεῖν. συνεῖναι δὲ αὐτῇ Μαρσύαν, ὃν εἰς ἅμιλλαν περὶ μουσικῆς ἐλθόντα τῷ Ἀπόλλωνι καὶ ἡττηθέντα ζῶντα ὑπὸ τοῦ Ἀπόλ2.2.44 λωνος ἐκδαρῆναι. τὸν δὲ Ἀπόλλωνα ἐρασθέντα τῆς Κυβέλης συμπλανηθῆναι αὐτῇ μέχρι τῶν Ὑπερβορέων κελεῦσαί τε θάψαι τὸ Ἄττιδος σῶμα καὶ τιμᾶν ὡς θεὸν τὴν Κυβέλην. διόπερ εἰσέτι καὶ σήμερον τοὺς Φρύγας τοῦτο ποιεῖν, θρηνοῦντας τοῦ μειρακίου τὸν θάνατον, βωμούς 2.2.45 τε ἱδρυσαμένους θυσίαις Ἄττιν τε καὶ Κυβέλην τιμᾶν. ὕστερον δὲ ἐν Πισινοῦντι τῆς Φρυγίας κατασκευάσαι νεὼν πολυτελῆ καὶ τιμὰς καὶ θυσίας 2.2.46 καταδεῖξαι μεγαλοπρεπεστάτας. Μετὰ δὲ τὴν Ὑπερίονος τελευτὴν τοὺς Οὐρανοῦ παῖδας διελέσθαι τὴν βασιλείαν, ὧν ὑπάρχειν ἐπιφανεστάτους Ἄτλαντα καὶ Κρόνον. τούτων δὲ τὸν Ἄτλαντα λαβεῖν τοὺς παρὰ τὸν Ὠκεανὸν τόπους, γενόμενον ἀστρολόγον ἄριστον· ὑπάρξαι δὲ αὐτῷ καὶ θυγατέρας ἑπτά, τὰς καλουμένας Ἀτλαντίδας. ταύτας δὲ μιγείσας τοῖς εὐφυεστάτοις θεοῖς ἀρχηγοὺς καταστῆναι τοῦ πλείστου γένους, τεκούσας δι' ἀρετὴν θεοὺς καὶ ἥρωας, ὧν 2.2.47 τὴν πρεσβυτάτην Μαῖαν ∆ιὶ μιγεῖσαν τεκνοποιῆσαι τὸν Ἑρμῆν. Τὸν δὲ Κρόνον διαφέροντα πλεονεξίᾳ καὶ ἀσεβείᾳ γῆμαι τὴν ἀδελφὴν Ῥέαν, ἐξ ἧς γεννῆσαι τὸν ∆ία. γεγονέναι δὲ καὶ ἕτερον ∆ία, τὸν ἀδελφὸν μὲν Οὐρανοῦ, τῆς δὲ Κρήτης βασιλεύσαντα, τῇ δόξῃ πολὺ λειπόμενον τοῦ μεταγενεστέρου. 2.2.48 τοῦτον μὲν οὖν βασιλεῦσαι τοῦ σύμπαντος κόσμου, τὸν δὲ τῆς Κρήτης καὶ δέκα παῖδας γεννῆσαι τοὺς ὀνομασθέντας Κουρῆτας. δείκνυσθαι δὲ αὐτοῦ 2.2.49 φασιν εἰσέτι νῦν τάφον ἐν Κρήτῃ. δυναστεῦσαι δὲ τὸν Κρόνον κατὰ Σικελίαν καὶ Λιβύην καὶ Ἰταλίαν. τούτου δὲ γενόμενον τὸν ∆ία τὸν ἐναντίον τῷ πατρὶ βίον ζηλῶσαι. διαδέξασθαι δὲ αὐτὸν τὴν βασιλείαν οἱ μέν φασιν ἑκόντος τοῦ πατρὸς παραχωρήσαντος, οἱ δὲ ὑπὸ τῶν ὄχλων αἱρεθέντα διὰ τὸ μῖσος 2.2.50 τὸ πρὸς τὸν πατέρα. ἐπιστρατεύσαντος δὲ ἐπ' αὐτὸν τοῦ Κρόνου μετὰ τῶν Τιτάνων κρατῆσαι μάχῃ τὸν ∆ία καὶ ἐπελθεῖν πᾶσαν τὴν οἰκουμένην. διενεγκεῖν δὲ αὐτὸν σώματος ῥώμῃ καὶ ταῖς ἄλλαις ἀρεταῖς σπουδήν τε ποιεῖσθαι τὴν πᾶσαν εἰς κόλασιν μὲν τῶν ἀσεβῶν, εὐεργεσίας δὲ τῶν ἀγαθῶν, ἀνθ' ὧν μετὰ τὴν ἐξ ἀνθρώπων μετάστασιν ὀνομασθῆναι Ζῆνα, διὰ τὸ δοκεῖν τοῦ κα2.2.51 λῶς ζῆν αἴτιον γενέσθαι τοῖς ἀνθρώποις. τῶν μὲν οὖν παρὰ τοῖς Ἀτλαντείοις θεολογουμένων τὰ κεφάλαια ταῦτά ἐστιν. τούτοις δέ φασι καὶ τοὺς Ἕλληνας συγχρῆσθαι.» 2.2.52 Ταῦτα