1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

66

ιγʹ. ΟΤΙ ΤΩΝ Α∆ΥΝΑΤΩΝ ΠΕΦΥΚΕΝ ΤΑ ΜΕΡΗ ΤΟΥ ΚΟΣΜΟΥ Η ΤΑΣ ΘΕΙΑΣ ∆ΥΝΑΜΕΙΣ ΓΟΗΤΙΚΑΙΣ ΑΝΑΓΚΑΙΣ ΚΑΘΕΛΚΕΣΘΑΙ ΚΑΙ ∆ΙΑ

ΧΡΗΣΜΩΝ ΤΟΙΣ ΕΡΩΤΩΣΙ ΘΕΣΠΙΖΕΙΝ Τοῦ δὲ χρησμοῦ τὸ ψεῦδος καὶ ἄλλως ἔστιν ἀπελέγχειν. οὐ γὰρ δὴ ὁ ἥλιος οὐρανόθεν αὐτοῖς καταβάς, ἔπειτα τὸν δοχέα πληρώσας τὸν χρησμὸν ἀπεφοίβαζεν, ἐπεὶ οὔτε δυνατὸν οὔτε θέμις ἀνάγκαις ἀνθρώπων τὸν τηλικοῦτον ὑποτάττεσθαι φωστῆρα· ἀλλ' οὐδ' εἰ φαῖεν τὴν ἐν αὐτῷ θείαν καὶ νοερὰν 3.16.2 δύναμιν, ὅτι μηδὲ ταύτης γένοιτ' ἄν ποτε δεκτικὴ ἀνθρωπεία ψυχή. ὁ δ' αὐτὸς ἂν εἴη λόγος καὶ ἐπὶ σελήνης. εἰ γὰρ τὴν Ἑκάτην αὐτὴν εἶναι φήσουσιν καί πως ἀνάγκαις ἀνθρώπων καθέλκεθαι καὶ διὰ τοῦ δοχέως χρᾶν εἴς τε ἐρωτικὰς καὶ αἰσχρὰς διακονίας παραλαμβάνεσθαι αὐτὴν ἀρχηγὸν οὖσαν τῶν πονηρῶν δαιμόνων, εἰκὸς ἂν εἴη τὴν Ἑκάτην ταῦτα πράττειν· ὃ 3.16.3 καὶ ὁ αὐτὸς ὁμολογεῖ συγγραφεύς, ὡς κατὰ καιρὸν ἀπελέγξομεν. πῶς δὲ ὁ Πλούτων καὶ ὁ Σάραπις εἰς τὸν ἥλιον δυνατοὶ ἂν εἶεν φυσιολογεῖσθαι, ὅτε τὸν ἄρχοντα τῶν πονηρῶν δαιμόνων ὁ αὐτὸς πάλιν ἀποφαίνεται τὸν Σάραπιν εἶναι τὸν αὐτὸν τῷ Πλούτωνι; καὶ χρησμοὺς δὲ τοῦ Σαράπιδος 3.16.4 ἐγγράφων πῶς ἂν δύναιτο τοῦ ἡλίου λέγειν αὐτοὺς εἶναι; ἀλλὰ γὰρ ἐξ ἁπάντων τούτων λείπεται μηδὲν μὲν ἀληθὲς φέρειν ὁμολογεῖν τὰς δηλωθείσας φυσιολογίας, σοφίσματα δ' εἶναι σοφιστῶν ἀνδρῶν καὶ εὑρησιλογίας· 3.17.1

ιδʹ. ΟΤΙ ∆ΑΙΜΟΝΙΚΗΣ ΕΝΕΡΓΕΙΑΣ ΠΑΝΤΑ ΤΑ ΤΟΙΑ∆Ε ΤΥΓΧΑΝΕΙ τούς γέ τοι τῶν χρησμῶν ὑπηρέτας ἀληθεῖ λόγῳ φάσκειν δαίμονας εἶναι φαύλους, ἐπ' ἀνθρώπων ἀπάτῃ τὰ ἀμφότερα παίζοντας καὶ τοτὲ μὲν συντιθεμένους ταῖς μυθικωτέραις περὶ αὐτῶν ὑπολήψεσιν ἐπὶ τῇ πανδήμῳ πλάνῃ, τοτὲ δὲ τὰ τῆς φιλοσόφου γοητείας ἐπικυροῦντας ἐπὶ τῇ καὶ τούτων ἐπιτριβῇ καὶ φυσιώσει· ὥστε πανταχόθεν ἁλίσκεσθαι μηδὲν αὐτοὺς ἀληθεύειν. 3.17.2 Τοσούτων ἡμῖν εἰρημένων καιρὸς ἤδη μεταβάντας τὸ τρίτον εἶδος ἐπελθεῖν τῆς Ἑλλήνων θεολογίας, ὃ δή φασιν εἶναι πολιτικόν τε καὶ νόμιμον. μάλιστα γὰρ ἱκανὸν τοῦτο πρὸς ἔκπληξιν τῶν πολλῶν εἶναι νενόμισται διά τε τὰ θρυλούμενα μαντεῖα καὶ τὰς διὰ χρησμῶν ἀκέσεις τε καὶ θεραπείας τῶν 3.17.3 πεπονθότων σωμάτων τάς τε κατά τινων ἐπισκήψεις. ὧν δὴ καὶ διὰ πείρας ἐλθεῖν φάσκοντες εὖ μάλα πεπείκασιν ἑαυτοὺς μὲν εὐσεβοῦντας εἰς τοὺς θεοὺς δίκαια πράττειν, ἡμᾶς δὲ τὰ μέγιστα ἀσεβεῖν τὰς οὕτως ἐμφανεῖς καὶ εὐεργετικὰς δυνάμεις μὴ ταῖς προσηκούσαις θεραπείαις τιμῶντας. καὶ πρὸς ταῦτ' οὖν ἑτέραν λόγου ἀρχὴν ἀναλαβόντες ὑπαντήσωμεν. 4.pin.t ∆ ΤΑ∆Ε ΤΟ ΤΕΤΑΡΤΟΝ ΠΕΡΙΕΧΕΙ ΣΥΓΓΡΑΜΜΑ ΤΗΣ ΕΥΑΓΓΕΛΙΚΗΣ

ΠΡΟΠΑΡΑΣΚΕΥΗΣ 4.pin.1 αʹ. Προοίμιον περὶ τῶν κατὰ πόλεις χρηστηρίων καὶ ὧν μάλιστα διατεθρύληται τὰ μαντεῖα ἐν παραδόξοις δαιμόνων ἐπιφανείαις, τίνι τε λόγῳ καὶ τούτων κατεφρονήσαμεν βʹ. Ὅτι τοῖς θέλουσιν εὐχερὲς ἀποφῆναι πλάνην εἶναι τὴν περὶ τῶν χρηστηρίων ἐπαγγελίαν καὶ γοήτων ἀνδρῶν ῥᾳδιουργίαν γʹ. Ὅτι ἀσύστατος αὐτῶν ἡ μαντικὴ καὶ τὰ πολλὰ ψευδομένη, καὶ ὅτι ἄχρηστος αὐτῶν καὶ ἐπιβλαβὴς ἡ πρόρρησις δʹ. Ὅτι μεγίστων ἡμᾶς κακῶν τούτων αὐτῶν ἠλευθέρωσεν ἡ τοῦ σωτῆρος ἡμῶν εὐαγγελικὴ διδασκαλία εʹ. Τίς ἡ διαίρεσις τῆς καθ' Ἕλληνας θεολογίας ʹ. Ὅτι μὴ ἀφ' ἑαυτῶν, ἀλλ' ἐκ Ἑλληνικῶν παραθέσεων μαρτυρίας πιστούμεθα ζʹ. Περὶ τῶν κατὰ τοὺς χρησμοὺς ἀπορρήτων ἐκ τῆς Ἑλληνικῆς