1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

132

προπαρατεθέντων χρησμῶν ἀνατρεπτικά, ἀλλὰ 6.7.44 καὶ τῶν ἄλλως καθόλου περὶ τοῦ δόγματος ὑπονοουμένων. ἐπειδὴ γὰρ μὴ μόνον ἀμαθεῖς καὶ ἰδιῶται, ἤδη δὲ καὶ ἐπὶ παιδείᾳ καὶ φιλοσοφίᾳ μέγα φρονήσαντες πλείους κατεσύρησαν ὁμόσε τῷ δόγματι, ἡγοῦμαι δεῖν ἀναγκαίως τὰς αὐτῶν τῶν φιλοσόφων πρὸς σφᾶς αὐτοὺς ἀντιλογίας τε καὶ ἀντιρρήσεις ἐκθέσθαι εἰς ἀκριβῆ τοῦ προβλήματος διάσκεψιν. πρῶτα δὴ οὖν σοι παραναγνώσομαι ἀπὸ τῶν ∆ιογενειανοῦ τὰ περὶ εἱμαρμένης, ὧδέ πως τῷ Χρυσίππῳ ἀντειρημένα· 6.8.1 ηʹ. ΕΤΙ ΠΕΡΙ ΤΟΥ ΑΥΤΟΥ· ΑΠΟ ΤΩΝ ∆ΙΟΓΕΝΕΙΑΝΟΥ ΤΟΥ ΠΕΡΙΠΑΤΗΤΙΚΟΥ

«Ἄξιον δὲ ἐπὶ τούτοις ἅπασι παραθέσθαι καὶ τὰ δοκοῦντα Χρυσίππῳ τῷ Στωικῷ περὶ τοῦ λόγου τοῦδε. οὗτος γὰρ ἐν τῷ πρώτῳ Περὶ εἱμαρμένης βιβλίῳ βουλόμενος δεικνύναι τὸ δὴ πάνθ' ὑπὸ τῆς ἀνάγκης καὶ τῆς εἱμαρμένης κατειλῆφθαι, μαρτυρίοις ἄλλοις τέ τισι χρῆται καὶ τοῖς οὑτωσὶ παρ' Ὁμήρῳ τῷ ποιητῇ λεγομένοις· ἀλλ' ἐμὲ μὲν κὴρ ἀμφέχανε στυγερή, ἥπερ λάχε γεινόμενόν περ· 6.8.2 καί· ὕστερον αὖτε τὰ πείσεται ἅσσα οἱ αἶσα γεινομένῳ ἐπένησε λίνῳ, ὅτε μιν τέκε μήτηρ· καί· Μοῖραν δ' οὔ τινά φημι πεφυγμένον ἔμμεναι ἀνδρῶν, οὐ θεωρῶν ὅτι τὰ ἀλλαχοῦ πάλιν παρὰ τῷ ποιητῇ λεγόμενα τούτοις ἄντικρυς ἠναντίωται, οἷς καὶ αὐτὸς ἐν τῷ δευτέρῳ βιβλίῳ χρῆται βουλόμενος συνιστᾶν τὸ καὶ παρ' ἡμᾶς πολλὰ γίνεσθαι, οἷον τὸ αὐτοὶ γὰρ σφετέρῃσιν ἀτασθαλίῃσιν ὄλοντο καὶ τὸ ὦ πόποι, οἷον δή νυ θεοὺς βροτοὶ αἰτιόωνται. ἐξ ἡμέων γάρ φασι κάκ' ἔμμεναι, οἱ δὲ καὶ αὐτοὶ σφῇσιν ἀτασθαλίῃσιν ὑπὲρ μόρον ἄλγε' ἔχουσι. 6.8.3 ταῦτα γὰρ καὶ τὰ τοιαῦτα τῷ πάντα γίνεσθαι καθ' εἱμαρμένην ἠναντίωται. οὐ μὴν οὐδ' ἐκεῖνο συνιδεῖν ἠδυνήθη, τὸ μηδαμῶς τὸν Ὅμηρον μηδ' ἐν ἐκείνοις τοῖς ἔπεσι συμμαρτυρεῖν αὐτοῦ τῷ δόγματι. οὐ γὰρ τὸ πάντα γίνεσθαι καθ' εἱμαρμένην, ἀλλὰ μᾶλλον τό τινα κατ' ἐκείνην συμβαίνειν δι' αὐτῶν ὑπο6.8.4 βάλλων εὑρεθήσεται. τῷ γὰρ ἀλλ' ἐμὲ μὲν κὴρ ἀμφέχανε στυγερή, ἥτις λάχε γεινόμενόν περ, οὐχ ὅτι πάντα κατὰ τὴν κῆρα συμβαίνει λέγοιτο ἄν, ἀλλ' αὐτὸ τὸ τεθνήξεσθαι· 6.8.5 καὶ γὰρ ὡς ἀληθῶς παντὶ γεννητῷ ζῴῳ θανεῖν καθείμαρται. ἀλλὰ μὴν καὶ τὸ ὕστερον αὖτε τὰ πείσεται ἅσσα οἱ αἶσα γεινομένῳ ἐπένησε λίνῳ, ὅτε μιν τέκε μήτηρ τὸ αὐτὸ βούλεται. οὐ γὰρ ὅτι πάντα αὐτῷ καθ' εἱμαρμένην τὰ μετὰ ταῦτα συμβήσεται λέγει, ἀλλ' ὅτι κατ' ἀνάγκην αὐτῷ τινὰ συμβήσεται. ἡ γὰρ τοῦ ἅσσα διαστολὴ τί ποτε ἕτερον ἢ τοῦτο σημαίνει; πολλὰ δὲ κατ' ἀνάγκην ἡμῖν, 6.8.6 εἰ καὶ μὴ πάντα, ἐπίκειται. καὶ τὸ Μοῖραν δ' οὔ τινά φημι πεφυγμένον ἔμμεναι ἀνδρῶν ἄριστα εἴρηται. τίς γὰρ ἂν δύναιτο τὰ κατ' ἀνάγκην παντὶ ζῴῳ συγκυροῦντα διαφυγεῖν; ὥστ' οὐχ ὅπως σύμψηφον ἂν ἔχοι τὸν Ὅμηρον Χρύσιππος ἐν τῷ πάντα καθ' εἱμαρμένην γίνεσθαι νομίζειν, ἀλλὰ καὶ ἐναντιούμενον, εἴ γε ἐκεῖνος μὲν ὅτι πολλὰ γίνεται παρ' ἡμᾶς σαφῶς καὶ πολλάκις εἴρηκε, τὸ δ' ὅτι 6.8.7 κατὰ ἀνάγκην πάντα συμβαίνει, οὐδαμοῦ ῥητῶς λέγων ἂν εὑρεθείη. καὶ τῷ ποιητῇ μέν, ἅτε οὐ τὴν ἀλήθειαν ἡμῖν τῆς τῶν ὄντων φύσεως ὑπισχνουμένῳ, ἀλλὰ μιμουμένῳ πάθη τε καὶ ἤθη καὶ δόξας παντοίας ἀνθρώπων, ἁρμόττον ἂν εἴη καὶ τὰ ἐναντία λέγειν πολλάκις· φιλοσόφῳ δὲ οὔτε τὰ ἐναντία λέγειν οὔτε ποιητῇ δι' αὐτὸ τοῦτο χρῆσθαι μάρτυρι.» 6.8.8 Καὶ μεθ' ἕτερά φησι· «Τεκμήριον δὲ καὶ ἄλλο ἰσχυρὸν φέρειν Χρύσιππος οἴεται τοῦ ἐν ἅπασιν εἱμαρμένην τὴν θέσιν τῶν τοιούτων ὀνομάτων. τήν τε γὰρ πεπρωμένην πεπερασμένην τινά φησιν εἶναι καὶ συντετελεσμένην διοίκησιν, τήν τε εἱμαρμένην εἰρομένην τινὰ εἴτε ἐκ θεοῦ βουλήσεως εἴτε ἐξ ἧς δή ποτε αἰτίας. 6.8.9 ἀλλὰ καὶ τὰς Μοίρας ὠνομάσθαι ἀπὸ τοῦ μεμερίσθαι καὶ κατανενεμῆσθαί τινα ἡμῶν ἑκάστῳ. οὕτως δὲ καὶ τὸ χρεὼν εἰρῆσθαι τὸ ἐπιβάλλον καὶ καθῆκον κατὰ τὴν εἱμαρμένην. τόν τε ἀριθμὸν τῶν Μοιρῶν τοὺς τρεῖς ὑποβάλλει χρόνους 6.8.10 ἐν οἷς κυκλεῖται τὰ πάντα καὶ δι' ὧν