1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

97

ἀπολείπουσι τῶν Ὀσιριακῶν καὶ Τυφωνικῶν, ὧν παρὰ πᾶσιν ἀνέδην ἔξεστι μυθολογουμένων ἀκούειν· ὅσα τε μυστικοῖς ἱεροῖς παρακαλυπτόμενα τελεταῖς ἄρρητα διασῴζεται καὶ ἀθέατα, πρὸς τοὺς θεοὺς ὅμοιον ἔχει λόγον.» 5.5.2 Καὶ ἐπιφέρει λέγων ἑξῆς· «Ἐμπεδοκλῆς δὲ καὶ δίκας φησὶ διδόναι τοὺς δαίμονας ὧν ἂν ἐξαμάρτωσιν καὶ πλημμελήσωσιν· αἰθέριον μὲν γάρ σφε μένος πόντονδε διώκει, πόντος δ' ἐ<ς> χθονὸς οὖδας ἀπέπτυσε, γαῖα δ' ἐς αὐγὰς ἠελίου ἀκάμαντος, ὁ δ' αἰθέρος ἔμβαλε δίναις· ἄλλος δ' ἐξ ἄλλου δέχεται, στυγέουσι δὲ πάντες· ἄχρι οὗ κολασθέντες αὖθις τὴν κατὰ φύσιν χώραν καὶ τάξιν ἀπολάβωσιν· τούτων δὴ καὶ τῶν τοιούτων ἀδελφὰ λέγεσθαί φασι περὶ Τυφῶνος, ὡς δεινὰ μὲν ὑπὸ φθόνου καὶ δυσμενείας εἰργάσατο πάντα πράγματα ταράξας, ἐνέπλησεν δὲ κακῶν γῆν ὁμοῦ τε πᾶσαν καὶ θάλασσαν, εἶτα δίκην ἔδωκεν.» 5.5.3 Ταῦτα ὁ Πλούταρχος ἐν τῷ δηλωθέντι συγγράμματι παραθέμενος καὶ 5.5.3 διὰ πλειόνων ἐξεργασάμενος τὸν λόγον, τὰ παραπλήσια καὶ ἐν τῷ «Περὶ τῶν ἐκλελοιπότων χρηστηρίων» τοῦτον ἱστορεῖ τὸν τρόπον· «Ἐκεῖνος οὖν τὴν μαντικὴν ἀνῆγεν εἰς δαίμονας, πλεῖστον δὲ ∆ελφῶν λόγον εἶχεν καὶ τῶν λεγομένων περὶ τὸν ∆ιόνυσον ἐνταῦθα ἢ δρωμένων ἱερῶν οὐδενὸς ἀνήκοος ἦν, ἀλλὰ κἀκεῖνα δαιμόνων ἔφασκεν εἶναι πάθη μεγάλα καὶ ταῦτα δὴ τὰ περὶ τὸν Πύθωνα. τῷ δὲ ἀποκτείναντι μήτε ἐννέα ἐτῶν μήτε εἰς τὰ Τέμπη γενέσθαι τὴν φυγήν, ἀλλ' ἐκπεσόντα ἐλθεῖν εἰς ἕτερον κόσμον· ὕστερον δ' ἐκεῖθεν ἐνιαυτῶν μεγάλων ἐννέα περιόδοις ἁγνὸν γενόμενον καὶ Φοῖβον ὡς ἀληθῶς κατελθόντα τὸ χρηστήριον παραλαβεῖν, τέως ὑπὸ Θέμιδος φυλασσόμενον. οὕτως δὲ ἔχειν καὶ τὰ Τυφωνικὰ καὶ τὰ Τιτανικά, δαιμόνων μάχας γεγονέναι πρὸς δαίμονας, εἶτα φυγὰς τῶν κρατηθέντων ἢ δίκας ὑπὸ θεοῦ τῶν ἐξαμαρτόντων, οἷα Τυφών τε λέγεται περὶ Ὄσιριν ἐξαμαρτεῖν καὶ Κρόνος περὶ Οὐρανόν· ὧν ἀμαυρότεραι γεγόνασιν αἱ τιμαὶ παρ' ἡμῖν ἢ παντάπασιν ἐκλελοίπασιν μεταστάντων εἰς ἕτερον κόσμον. ἐπεὶ καὶ Σολύμους πυνθάνομαι, τοὺς Λυκίων προσοίκους, ἐν τοῖς μάλιστα τιμᾶν τὸν Κρόνον· ἐπεὶ δὲ ἀποκτείνας τοὺς ἀρχηγέτας αὐτῶν Ἄρσαλον καὶ Ἄρυον καὶ Τόσοβιν ἔφυγεν καὶ μετεχώρησεν ὁποιδήποτε τοῦτο γὰρ οὐκ ἔχουσιν εἰπεῖν ἐκεῖνον μὲν ἀμεληθῆναι, τοὺς δὲ περὶ τὸν Ἄρσαλον σκιροὺς θεοὺς προσαγορεύεσθαι καὶ τὰς κατάρας ἐπὶ τούτων ποιεῖσθαι δημοσίᾳ καὶ ἰδίᾳ Λυκίους. τούτοις μὲν οὖν ὅμοια πολλὰ λαβεῖν ἔστιν ἐκ τῶν μυθολογουμένων. εἰ δὲ τοῖς νενομισμένοις τῶν θεῶν ὀνόμασι δαίμονάς τινας καλοῦμεν οὐ θαυμαστέον, εἶπεν ὁ ξένος. ᾧ γὰρ ἕκαστος θεῷ συντέτακται καὶ οὗ τῆς δυνάμεως μετείληχεν, ἀπὸ τούτου φιλεῖ καλεῖσθαι· καὶ γὰρ ἡμῶν ὁ μέν τίς ἐστιν ∆ῖος, ὁ δὲ Ἀθή ναιος, ὁ δὲ Ἀπολλώνιος ἢ ∆ιονύσιος ἢ Ἑρμαῖος. ἀλλ' ἔνιοι μὲν ὀρθῶς κατὰ τύχην ἐκλήθησαν, οἱ δὲ πολλοὶ μηδὲν προσηκούσας, ἀλλ' ἐνηλλαγμένας ἐκτήσαντο θεῶν παρωνυμίας.» 5.5.4 Τοσαῦτα ὁ Πλούταρχος ἐν οἷς ἐσπούδασεν «Περὶ τῶν ἐκλελοιπότων χρηστηρίων», πρὸς τοῖς ἄλλοις καὶ θνήσκειν παριστὰς τοὺς δαίμονας, ὃ καὶ 5.5.5 αὐτὸ κατὰ τὸν δέοντα καιρὸν παραθήσομαι. τέως δὲ φέρε συλλεξώμεθα ὅσα ἄλλα περὶ τῆς τῶν ἀγαθῶν, ὥς φασιν, δαιμόνων δυνάμεώς τε καὶ ἐνεργείας αὖθις ὁ τὴν καθ' ἡμῶν συσκευὴν πεποιημένος ἐν οἷς ἐπέγραψε «Περὶ τῆς ἐκ λογίων φιλοσοφίας» ἐκτέθειται· μάλιστα γὰρ αὐτῷ καὶ νῦν ὥσπερ οὖν καὶ πολλάκις μάρτυρι χρήσομαι καὶ ἐλέγχῳ τῆς περὶ οὓς ὑπολαμβάνουσιν θεοὺς πλάνης, ὡς ἂν ἐκ τῶν οἰκείων βελῶν καὶ τοξευμάτων βαλλόμενοι 5.5.6 καταισχύνοιντο. οὕτως γὰρ καὶ γένοιτ' ἂν ἡμῖν ἐξ αὐτῶν τῶν τοῖς θεοῖς προσφιλῶν καὶ δὴ καὶ εὐσεβῶν νενομισμένων ἀκριβῶς τε τὸν περὶ τῶν οἰκείων λόγον διηρευνηκότων ἀνελλιπὴς καὶ ἀπαραίτητος ἡ τῶν προκειμένων ἀπόδει5.5.7 ξις. γράφει δὲ ταῦτα ὁ δεδηλωμένος ἐν οἷς ἐπέγραψεν «Περὶ τῆς ἐκ λογίων φιλοσοφίας», ἔνθα μαρτύρεται μὴ τὰ ἀπόρρητα τῶν θεῶν ἐκφαίνειν, ἐπομνύμενός τε αὐτὸς καὶ παραγγέλλων κρύπτειν καὶ μὴ εἰς πολλοὺς ἐκφέ5.5.8 ρειν τὰ λεχθησόμενα. τίνα δὲ ἦν τὰ τοιαῦτα; τὸν Πᾶνα ∆ιονύσου