1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

109

«Ἀλλὰ δὴ ἔδει τι καὶ ἡμᾶς τῆς κωμῳδίας μετασχεῖν καὶ μὴ σεμνύνεσθαι, ὡς οὐκ ἐμπεσόντας εἰς τὴν κοινὴν παραπληξίαν, καὶ τὴν ἐμπορίαν εἰπεῖν, ἣν καὶ αὐτοὶ περὶ σοφίας ἐνεπορευσάμεθα ἐκ τῆς Ἀσίας, ὦ Κλάριε, παρὰ σοῦ· ἔστιν ἐν Τρηχῖνος αἴῃ κῆπος Ἡρακλήιος πάντ' ἔχων θάλλοντα, πᾶσι δρεπόμενος πανημαδόν, οὐδ' ὀλιζοῦται, βέβριθε δ' ὑδάτεσιν διηνεκές. 5.22.2 εἶτ' ἐγὼ ἀκούσας ὁ βάκηλος καὶ αὐτὸς ὑπὸ τοῦ Ἡρακλέος ἐφυσήθην, καὶ τοῦ Ἡρακληίου κήπου θάλλοντος Ἡσιόδειόν τινα ὀνειροπολῶν ἱδρῶτα διὰ τὴν 5.22.3 Τρηχῖνα καὶ ῥηιδίην αὖθις ζωὴν διὰ τὸν θάλλοντα κῆπον. εἶτά μοι ἐπερο μένῳ εἴ μοι συναίρονται οἱ θεοί, εἷς τις ἐκ τῶν πολλῶν λέγει, ἐπομνύμενος αὐτοὺς τοὺς συναιρομένους θεούς, ἦ μὴν παρὰ σοῦ ἀκηκοέναι αὐτὸ τοῦτο 5.22.4 Καλλιστράτῳ δεδομένον Ποντικῷ τινὶ ἐμπόρῳ. ἐγὼ οὖν ὡς ἤκουσα, πῶς οἴει ἠγανάκτησα, ὡς δὴ τῆς ἀρετῆς ὑπ' αὐτοῦ ἀποστερούμενος; ἀλλὰ καίπερ ὅμως δυσφορῶν ἀνεσκοπούμην τὸν ἔμπορον, εἴ τι κἀκεῖνος ἐθάλφθη ὑπὸ τοῦ Ἡρακλέος· ἐφαίνετο δὴ οὖν κἀκεῖνος πόνον τινὰ πονεῖν καὶ κέρδους ἐφίεσθαι 5.22.5 καὶ βίον τινὰ ἡδὺν ἐκ τοῦ κέρδους προσδοκᾶν. ὡς δ' ἐφαίνετο ὁ ἔμπορος ἐξισούμενος, οὐκέτι τὸν χρησμὸν ἐδεχόμην οὐδὲ τὸν Ἡρακλέα, ἀλλ' ἀπηξίουν τῶν αὐτῶν κοινωνεῖν, εἴς τε τοὺς παρόντας πόνους αὐτῶν ἀποβλέπων καὶ τὰς 5.22.6 ἐν ἐλπίδι φάτνας. ἀλλ' οὐδὲ ὁ λῃστὴς ἄμοιρος τοῦ χρησμοῦ ἐφαίνετο οὐδὲ ὁ στρατιώτης οὐδὲ ἐρῶν ἀνὴρ οὐδὲ ἐρῶσα γυνὴ οὐδὲ κόλαξ οὐδὲ ῥήτωρ οὐδὲ συκοφάντης· ἑκάστῳ γὰρ ὧν ἐπιθυμεῖ ἡγεῖσθαι μὲν τὸν πόνον, προσδοκᾶσθαι δὲ τὴν εὐφροσύνην.» 5.22.7 Ταῦτα ἐκθέμενος εὐθὺς ἐπισυνάπτει ὡς καὶ δεύτερον ἐρωτήσας καὶ τρίτον οὐδὲν εἰδότας ἔγνω τοὺς θαυμασίους, μόνῳ δὲ τῷ τῆς ἀσαφείας σκότῳ τὴν σφῶν ἄγνοιαν ἐπικρύπτοντας. λέγει δ' οὖν· 5.23.1 κγʹ. ΟΤΙ ΤΩΙ ΤΗΣ ΑΣΑΦΕΙΑΣ ΣΚΟΤΩΙ ΤΗΝ ΣΦΩΝ ΑΓΝΟΙΑΝ ΕΠΙΚΡΥΠΤΟΥΣΙΝ

«Ἐπεὶ δέ μοι τὰ τῆς ἐμπορίας ἤδη πρὸ ὁδοῦ ἦν, ἀνδρὸς δὲ ἔδει τοῦ ξεναγωγήσοντος ἐπὶ τὴν σοφίαν, ἄπορος δὲ ἐφαίνετο οὗτος, σὲ ἐδεόμην καὶ τούτου γενέσθαι ἐνδείκτην· «Ἔν σε τοῖσιν εὐπελέσσιν ἠδ' Ἀχαιοῖσιν χρέως θήσεται, τὸ δ' ἐκτεκμαρθὲν οὐδὲ μήν σ' ἀμφεύξεται.» 5.23.2 τί φῄς; εἰ δ' ἀγαλματοποιός τις ἢ ζωγράφος ἐπεθύμουν γενέσθαι καὶ διδασκάλους ἐζήτουν, ἆρά μοι ἤρκει ἀκοῦσαι «ἔν σε τοῖσιν εὐπελέσσιν», ἀλλ' οὐκ ἂν 5.23.3 μαίνεσθαι εἶπον τὸν λέγοντα; ἀλλὰ τοῦτο μὲν ἴσως οὐχ ἱκανὸς εἶ διανοῆσαι, ἀσάφειαν γὰρ ἔχει πολλὴν τὰ ἀνθρώπεια ἤθη· ὅπου δέ μοι ἐκ Κολοφῶνος ἄμεινον πορεύεσθαι, οὐκέθ' οὕτως ἀφανὲς τῷ θεῷ· ἐκ τανυστρόφοιο λᾶας σφενδόνης ἱεὶς ἀνὴρ χῆνας ἐνάριζεν βολαῖσιν ἀσπέτους ποιηβόρους. τοὺς δὲ ἀσπέτους ποιηβόρους χῆνας τίς μοι μηνύσει ὅ τί ποτε λέγουσιν; τίς δὲ τὴν τανύστροφον σφενδόνην; ὁ Ἀμφίλοχος ἢ ὁ ∆ωδωναῖος ἢ σὺ ἐν ∆ελφοῖς εἰ γενοίμην, οὐκ ἀπάγξῃ που ἀπελθὼν τῇ τανυστρόφῳ σφενδόνῃ μετὰ τοῦ ἀδιανοήτου ποιήματος;» 5.23.4 Ἀλλὰ γὰρ τούτων ὧδε ἐληλεγμένων ὥρα συνιδεῖν αὖθις ἄνωθεν ὅπως τοὺς παλαιτάτους χρησμοὺς τοὺς ἐν ∆ελφοῖς ὁ αὐτὸς ἀπελέγχει, τοὺς δὴ μάλιστα ἐν ταῖς Ἑλληνικαῖς ἱστορίαις θαυμαζομένους. 5.23.5 «Πολὺς ἦν ὁ Περσῶν στρατὸς ὡπλισμένος κατὰ Ἀθηναίων, οὐδ' ἦν τις αὐτοῖς ἄλλη σωτηρίας ἐλπὶς ἢ μόνος ὁ θεός· οἳ δὴ τοῦτον ὅστις ἦν εἰδότες 5.23.6 τὸν πατρῷον ἀρωγὸν ἐπεκαλοῦντο· ὁ ἐν ∆ελφοῖς Ἀπόλλων οὗτος ἦν. τί οὖν ὁ θαυμαστὸς οὗτος; ἆρά γε τῶν οἰκείων ὑπερεμάχει; ἆρα λοιβῆς καὶ κνίσης ἐμέμνητο καὶ ὧν αὐτῷ συνήθως ἐτέλουν τὰς ἑκατόμβας ἐπιθύοντες; οὐμενοῦν. ἀλλὰ τί φησιν; φεύγειν, καὶ φεύγειν ξύλινον τεῖχος παρασκευασαμένους, οὕτω τὸ ναυτικὸν δηλῶν, δι' οὗ μόνου φησὶν αὐτοὺς σωθήσεσθαι τῆς 5.23.7 πόλεως ἐμπρησθείσης. ὦ μεγάλης θεοῦ βοηθείας. εἶτα πολιορκίαν οὐ μόνον τῶν ἄλλων κατὰ τὴν πόλιν οἰκοδομημάτων, ἀλλὰ καὶ αὐτῶν