1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

48

ἀθανασίας, ὧν ἐνίους καὶ βασιλεῖς γεγονέναι κατὰ τὴν Αἴγυπτον. μεθερμηνευομένων δ' αὐτῶν τινὰς μὲν ὁμωνύμους ὑπάρχειν τοῖς οὐρανίοις, τινὰς δ' ἰδίαν ἐσχηκέναι προσηγορίαν, Ἥλιον τε καὶ Κρόνον καὶ Ῥέαν, ἔτι δὲ ∆ία τὸν ὑπό τινων Ἄμμωνα προσαγορευόμενον, πρὸς δὲ τούτοις Ἥραν καὶ Ἥφαιστον, ἔτι δὲ Ἑστίανκαὶ τελευταῖον Ἑρμῆν. καὶ πρῶτον μὲν Ἥλιον βασιλεῦσαι τῶν κατ' Αἴγυπτον, ὁμώνυμον ὄντα τῷ κατ' οὐρανὸν ἄστρῳ.» 3.3.11 Ταῦτα μὲν οὖν ὁ δηλωθεὶς συγγραφεύς. καὶ ὁ Πλούταρχος δὲ ἐν τῷ Περὶ τῶν κατὰ τὴν Ἶσιν αὐτοῦ συγγράμματι τάδε γράφει κατὰ λέξιν·

γʹ. ΕΤΙ ΠΕΡΙ ΤΩΝ ΑΥΤΩΝ «Ἀπ' ἄλλης δὲ ἀρχῆς τῶν φιλοσοφώτερόν τι λέγειν δοκούντων τοὺς ἁπλουστάτους σκεψώμεθα πρῶτον. οὗτοι δ' εἰσὶν οἱ λέγοντες, ὥσπερ Ἕλληνες Κρόνον ἀλληγοροῦσι τὸν χρόνον, Ἥραν δὲ τὸν ἀέρα, γένεσιν δὲ Ἡφαίστουτὴν εἰς πῦρ ἀέρος μεταβολήν, οὕτω παρ' Αἰγυπτίοις Νεῖλον εἶναι τὸν Ὄσιριν Ἴσιδι συνόντα τῇ γῇ, Τυφῶνα δὲ τὴν θάλασσαν, εἰς ἣν ὁ Νεῖλος ἐμπίπτων ἀφανίζεται.» 3.3.12 Ταῦτα καὶ τὰ τοιαῦτα εἰπὼν πάλιν εἰς δαίμονας ἀναφέρει τοὺς περὶ τῶν δηλουμένων θεῶν μύθους καὶ πάλιν ἄλλως ἀποδίδωσι καὶ αὖθις ἑτέρως 3.3.13 ἀλληγορῶν. ἦν δ' ἂν κατὰ λόγον πυθέσθαι ὁποτέρων θεῶν τὰ ξόανα τὰς ἐντετυπωμένας μορφὰς σῴζειν φήσουσι. πότερα δαιμόνων, ἀλλὰ πυρὸς καὶ ἀέρος καὶ γῆς καὶ ὕδατος; ἢ ἀνδρῶν καὶ γυναικῶν εἰκόνας καὶ ζῴων ἀλόγων 3.3.14 καὶ θηρίων σχήματα; ἐπεὶ γὰρ καὶ πρὸς αὐτῶν συγκεχώρηται ὁμωνύμως ἡλίῳ καὶ τοῖς καθόλου στοιχείοις θνητούς τινας ἄνδρας γεγονέναι καὶ τούτους θεοὺς ἀνηγορεῦσθαι, τίνων εἰκὸς ἂν εἴη λέγειν μορφὰς εἶναι καὶ εἰκόνας τὰς ἐν τοῖς ἀψύχοις ξοάνοις γλυφάς; πότερον τῶν καθόλου στοιχείων ἤ, ὅπερ καὶ τὸ ἐναργὲς τῆς ὄψεως ἐπιδείκνυσιν, τῶν ἐν νεκροῖς κειμένων θνητῶν; 3.3.15 ἀλλ' εἰ καὶ αὐτοὶ μὴ λέγοιεν, ὅ γέ τοι ἀληθὴς λόγος βοᾷ καὶ κέκραγεν, μονονουχὶ φωνὴν ἀφιείς, θνητοὺς ἄνδρας μαρτυρῶν γεγονέναι τοὺς δηλουμένους. ὁ δὲ Πλούταρχος καὶ τῶν σωμάτων αὐτῶν ἐκ περιουσίας τὸν ποιὸν ὑπογράφει τοῦ σχήματος χαρακτῆρα, ἐν τοῖς Περὶ τῆς Ἴσιδος καὶ τῶν Αἰγυπτίων θεῶν ὧδέ πως λέγων· 3.3.16 «Ἱστοροῦσι γὰρ Αἰγύπτιοι τὸν μὲν Ἑρμῆν τῷ σώματι γενέσθαι γαλιάγκωνα, τὸν δὲ Τυφῶνα τῇ χροιᾷ πυρρόν, λευκὸν δὲ τὸν Ἄρην καὶ μελάγχρουν τὸν Ὄσιριν, ὡς τῇ φύσει γεγονότας ἀνθρώπους.» 3.3.17 Ταῦτα καὶ ὁ Πλούταρχος. νεκρῶν ἄρα ἡ πᾶσα αὐτῶν θεοποιία καθέστηκεν· πέπλασται δὲ αὐτοῖς τὰ τῆς φυσιολογίας. τί γὰρ χρῆν ἀνδρῶν καὶ γυναικῶν σχήματα ζῳοπλαστεῖν, παρὸν καὶ δίχα τούτων ἥλιον σέβειν καὶ σελήνην 3.3.18 καὶ τὰ λοιπὰ τοῦ κόσμου στοιχεῖα; ποτέροις δὲ τούτων καὶ ἐκ τίνων ἀρξάμενοι τὰς τοιάσδε προσηγορίας ἐπεφήμισαν; οἷον λέγω τὸν Ἥφαιστον καὶ τὴν Ἀθηνᾶν ∆ία τε καὶ Ποσειδῶνα καὶ Ἥραν. ἆρα γὰρ ταῦτα τῶν καθόλου στοιχείων πρότερον ὄντα ὀνόματα δεύτερον αὐτὰ τοῖς θνητοῖς ὁμωνύμως τοῖς οὐρανίοις ἐπιτεθείκασιν, ἢ τοὔμπαλιν ἐκ τῆς παρ' ἀνθρώποις ἐπικλήσεως τὴν 3.3.19 μεταφορὰν ἐπὶ τὰς οὐσίας πεποίηνται; καὶ τί χρὴ θνηταῖς προσηγορίαις τὰς καθόλου φύσεις ἐπιφημίζειν; τὰ δὲ καθ' ἕκαστον θεὸν μυστήρια οἵ τε ὕμνοι καὶ αἱ ᾠδαὶ καὶ τῶν τελετῶν τὰ ἀπόρρητα πότερον τῶν καθόλου στοιχείων ἢ τῶν πάλαι θνητῶν ἀνδρῶν τῶν τοῖς θεοῖς ὁμωνύμων ἐπάγονται 3.3.20 τὰ σύμβολα; ἀλλὰ γὰρ πλάνας καὶ μέθας καὶ ἔρωτας φθοράς τε γυναικῶν καὶ ἀνδρῶν ἐπιβουλὰς καὶ μυρία ἄττα, θνητὰ ὡς ἀληθῶς καὶ αἰσχρὰ καὶ ἄσεμνα, πῶς ἄν τις ἀναθείη τοῖς καθόλου στοιχείοις, αὐτόθεν τὸ θνητὸν καὶ ἀνθρω3.3.21 ποπαθὲς ἐπενηνεγμένα; ὥστε ἐκ τούτων ἁπάντων ἁλίσκεσθαι τὴν θαυμαστὴν ταύτην καὶ γενναίαν φυσιολογίαν κατ' οὐδὲν ἀληθείας ἡμμένην οὐδέ τι θεῖον ἀληθῶς ἐπαγομένην, βεβιασμένην δὲ καὶ διεψευσμένην ἔχουσαν τὴν ἔξωθεν σεμνολογίαν.