1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

34

περὶ τὴν Ἀφροδίτην μαχλῶντα ὄργια ἐκ νυκτὸς ἡμέρᾳ παραδοῦναι τολμήσας, φιλοτιμούμενος θειάσαι πόρνην πο2.3.13 λίτιδα. Μελάμποδα δὲ τὸν Ἀμυθάονος ἄλλοι φασὶν ἐξ Αἰγύπτου μετακομίσαι τῇ Ἑλλάδι τὰς ∆ηοῦς ἑορτάς, πένθος ὑμνούμενον. τούτους ἔγωγ' ἂν ἀρχεκάκους φήσαιμι μύθων ἀθέων καὶ δεισιδαιμονίας ὀλεθρίου πατέρας, σπέρμα κακίας καὶ φθορᾶς ἐγκαταφυτεύσαντας τῷ βίῳ τὰ μυστήρια. 2.3.14 Ἤδη δέ καὶ γὰρ καιρός αὐτὰ ὑμῶν τὰ ὄργια ἐξελέγξω ἀπάτης καὶ τερατείας ἔμπλεα. καὶ εἰ μεμύησθε, μᾶλλον ἐπιγελάσεσθε τοῖς μύθοις ὑμῶν τούτοις τοῖς τιμωμένοις. ἀγορεύσω δὲ ἀναφανδὸν τὰ κεκρυμμένα, οὐκ αἰδούμενος 2.3.15 λέγειν ἃ προσκυνεῖν οὐκ αἰσχύνεσθε. ἡ μὲν οὖν «ἀφρογενής» τε καὶ «κυπρογενής», ἡ Κινύρᾳ φίλη τὴν Ἀφροδίτην λέγω, τὴν «φιλομηδέα, ὅτι μηδέων ἐξεφαάνθη», μηδέων ἐκείνων τῶν ἀποκεκομμένων Οὐρανοῦ, τῶν λάγνων, τῶν μετὰ τὴν τομὴν τὸ κῦμα βεβιασμένων, ὡς ἀσελγῶν ὑμῖν μορίων ἄξιος Ἀφροδίτη γίνεται καρπός, ἐν ταῖς τελεταῖς ταύτης τῆς πελαγίας ἡδονῆς τεκμήριον τῆς γονῆς ἁλῶν χόνδρος καὶ φαλλὸς τοῖς μυουμένοις τὴν τέχνην τὴν μοιχικὴν ἐπιδίδοται, νόμισμα δὲ εἰσφέρουσιν αὐτῇ οἱ μυούμενοι ὡς ἑταίρᾳ ἐρασταί. 2.3.16 ∆ηοῦς δὲ μυστήρια καὶ ∆ιὸς πρὸς μητέρα ∆ήμητραν Ἀφροδίσιοι συμπλοκαὶ καὶ μῆνις οὐκ οἶδ' ὅ τι φῶ λοιπόν, μητρὸς ἢ γυναικός τῆς ∆ηοῦς, ἧς δὴ χάριν Βριμὼ προσαγορευθῆναι λέγεται· ἱκετηρίαι ∆ιὸς καὶ πόμα χολῆς καὶ 2.3.17 καρδιουλκίαι καὶ ἀρρητουργίαι· ταῦτα οἱ Φρύγες τελίσκουσιν Ἄττιδι καὶ Κυβέλῃ καὶ Κορύβασιν. τεθρυλήκασι δὲ ὡς ἄρα ἀποσπάσας ὁ Ζεὺς τοῦ κριοῦ τοὺς διδύμους φέρων ἐν μέσοις ἔρριψε τοῖς κόλποις τῆς ∆ηοῦς, τιμω2.3.18 ρίαν ψευδῆ τῆς βιαίας συμπλοκῆς ἐκτιννύων, ὡς ἑαυτὸν δῆθεν ἐκτεμών. τὰ σύμβολα τῆς μυήσεως ταύτης ἐκ περιουσίας παρατεθέντα οἶδ' ὅτι κινήσει γέλωτα καὶ μὴ γελασείουσιν ὑμῖν διὰ τοὺς ἐλέγχους· «ἐκ τυμπάνου ἔφαγον, ἐκ κυμβάλου ἔπιον, ἐκερνοφόρησα, ὑπὸ τὸν παστὸν ὑπέδυν». ταῦτα οὐχ ὕβρις τὰ σύμβολα; οὐ χλεύη τὰ μυστήρια; 2.3.19 Τί δ' εἰ καὶ τὰ ἐπίλοιπα προσθείην; κυεῖ μὲν ἡ ∆ημήτηρ, ἀνατρέφεται 2.3.19 δὲ ἡ κόρη, μίγνυται δ' αὖθις ὁ γεννήσας οὑτοσὶ Ζεὺς τῇ Φερεφάττῃ τῇ ἰδίᾳ θυγατρὶ μετὰ τὴν μητέρα τὴν ∆ηώ, ἐκλαθόμενος τοῦ προτέρου μύσους, καὶ 2.3.20 μίγνυται δράκων γενόμενος, ὃς ἦν ἐλεγχθείς. Σαβαζίων γοῦν μυστηρίων σύμβολον τοῖς μυουμένοις ὁ διὰ κόλπου θεὸς θέων· δράκων δέ ἐστιν οὗτος διελκόμενος τοῦ κόλπου τῶν τελουμένων, ἔλεγχος ἀκρασίας ∆ιός. κυεῖ καὶ 2.3.21 ἡ Φερέφαττα παῖδα ταυρόμορφον. ἀμέλει φησί τις ποιητὴς εἰδωλικός· ταῦρος δράκοντος καὶ πατὴρ ταύρου δράκων, ἐν ὄρει τὸ κρύφιον βουκόλος τὸ κέντρον· βουκολικόν, οἶμαι, κέντρον τὸν νάρθηκα ἐπικαλῶν, ὃν δὴ ἀναστέφουσιν οἱ Βάκχοι. 2.3.22 Βούλει καὶ τὰ Φερεφάττης ἀνθολόγια διηγήσωμαί σοι καὶ τὸν κάλαθον καὶ τὴν ἁρπαγὴν τὴν ὑπὸ Ἀϊδωνέως καὶ τὸ χάσμα τῆς γῆς καὶ τὰς ὗς τὰς Εὐβουλέως τὰς συγκαταποθείσας ταῖν θεαῖν, δι' ἣν αἰτίαν ἐν τοῖς Θεσμοφο2.3.23 ρίοις μεγαρίζοντες χοίρους ἐμβάλλουσι; ταύτην τὴν μυθολογίαν ποικίλως κατὰ πόλιν αἱ γυναῖκες ἑορτάζουσιν, Θεσμοφόρια, Σκιροφόρια, Ἀρρητοφόρια, πολυτρόπως τὴν Φερεφάττης ἐκτραγῳδοῦσαι ἁρπαγήν. τὰ γὰρ ∆ιονύσου μυστήρια τέλεον ἀπάνθρωπα, ὃν εἰσέτι παῖδα ὄντα ἐνόπλῳ κινήσει περιχορευόντων Κουρήτων, δόλῳ δὲ ὑποδύντων Τιτάνων, ἀπατήσαντες παιδαριώδεσιν ἀθύρμασιν οὗτοι δὴ οἱ Τιτᾶνες διέσπασαν ἔτι νηπίαχον ὄντα, ὡς ὁ τῆς τελετῆς ποιητὴς Ὀρφεύς φησιν ὁ Θρᾴκιος· κῶνος καὶ ῥόμβος καὶ παίγνια καμπεσίγυια μῆλά τε χρύσεα καλὰ παρ' Ἑσπερίδων λιγυφώνων. 2.3.24 Καὶ τῆσδε ὑμῖν τῆς τελετῆς τὰ ἀχρεῖα σύμβολα οὐκ ἀχρεῖον εἰς κατάγνωσιν παραθέσθαι· ἀστράγαλος, σφαῖρα, στρόβιλος, μῆλα, ῥόμβος, ἔσοπτρον, 2.3.25 πόκος. Ἀθηνᾶ μὲν οὖν τὴν καρδίαν τοῦ ∆ιονύσου ὑφελομένη Παλλὰς ἐκ τοῦ πάλλειν τὴν καρδίαν προσηγορεύθη· οἱ δὲ Τιτᾶνες, οἱ καὶ διασπάσαντες αὐτόν, λέβητά τινα τρίποδι ἐπιθέντες καὶ τοῦ ∆ιονύσου ἐμβαλόντες τὰ μέλη καθήψουν πρότερον, ἔπειτα ὀβελίσκοις ἀμπείραντες ὑπείρεχον Ἡφαίστοιο. 2.3.26 Ζεὺς δὲ ὕστερον ἐπιφανείς-εἰ