1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

213

ΚΟΣΜΟΥ ΕΤΗ ΕΨΟΣ Τῆς θείας σαρκώσεως ἔτη σοςʹ Τὰ ὑπόλοιπα τοῦ Ῥωμαίων βασιλέως Κάρου Τῷ βʹ αὐτοῦ ἔτει Κᾶρος ἀνὴρ Γαλάτης ἀνδρεῖος ὑπάρχων ἐχειρώσατο Σαρμάτας ἐπαναστάντας. πολεμήσας δὲ καὶ Πέρσαις παρέλαβε Κτησι φῶντα· ὃς παρὰ τῷ ποταμῷ Τίγριδι διαστρατοπεδευόμενος κεραυνοῦ κατασκήψαντος ἀθρόως ἅμα τῇ σκηνῇ διαφθείρεται. Μεθ' ὃν ὁ Νουμεριανὸς υἱὸς αὐτοῦ βασιλεύει λʹ μόνας ἡμέρας. ἐπανιὼν γὰρ ἐκ Περσῶν καὶ ὀφθαλμιάσας ὑπὸ τοῦ ἰδίου πενθεροῦ φονεύεται, τὴν μὲν προσηγορίαν Ἄπερος, ἐξάρχου δὲ κατὰ τὸ στρατόπεδον ὄντος καὶ βασι λεῦσαι σπουδάσαντος, πλὴν ἀλλὰ τῆς ἐλπίδος ἀποτυχόντος· ἡ στρατεία γὰρ πᾶσα ∆ιοκλητιανὸν ἀνηγόρευσε βασιλέα συστρατευσάμενον τῷ Κάρῳ τότε καὶ πολλὴν ἀνδρείαν ἐπιδειξάμενον, ∆αλμάτην τὸ γένος καὶ τῆς συγ κλήτου βουλῆς μετέχοντα, ἐν ὑπατείαις ἠξιωμένον. ἦν δὲ τότε κατὰ τὴν Ῥώμην Καρῖνος ὁ Κάρου παῖς ὑπὸ τοῦ πατρὸς ἐκεῖ καταλειφθείς, ἡνίκα ἐπὶ Πέρσας ἐστράτευσε, χαλεπὸς τοῖς Ῥωμαίοις φανείς. ∆ιοκλητιανὸς δὲ παραλαβὼν τὴν ἀρχὴν τὸν μὲν ὕπαρχον Ἄπερα τὸν τοῦ Νουμεριανοῦ σφα γέα παραχρῆμα φονεύει, τὸν δὲ Καρῖνον ἀδίκως τῇ ἀρχῇ χρώμενον ἀνα ζεύξας εἰς Ῥώμην ἀναιρεῖ, καὶ ἄριστος κατὰ πᾶσαν τὴν ἡγεμονίαν φανεὶς τοῖς Ῥωμαίοις ἐβασίλευσεν κʹ χρόνους. 473 Ῥώμης κηʹ ἐπίσκοπος Γάιος ἔτη ιεʹ. Ἀντιοχείας ιηʹ ἐπίσκοπος Κύριλλος ἔτη ιεʹ. Ἀλεξανδρείας ιςʹ ἐπίσκοπος Θεωνᾶς ἔτη ιθʹ. Ἱεροσολύμων ληʹ ἐπίσκοπος Ὑμέναιος ἔτη ιβʹ. Ἐκ τῆς ἐκκλησιαστικῆς συγγραφῆς Εὐσεβίου τοῦ Παμφίλου περὶ Παύλου τοῦ Σαμοσάτων καὶ τῆς κακίας αὐτοῦ Ἐν τούτῳ δὲ καὶ ∆ημητριανοῦ κατὰ Ἀντιόχειαν τὸν βίον μεταλλάξαντος τὴν ἐπισκοπὴν Παῦλος ὁ Σαμοσάτων παραλαμβάνει. τούτου δὲ ταπεινὰ καὶ χαμαιπετῆ περὶ τοῦ Χριστοῦ παρὰ τὴν ἐκκλησιαστικὴν διδασκαλίαν φρονήσαντος, ὡς κοινοῦ τὴν φύσιν ἀνθρώπου γενομένου, ὁ μὲν κατὰ Ἀλεξάνδρειαν ∆ιονύσιος παρακληθείς, ὡς ἂν ἐπὶ τὴν σύνοδον ἀφίκοιτο, γῆρας ὁμοῦ καὶ ἀσθένειαν τοῦ σώματος αἰτιασάμενος ἀνατίθεται τὴν παρουσίαν, δι' ἐπιστολῆς τὴν αὐτοῦ γνώμην ἣν ἔχει περὶ τοῦ ζητουμένου παραστήσας. οἱ δὲ λοιποὶ τῶν ἐκκλησιῶν ποιμένες ἄλλος ἄλλοθεν ὡς ἐπὶ λυμεῶνα τῆς Χριστοῦ ποίμνης συνῄεσαν οἱ πάντες ἐπὶ τὴν Ἀντιόχειαν σπεύδοντες. τούτων οἳ μάλιστα διέπρεπον, Φιρμιλιανὸς μὲν τῆς Καππα δοκῶν Καισαρείας ἐπίσκοπος ἦν, Γρηγόριος δὲ καὶ Ἀθηνόδωρος ἀδελφοὶ τῶν κατὰ Πόντον παροικιῶν ποιμένες, καὶ ἐπὶ τούτοις Ἕλενος τῆς ἐν Ταρσῷ παροικίας καὶ Νικομᾶς τῆς ἐν Ἰκονίῳ, οὐ μὴν ἀλλὰ τῆς ἐν Ἱεροσολύμοις ἐκκλησίας Ὑμέναιος, τῆς ὁμόρου ταύτης Καισαρείας Μάξιμος ἔτι πρὸς τούτοις, τῶν κατὰ Βόστραν δὲ καὶ οὗτος ἀδελφῶν διαπρεπῶς ἡγεῖτο· μυρίους τε ἄλλους οὐκ ἂν ἀπορήσαι τις ἅμα πρεσβυτέροις καὶ δια κόνοις τῆς αὐτῆς ἕνεκεν αἰτίας ἐν τῇ προειρημένῃ πόλει συγκροτηθέντας ἀπαριθμούμενος· ἀλλὰ τούτων γε οἱ μάλιστα ἐπιφανεῖς οἵδε ἦσαν. πάν των οὖν κατὰ καιροὺς διαφόρως καὶ πολλάκις ἐπὶ ταὐτὸ συνιόντων λόγοι καὶ ζητήσεις καθ' ἑκάστην ἀνεκινοῦντο σύνοδον, τῶν μὲν ἀμφὶ τὸν Σαμο σατέα τὰ τῆς κακοδοξίας ἐπικρύπτειν ἔτι καὶ παρακαλύπτεσθαι πειρω μένων, τῶν δὲ ἀπογυμνοῦν καὶ εἰς φανερὸν ἄγειν τὴν αἵρεσιν καὶ τὴν εἰς Χρι στὸν βλασφημίαν αὐτοῦ διὰ σπουδῆς ποιουμένων. ἐν τούτῳ δὲ ∆ιονύσιος τε 474 λευτᾷ κατὰ τὸ ιβʹ ἔτος τῆς Γαλιηνοῦ βασιλείας προστὰς τῆς κατὰ Ἀλεξάν δρειαν ἐπισκοπῆς ἔτεσι ιζʹ, διαδέχεται δ' αὐτὸν Μάξιμος. Γαλιηνοῦ δὲ ἐφ' ὅλοις ἐνιαυτοῖς πεντεκαίδεκα τὴν ἀρχὴν κεκρατηκότος Κλαύδιος κατ έστη διάδοχος. δεύτερον οὗτος διελθὼν ἔτος Αὐρηλιανῷ μεταδίδωσι τὴν ἡγεμονίαν. Καθ' ὃν τελευταίας συγκροτηθείσης πλείστων ὅσων ἐπισκόπων συνό δου, φωραθεὶς καὶ πρὸς ἁπάντων ἤδη σαφῶς καταγνωσθεὶς ἑτεροδοξίαν ὁ τῆς κατὰ Ἀντιόχειας αἱρέσεως ἀρχηγός, ἐκ τῆς ὑπὸ τὸν οὐρανὸν καθολι κῆς ἐκκλησίας ἀποκηρύττεται. μάλιστα δ' αὐτὸν εὐθύνας ἐπικρυπτόμενον διήλεγξε Μαλχίων, ἀνὴρ τά τε ἄλλα λόγιος καὶ σοφίας