1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

43

μὲν κατὰ τὴν τῶν οʹ ἑρμηνείαν, κατὰ δὲ τὸ παρ' Ἰουδαίοις Ἑβραϊκὸν Ἀδὰμ γενόμενος ἐτῶν ρλʹ γεννᾷ τὸν Σήθ, καὶ ἐπέζησεν ἔτη ωʹ ἕως ν ςʹ ἔτους Λάμεχ. 93 Σὴθ γενόμενος ἐτῶν ρεʹ γεννᾷ τὸν Ἐνώς, καὶ ἐπέζησεν ἔτη ωζʹ μέχρι ρξηʹ ἔτους Λάμεχ. Ἐνὼς γενόμενος ἐτῶν ζʹ γεννᾷ τὸν Καϊνᾶν, καὶ ἐπέζησεν ἔτη ωιεʹ μέχρις πδʹ ἔτους Νῶε. Καϊνᾶν γενόμενος ἐτῶν οʹ γεννᾷ τὸν Μαλελεήλ, καὶ ἐπέζησεν ἔτη ωμʹ μέχρις ροθʹ ἔτους Νῶε. Μαλελεὴλ γενόμενος ἐτῶν ξεʹ γεννᾷ τὸν Ἰάρεδ, καὶ ἐπέζησεν ἔτη ωλʹ μέχρις σλδʹ ἔτους Νῶε. Ἰάρεδ δὲ γενόμενος ἐτῶν ρξβʹ γεννᾷ τὸν Ἐνώχ, καὶ ἐπέζησεν ἔτη ωʹ μέχρις τξ ςʹ ἔτους Νῶε. Ἐνὼχ γενόμενος ἐτῶν ξεʹ γεννᾷ τὸν Μαθουσάλα, καὶ ἐπέζησεν ἔτη τʹ καὶ μετετέθη ἐν ἔτει ριγʹ Λάμεχ. Μαθουσάλα γενόμενος ἐτῶν ρπζʹ γεννᾷ τὸν Λάμεχ, καὶ ἐπέζησεν ἔτη ψπβʹ ἕως αὐτοῦ τοῦ κατακλυσμοῦ. Εὐσεβίου πρὸς λέξιν περὶ τοῦ παρὰ Σαμαρείταισ Κατὰ δὲ τὸ παρὰ Σαμαρείταις Ἑβραϊκὸν Ἀδὰμ γενόμενος ἐτῶν ρλʹ γεννᾷ τὸν Σήθ, καὶ ἐπέζησεν ἔτη ωʹ μέχρις σκγʹ ἔτους Νῶε. Σὴθ γενόμενος ἐτῶν ρεʹ γεννᾷ τὸν Ἐνώς, καὶ ἐπέζησεν ἔτη ωζʹ ἕως τλεʹ ἔτους Νῶε. Ἐνὼς γενόμενος ἐτῶν ζʹ γεννᾷ τὸν Καϊνᾶν, καὶ ἐπέζησεν ἔτη ωιεʹ μέχρις υλγʹ ἔτους Νῶε. Καϊνᾶν γενόμενος ἐτῶν οʹ γεννᾷ τὸν Μαλελεήλ, καὶ ἐπέζησεν ἔτη ωμʹ μέχρις φκηʹ ἔτους Νῶε. Μαλελεὴλ γενόμενος ἐτῶν ξεʹ γεννᾷ τὸν Ἰάρεδ, καὶ ἐπέζησεν ἔτη ωλʹ μέχρις φλγʹ ἔτους Νῶε. Ἰάρεδ γενόμενος ἐτῶν ξβʹ γεννᾷ τὸν Ἐνώχ, καὶ ἐπέζησεν ἔτη ψπεʹ μέχρις αὐτοῦ τοῦ κακακλυσμοῦ. Ἐνὼχ γενόμενος ἐτῶν ξʹ γεννᾷ τὸν Μαθουσάλα, καὶ ἐπέζησεν ἔτη τʹ, μετετέθη ἐν ἔτει ρπʹ τοῦ Νῶε. Μαθουσάλα γενόμενος ἐτῶν ξζʹ γεννᾷ τὸν Λάμεχ, καὶ ἐπέζησεν ἔτη χνγʹ ἕως τοῦ κατακλυσμοῦ. Λάμεχ γενόμενος ἐτῶν νγʹ γεννᾷ τὸν Νῶε, καὶ ἐπέζησεν ἔτη χʹ μέχρις αὐτοῦ τοῦ κατακλυσμοῦ. 94 Κατὰ τὸ παρὸν χρονογραφεῖον Νῶε ἐτῶν φʹ ἐγέννησε τὸν Σὴμ βρμβʹ. Μετὰ δὲ ρʹ ἔτη τῷ χʹ ἔτει τοῦ Νῶε γέγονεν ὁ κατακλυσμός. Ἀπὸ Ἀδὰμ ἕως τοῦ κατακλυσμοῦ ἔτη βσμβʹ. οὕτω δὲ καὶ Εὐσέβιος καὶ ὁ ἀληθὴς λόγος καὶ τὰ πλεῖστα τῶν Μωυσαϊκῶν ἀντιγράφων περιέχουσι κατὰ τὴν τῶν οʹ ἔκδοσιν. Ὁ μέντοι Ἀφρικανὸς βσξβʹ ἐπελογίσατο ἔκ τινων σπανίων ἀντιγράφων οὕτω περιεχόντων, οἷς οὐ χρὴ πείθεσθαι. Μέχρι τοίνυν τοῦ κατακλυσμοῦ καθὼς πρόκειται διαφωνοῦσι τὰ Ἑβραϊκὰ ἀντίγραφα πρὸς τὸ Σαμαρειτῶν ἀρχαιότατον καὶ τοῖς χαρακτῆρσι διαλ λάττον, ὃ καὶ ἀληθὲς εἶναι καὶ πρῶτον Ἑβραῖοι καθομολογοῦσιν, ἔτεσι τμθʹ, πρὸς δὲ τὴν τῶν οʹ ἔκδοσιν τὸ μὲν Ἑβραϊκὸν ἔτεσιν φπ ςʹ, τὸ δὲ Σαμαρειτῶν Ϡλεʹ. Ἀφρικανὸς δὲ πρὸς Εὐσέβιον ἀπὸ Ἀδὰμ ἕως τοῦ κατακλυσμοῦ διαφωνεῖ ἔτη κʹ. Ἀφρικανοῦ Νῶε ἦν ἐτῶν χʹ ὅτε ὁ κατακλυσμὸς ἐγένετο. γίνεται τοίνυν ἀπὸ Ἀδὰμ μέχρι Νῶε καὶ τοῦ κατακλυσμοῦ ἔτη βσξβʹ. Εὐσεβίου κατὰ τοὺς οʹ Νῶε γενόμενος ἐτῶν φʹ γεννᾷ τὸν Σήμ, τὸν Χάμ, τὸν Ἰάφεθ, καὶ ἐπέζησε μέχρι τοῦ κατακλυσμοῦ ἔτη ρʹ. ἔτους χʹ Νῶε ὁ κατακλυσμὸς ἐγένετο, καὶ ἐπέζησε Νῶε μετὰ τὸν κατακλυσμὸν ἔτη τνʹ μέχρις πγʹ ἔτους Ἕβερ. Ὁμοῦ τὰ πάντα ἔτη βσμβʹ. Ταῦτα μὲν κατὰ τὴν τῶν οʹ ἑρμηνείαν. Εὐσεβίου Κατὰ δὲ τὸ παρὰ Ἰουδαίοις Ἑβραϊκὸν Νῶε γενόμενος ἐτῶν φʹ γεννᾷ τὸν Σήμ, τὸν Χάμ, τὸν Ἰάφεθ, καὶ ἐπέζη σεν ἔτη ρʹ μέχρι τοῦ κατακλυσμοῦ. 95 Ἐν ἔτει χʹ τοῦ Νῶε ὁ κατακλυσμὸς ἐγενήθη, καὶ ἐπέζησε Νῶε μετὰ τὸν κατακλυσμὸν ἔτη τνʹ μέχρις νηʹ ἔτους Ἀβραάμ. Ὁμοῦ τὰ πάντα ἔτη αχν ςʹ. ∆ιαφωνεῖ πρὸς τὴν τῶν οʹ ἑρμηνείαν ἔτεσι φπ ςʹ. Ἐν τούτοις οἱ μὲν τῶν ἄλλων τῶν ἀπὸ Ἀδὰμ καὶ ἐπὶ Νῶε χρόνοι πρὸ τῆς ἑκάστου παιδοποιίας διεστήκασι πρὸς τὴν τῶν οʹ ἑρμηνείαν, συμφω νοῦσι δὲ αὐτῇ οἱ τοῦ Ἰάρεδ καὶ τοῦ Μαθουσάλα καὶ τοῦ Λάμεχ. ἐκ δὲ τῆς τούτων συμφωνίας πάρεστι λογισμῷ λαβεῖν ὅτι καὶ τὰ πρὸ τούτων βέλτιον ἡ παρ' ἡμῖν ἀνάγνωσις ἔχει. ἀπὸ γὰρ τοῦ πλείονος χρόνου τῶν περὶ τὸν Ἰάρεδ δῆλος ἂν γένοιτο καὶ ὁ τῶν προαγόντων συντρέχειν ὀφείλων τῇ τῶν οʹ ἐκδόσει. εἰ γὰρ οἱ νεώτεροι καὶ μεταγενέστεροι τοῖς χρόνοις ταῖς τῶν ἑκατοντάδων προσθήκαις εὕρηνται κατὰ τὴν τοῦ Ἑβραϊκοῦ γραφὴν σύμ φωνοι τῇ τῶν οʹ ἑρμηνείᾳ, πόσῳ πλέον εἰκὸς ἦν τοὺς