1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

173

Αὔγουστος παρέσχε ναυμαχίαν καὶ μονομαχίαν. Γερμανοὺς κατεστρέψατο Λόλλιος Μάρκος νεωτερίσαντας. Ἀγρίππας Βόσπορον ἐχειρώσατο. Αὔγουστος μέγας ἀρχιερεὺς ἐψηφίσθη. Τὰ ὑπόλοιπα τοῦ Ἡρώδου Ὑρκανὸν ἐκ Παρθικῆς ἐπανελθόντα γηραιὸν φόβῳ τῆς εὐγενείας Ἡρώ δης ἀνεῖλεν, ὁμοίως δὲ καὶ Ἀριστόβουλον υἱὸν αὐτοῦ ἀρχιερέα. Ὁ αὐτὸς καὶ Μαριάμνην ἰδίαν γαμετὴν θυγατέρα Ὑρκανοῦ σὺν δυσὶν παισὶν αὐτοῦ ἐξ αὐτῆς ἀνδρωθεῖσιν ἤδη φονεύει καὶ τὴν Μαριάμνης μη τέρα, οἰκείαν δὲ πενθερὰν ὁ μιαιφόνος. Κατὰ τὴν Ἰουδαίαν μέγας ἐγένετο σεισμός. Ἡρώδης πολλὰ καὶ μεγάλα ἔκτισεν ἐν Ἱερουσαλήμ. Ἡρώδης τὴν πάλαι Σαμάρειαν ἔρημον οὖσαν ἐκ θεμελίων ἤγειρε, Σεβαστὴν εἰς τιμὴν τοῦ Καίσαρος ὀνομάσας. Ὁ αὐτὸς τὸ Πάνιον εἰδωλεῖον κατεσκεύασεν ἐν Παναιάδι τῷ Πανί. Λιμὸς μέγας κατὰ τὴν Ἰουδαίαν καὶ ὅλην Συρίαν ἐγένετο. 380 Ἡρώδης τὸν Ἱεροσολύμων ναὸν διπλοῦν ἀνῳκοδόμησεν. Ἡρώδης τὸν πάλαι Στράτωνος πύργον Καισάρειαν εἰς τιμὴν τοῦ Καί σαρος ἐπικτίσας ὠνόμασεν. Ὁ αὐτὸς Ἀνθηδόνα ἐπέκτισεν Ἀγριππίναν μετονομάσας, ἔτι τε Παρσανάβαν εἰς τιμὴν Ἀντιπάτρου τοῦ πατρὸς αὐτοῦ Ἀντιπατρίδα ὠνόμασε, καὶ ἄλλην εἰς οἰκεῖον ἐκάλεσεν ὄνομα πόλιν ἐγείρας Ἡρώδιον. Ὁ αὐτὸς τὴν ἐν τῇ Γαλιλαίᾳ Γαβὰλ καὶ κατὰ πάσας πόλεις Συρίας καὶ Παλαιστίνης ἐπέκτισεν. Ὁ αὐτὸς πρὸς ταῖς πολλαῖς μιαιφονίαις τὸν ἄνδρα Σαλώμης οἰκείας ἀδελφῆς ἀνεῖλε καὶ πάλιν ἕτερον αὐτῇ ἄνδρα δεύτερον ἔδωκεν. Ὁ αὐτὸς τοὺς Ἰουδαίων νομομαθεῖς καὶ τῶν πατρίων ζηλωτὰς ἀπέ κτεινεν. Ὁ αὐτὸς τὰς ἀναγράπτους Ἰουδαίων γενεαλογίας ἐνέπρησεν, ἀμάρτυρον ὡς ἑαυτῷ κἀκείνοις πραγματευόμενος τὴν εὐγένειαν. ∆έον γινώσκειν ὅτι τὸ πρῶτον ἔτος Αὐγούστου Καίσαρος ευνηʹ ἔτος ἐστὶ τοῦ κόσμου, τὸ δὲ τέλος τοῦ ευζθʹ ἔτους τοῦ κόσμου πλήρωμα τοῦ μαʹ ἔτους τοῦ αὐτοῦ Αὐγούστου ἐστὶ καὶ ἀρχὴ τοῦ μβʹ ἔτους, τοῦ δὲ Ἡρώδου ἐστὶν ἔτος λβʹ. Τῷ εφʹ ἔτει τοῦ κόσμου, τοῦ δὲ Αὐγούστου Καίσαρος μβʹ, Ἡρώδου δὲ λβʹ, μηνὶ καθ' Ἑβραίους ζʹ ιʹ, ἤτοι Σεπτεμβρίῳ κζʹ, Ζαχαρίας θυμιῶν εἰς τὸ ἁγίασμα κατὰ τὴν τάξιν τῆς ἐφημερίας αὐτοῦ, ὥς φησιν ὁ θεῖος εὐαγγελιστὴς Λουκᾶς, εἶδεν ἄγγελον τὴν τοῦ μεγάλου Ἰωάννου τοῦ προ δρόμου καὶ βαπτιστοῦ σύλληψιν εὐαγγελιζόμενον αὐτῷ, καὶ φοβηθεὶς καὶ διστάσας ἔμεινεν ἄλαλος ἕως τοῦ τοκετοῦ αὐτοῦ κατὰ τὴν ἐπιτίμησιν. 381 Σημειωτέον δὲ ἐν τῷ κατὰ Λουκᾶν εὐαγγελίῳ πῶς φησιν ὁ ἄγγελος περὶ τῆς τοῦ προδρόμου συλλήψεως πρὸς τὴν ἁγίαν παρθένον· καὶ ἰδοὺ Ἐλισά βετ ἡ συγγενής σου, τῆς μὲν ἐκ τοῦ ∆αβίδ, τῆς δὲ ἐκ τοῦ Λευὶ καταγομέ νης, περὶ οὗ ἑξῆς παρεθέμεθα. Τῷ αὐτῷ εφʹ ἔτει ἀπὸ κτίσεως κόσμου πληρουμένῳ, τῷ κηʹ τοῦ Φα μενώθ, μηνὸς Μαρτίου κδʹ, καὶ ἀρχομένῳ τῷ Φαμενὼθ κθʹ ἤτοι Μαρτίου κεʹ, ἕκτῳ μηνὶ ἀπὸ τοῦ εὐαγγελισμοῦ Ζαχαρίου καὶ τῆς τοῦ προδρόμου συλλήψεως, ἀπεστάλη ὁ ἀρχάγγελος Γαβριὴλ πρὸς τὴν ἁγίαν καὶ ὑπερ ένδοξον παρθένον τὰ τῆς παγκοσμίου σωτηρίας καὶ αἰωνίου ζωῆς εὐαγ γέλια κομίζων. ἔτος τῆς μὲν ιαʹ περιόδου τῶν φλβʹ ἐτῶν ρπαʹ ἀρχόμενον, μὴν παρ' Ἑβραίοις Νισὰν πρωτόκτιστος αʹ ἄγων ἡμέραν, ἥτις κατὰ μὲν Ῥωμαίους τῇ κεʹ τοῦ Μαρτίου μηνὸς συμπίπτει ἀεί, κατὰ δὲ Αἰγυπτίους τῇ κθʹ τοῦ Φαμενώθ, πρὸ ηʹ καλανδῶν Ἀπριλλίων, τοῦ δὲ δʹ κατ' Αἰγυ πτίους Χυὰκ μηνὸς ἤτοι κδʹ τοῦ ∆εκεμβρίου μηνός, πρὸ θʹ καλανδῶν Ἰανουαρίων, εἰς συμπλήρωσιν τῆς λαʹ ἡμέρας τοῦ Χασελεῦ, θʹ μηνὸς κατὰ τοὺς αὐτοὺς Ἑβραίους καὶ Χριστιανούς, ἡμέραι σοεʹ, καθ' ἣν τὸ κατὰ σάρ κα ἐκ τῆς ἁγίας καὶ φύσει καὶ ἀληθείᾳ κυρίως θεοτόκου καὶ ἀειπαρθένου Μαρίας τῇ ἐπιούσῃ κεʹ ἐγεννήθη ὁ κύριος ἡμῶν καὶ θεὸς Ἰησοῦς ὁ Χριστός, ὁ μονογενὴς τοῦ θεοῦ υἱός, ἐν Βηθλεὲμ πόλει τῆς Ἰουδαίας, κατὰ τὸ μγʹ ἔτος τῆς Αὐγούστου Ῥωμαίων Καίσαρος βασιλείας, ἐν ὑπατείᾳ Γουλπικίου καὶ Μαρίνου καὶ Γαΐου Πομπηίου, ὡς ἐν ἀκριβέσι καὶ πα λαιοῖς ἀντιγράφοις φέρεται. Ταῦτα οὐκ ἀφ' ἑαυτῶν συντετάχαμεν, ἀλλ' ἐκ τῶν παραδόσεων τοῦ μακαρίου