1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

185

αὐτῷ ὑπὸ τοῦ Ἰακώβου. ὁ δὲ ὀλίγα σκεψάμενος «εἰρήνη σοι» εἶπε καὶ κατεφίλησεν αὐτόν. καὶ οὕτως ἀμφότεροι ὁμοῦ ἐκαρατομή θησαν. καὶ τότε ἰδὼν Ἡρώδης ἐπὶ τῇ τοῦ Ἰακώβου ἀναιρέσει ἀρέσαντα Ἰουδαίοις ἐπιτίθεται καὶ Πέτρῳ, δεσμοῖς τε αὐτὸν παραδοὺς ἀνεῖλεν ἄν, εἰ μὴ παραδόξως ἀγγέλου ἐπιστασίᾳ τῶν δεσμῶν λυθεὶς καὶ τῆς φρουρᾶς ἐξηνέχθη. Ἀλλ' εἰ μὲν περὶ τοῦ πρώτου ἐπισκόπου Ἱεροσολύμων ταῦτα νοεῖται Ἰακώβου τοῦ ἀδελφοθέου, ἀντιπίπτει τῷ ἱστοροῦντι λόγῳ κατὰ τὸ ηʹ ἔτος Νέρωνος, ὅπερ ἦν τῆς αὐτοῦ ἐπισκοπῆς ἔτος που λʹ, λίθοις ὑπὸ Ἰου δαίων καὶ γναφικῷ ξύλῳ ἀναιρεθῆναι, ἀπὸ τοῦ πτερυγίου καταβληθέντα, ὡς καὶ αὐτὸς Εὐσέβιος ἐν τῷ κανόνι παρέθετο· εἰ δὲ περὶ ἄλλου, ὑγιὴς ὁ λόγος. ΚΟΣΜΟΥ ΕΤΗ ΕΦΝΓ Τῆς θείας σαρκώσεως ἔτη νγʹ Εὐσεβίου ἐκ τοῦ βʹ λόγου τῆς ἐκκλησιαστικῆς ἱστορίας περὶ τῶν κατὰ τὸν μακάριον Παῦλον καὶ Ἰάκωβον τὸν ἀδελφόθεον Τούτου δὲ Φίστος διάδοχος ὑπὸ Νέρωνος πέμπεται, καθ' ὃν δικαιολο γησάμενος ὁ Παῦλος δέσμιος ἐπὶ Ῥώμην ἄγεται. Ἀρίσταρχος αὐτῷ συνῆν, ὃν καὶ εἰκότως συναιχμάλωτον πάντων ἐπιστολῶν γράφει παραδοὺς ἐν τούτοις καταλῦσαι τὴν ἱστορίαν, διετίαν ὅλην ἐπὶ τῆς Ῥώμης τὸν Παῦλον ἄνετον διατρῖψαι καὶ τὸν τοῦ θεοῦ λόγον ἀκωλύτως κηρῦξαι ἐπισημηνάμε νος. τότε μὲν οὖν ἀπολογησάμενον αὖθις ἐπὶ τὴν τοῦ κηρύγματος διακονίαν λόγος ἔχει στείλασθαι τὸν ἀπόστολον, δεύτερον δὲ ἐπιβάντα τῇ αὐτῇ πόλει 409 τῷ κατ' αὐτὸν τελειωθῆναι μαρτυρίῳ. ἐν ᾧ δεσμοῖς ἐχόμενος τὴν πρὸς Τιμόθεον δευτέραν ἐπιστολὴν συντάττει, ὁμοῦ σημαίνων τὴν προτέραν αὐτῷ γενομένην ἀπολογίαν καὶ τὴν παρὰ πόδας τελείωσιν. δέχου δὴ περὶ τούτων τὰς αὐτοῦ μαρτυρίας. Ἐν τῇ πρώτῃ μου, φησίν, ἀπολογίᾳ οὐδείς μοι συμπαρεγένετο, ἀλλὰ πάντες με ἐγκατέλιπον· μὴ αὐτοῖς λογισθείη. ὁ δὲ κύριός μοι παρέστη καὶ ἐνεδυνάμωσέ με, ἵνα δι' ἐμοῦ τὸ κήρυγμα πληροφορηθῇ καὶ ἀκούσωσι πάν τα τὰ ἔθνη, καὶ ἐρρύσθην ἐκ στόματος λέοντος. Σαφῶς δὲ παρίστησι διὰ τούτων ὅτι δὴ τὸ πρότερον, ὡς ἂν τὸ κήρυγμα δι' αὐτοῦ πληροφορηθῇ καὶ ἀκούσωσι πάντα τὰ ἔθνη, ἐρρύσθη ἐκ στό ματος λέοντος, τὸν Νέρωνα ταύτῃ, ὡς ἔοικε, διὰ τὸ ὠμόθυμον προσειπών. οὐκοῦν ἑξῆς προστέθεικε παραπλήσιόν τι τό «ῥύσεταί με ἐκ στόματος λέοντος.» ἑώρα γὰρ τὴν οὔπω μέλλουσαν αὐτοῦ τελευτήν· διὸ καί φησι «καὶ ῥύσεταί με ἐκ στόματος λέοντος ὁ κύριος ἀπὸ παντὸς ἔργου πονηροῦ καὶ σώσει εἰς τὴν βασιλείαν αὐτοῦ τὴν ἐπουράνιον», σημαίνων παραυτίκα μαρ τύριον, ὃ καὶ σαφέστερον ἐν τῇ αὐτῇ προλέγει γραφῇ φάσκων· καὶ ὁ και ρὸς τῆς ἀναλύσεώς μου ἐφέστηκεν. Ἱεροσολύμων βʹ ἐπίσκοπος Συμεών, ὁ καὶ Σίμων, υἱὸς τοῦ Κλεόπα ἔτη κγʹ. Τῆς Ἀλεξανδρέων ἐκκλησίας μετὰ Μάρκον τὸν εὐαγγελιστὴν πρῶτος ἐπίσκοπος Ἀνιανὸς ἐχειροτονήθη, ὃς προέστη ἔτη κβʹ. Ῥωμαίων ςʹ ἐβασίλευσε Νέρων ἔτη ιγʹ.

ΚΟΣΜΟΥ ΕΤΗ ΕΦΝΓ Τῆς θείας σαρκώσεως ἔτη νγʹ Νέρων ἀνεῖλε τὴν ἑαυτοῦ

μητέρα Ἀγριππίναν καὶ τὴν τοῦ πατρὸς ἀδελ φήν. Ἐν Ῥώμῃ σεισμὸς μέγας ἐγένετο. 410 Νέρων ἐπὶ Ῥώμης κιθαρίζων ἐνίκησε. Κατὰ τῆς Νέρωνος τραπέζης κεραυνὸς ἔπεσεν. Ἐμπρησμοὶ γεγόνασι πολλοὶ ἐν Ῥώμῃ, πόλεις τε τῆς Ἀσίας κατέπεσον τρεῖς, Λαοδίκεια, Ἱεράπολις καὶ Κολοσσαί. Τὰ ὑπόλοιπα Ἰουδαίων εʹ ἀλλοφύλου Ἀγρίππα βʹ ἔτη Φίστος διάδοχος Φίλικος ὑπὸ Νέρωνος ἐπέμφθη, ἐφ' οὗ ὁ θεῖος Παῦλος, παρόντος καὶ Ἀγρίππα τοῦ βασιλέως Ἰουδαίων, ἀπολογησάμενος δέσμιος εἰς Ῥώμην ἐκπέμπεται. Φίστον Ἀλβῖνος διεδέξατο. Ἀλβῖνον Γέστιος Φλῶρος διεδέξατο. Ἰουδαῖοι Ῥωμαίων ἀπέστησαν ἐπὶ Γεστίου Φλώρου διὰ πλεονεξίαν αὐτοῦ ἄμετρον. ἐφ' οὓς ὁ Νέρων Οὐεσπασιανὸν ἐξέπεμψε στρατοπεδάρχην πολλὰ τῆς Ἰουδαίας ἀγανακτησάμενος. Σημειωτέον ἐκ τῶν ἀποστολικῶν ῥητῶν ὅτι δεύτερον ὁ θεῖος Παῦλος παρέστη τῷ Καίσαρι ἐν Ῥώμῃ. καὶ τὸ μὲν πρῶτον ὁ Νέρων ἠπιώτερόν πως διακείμενος κατὰ τοῦ Χριστιανῶν δόγματος, ἀκούσας αὐτοῦ τὴν ἀπο λογίαν