1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

171

ροζʹ ἔτος τῆς τῶν ὑπάτων ἀρχῆς, μέχρι τῆς Αὐγούστου καὶ Ἀντωνίου βασιλείας ὀλυμπιάδες οεʹ, ἔτη δὲ σύνεγγυς τʹ, ἀπὸ δὲ κτίσεως Ῥώμης εἰς τὴν Αὐγούστου βασιλείαν ἔτη ψκʹ διὰ τὸ γʹ καὶ μʹ καὶ ςʹ ἐνιαυτοὺς ἀπὸ Ῥωμύλου μέχρι τῆς τῶν ὑπάτων ἀρχῆς διαγεγονέναι, κατασπώσης ἔτη υοζʹ, ἀπὸ δὲ ἁλώσεως Τροίας εἰς τὴν αὐτοῦ Αὐγούστου Καίσαρος ἀρχὴν ἔτη αρνγʹ διὰ τὸ υλγʹ ἐνιαυτοὺς ἀπὸ ἁλώσεως Τροίας μέχρι τῆς Ῥωμύλου βασιλείας εἶναι. Τῆς οὖν ρπεʹ ὀλυμπιάδος περιελθούσης Ἀντώνιος ἐκστρατεύει μὲν ἐπὶ Πέρσας, Ἡρώδου τοῦ Περσῶν βασιλέως φονευθέντος ὑπὸ Φραάρτου τοῦ μετ' αὐτὸν βασιλεύσαντος, συναντήσας δὲ τῇ Κλεοπάτρᾳ πρὸς τῇ Κιλίκων Ταρσῷ καὶ τῷ κάλλει ταύτης ἁλοὺς οὐδὲν ἀξιόλογον πράττει κατὰ Περ σῶν. ὑπὸ γὰρ τοῦ πρὸς αὐτὴν πόθου πρῶτον εἰς Ἀρμενίαν, ἔπειτα δὲ καὶ εἰς Ἀλεξάνδρειαν ὀξέως δι' αὐτὴν ἐπανέρχεται, κατολιγωρήσας Ὀκταβίας τῆς γνησίας αὐτοῦ γαμετῆς, ἀδελφῆς Αὐγούστου Καίσαρος. Τῇ δὲ ρπηʹ ὀλυμπιάδι ὁ Ἀντώνιος τὴν μὲν γαμετὴν ἀπολύει δι' αἰσίων μετὰ τῶν τέκνων ἐξαγαγὼν καὶ Κλεοπάτραν εἰσοικίζεται. κἀκ τούτου πρὸς αὐτὸν ἀνίσταται πόλεμος Αὐγούστου, καθ' ὃν μετὰ πολλὰς ναυμαχίας καὶ ἄλλους πλείστους πολέμους φεύγει Ἀντώνιος μετὰ Κλεοπάτρας εἰς Αἴγυ πτον, παραχρῶνται δὲ ἑαυτούς, μαθόντες κἀκεῖ τὸν Αὔγουστον παραγίνε σθαι ὅσον οὔπω· οὓς εὗρεν ἐλθὼν βιαιοθανατήσαντας. τοὺς δὲ Κλεοπά τρας παῖδας φεύγοντας λαβὼν Ἥλιον καὶ Σελήνην κατῆξεν εἰς Ῥώμην, θρίαμβον ἐπ' αὐτοῖς ἥδιστον Ῥωμαίοις ἐνδειξάμενος. Τότε καὶ Πέρσαι Ῥωμαίοις σπείσασθαι παρεκάλεσαν ὁμήρους Αὐγού 376 στῳ πέμψαντες. τὸν γὰρ Αὐγούστου Καίσαρος ἔκγονον Κλαύδιον τοὔνομα μαθόντες εἰς Ἀσίαν ὑπ' αὐτοῦ σταλέντα δόλῳ σφαγῆναι παρεσκεύασαν ὑπὸ στρατιώτου τινὸς Πέρσου δείξειν ἐπαγγειλαμένου χρημάτων θησαυ ρούς. διὸ μάλιστα περὶ τῆς εἰρήνης πρεσβεύουσι τὴν εἰρημένην ἐπιβουλὴν ἀπομνύμενοι. Τότε καὶ Πανδίων ὁ τῶν Ἰνδῶν βασιλεὺς ἐπεκηρυκεύσατο φίλος Αὐγού στου γενέσθαι καὶ σύμμαχος. Κατὰ τοίνυν τὴν ρπεʹ ὀλυμπιάδα Ἐλπιδίου κατασχεθέντος ὑπὸ Αὐγού στου ἐν τῇ πρὸς Ἀντώνιον μάχῃ καὶ ἀναιρεθέντος, ἐν Ῥώμῃ μόνος Αὔγουστος Ῥωμαίων μοναρχεῖ, διάδημα πρῶτος καὶ κόσμον τά τε λοιπὰ περι θέμενος βασιλικὰ σύμβολα καὶ πρὸς τὸ τῆς διαίτης ἁβρότερον προαχθείς. Γάιος γὰρ πρὸ αὐτοῦ μοναρχήσας οὐδενὶ τούτων ἐκέχρητο. Οἱ ἐν Ἀλεξανδρείᾳ ἀπὸ τοῦ ιδʹ ἔτους ἀριθμοῦσι τοὺς Αὐγούστου χρό νους. Πανδίων ὁ τῶν Ἰνδῶν βασιλεὺς φίλος Αὐγούστου καὶ σύμμαχος εἶναι πρεσβεύεται. Ὀκταούιος Αὔγουστος προσηγορεύθη, καὶ ὁ Σεξτίλιος μὴν ηʹ παρὰ Ῥωμαίοις ὁμοίως ὁ αὐτὸς Σεβαστὸς ἀνηγορεύθη. Ἰουδαίων αʹ ἀλλόφυλος βασιλεὺς Ἡρώδης ἔτη λζʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ευξθʹ. Ἀνάνηλόν τινα τῶν ἐν Βαβυλῶνι Ἰουδαίων ἀρχιερέα μεταστειλάμενος Ἡρώδης εἰς Ἱερουσαλὴμ ἀρχιερέα κατέστησε, καὶ τοῦτον ἐκβαλὼν μετὰ βραχὺ καθίστησιν Ἀριστόβουλον ἀρχιερέα τὸν ἀδελφὸν τῆς αὐτοῦ γυναι κός, υἱὸν ὄντα Ὑρκανοῦ τοῦ ἐν Παρθικῇ. καὶ τοῦτον ἀνελὼν πάλιν Ἀνάνηλον προσῆξε μετὰ ἐνιαυτόν. Εἴρηται μὲν ἡμῖν καὶ πρόσθεν ἀρχομένοις τοῦδε τοῦ πόνου ὡς ἀναγ καιότατον πάντων ἡμῖν ἐν αὐτῷ δεῖξαι πρόκειται τὸν χρόνον τῆς θείας σαρκώσεως τοῦ μονογενοῦς υἱοῦ καὶ λόγου τοῦ θεοῦ, κυρίου δὲ καὶ σωτῆ ρος ἡμῶν Ἰησοῦ Χριστοῦ τῷ εφʹ ἔτει τοῦ κόσμου προτρέχοντα πληρου 377 μένῳ καὶ ἀρχομένῳ τῷ εφαʹ μηνὶ κατὰ Ῥωμαίους Μαρτίῳ κεʹ, κατὰ τὴν θείαν διὰ Μωυσέως ἔκδοσιν πρώτῃ τοῦ παρ' Ἑβραίοις πρωτοκτίστου μη νὸς Νισάν, καθ' ἣν ὁ ἀρχάγγελος Γαβριὴλ τῇ κυρίως καὶ ἀληθῶς θεο τόκῳ τῆς παγκοσμίου χαρᾶς προσενήνοχεν εὐαγγέλια. οὕτω γὰρ καὶ ἡ τῆς ζωοποιοῦ ἀναστάσεως αὐτοῦ ἡμέρα κατὰ τὴν αὐτὴν πρωτόκτιστον ἡμέραν συναντήσει κατὰ τὰς ἀποστολικὰς παραδόσεις, ὡς δειχθήσεται. Ἐπειδὴ δὲ κατὰ τὸ ευοβʹ ἔτος τοῦ κόσμου, ὅπερ κατὰ τόνδε τὸν ἀκρι βῶς ἡμῖν κατὰ δύναμιν ἐφοδευθέντα κανόνα τῷ ιεʹ τῆς Αὐγούστου βασι λείας ἔτει συντρέχει, ἀπὸ δὲ Ἀλεξανδρείας ἁλώσεως ςʹ, τὸ