1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

186

ἀπέλυσεν, οἰκονομοῦντος τοῦ πνεύματος τελειωθῆναι τοῖς πᾶσι δι' αὐτοῦ τὸ κήρυγμα, ὡς αὐτός φησιν ἐν τῇ πρὸς Τιμόθεον βʹ ἐπιστολῇ, ὅτε δὴ καὶ τὸν Λουκᾶν γράφει συνεῖναι, ὃς τὰς τῶν ἀποστόλων πράξεις εἰς ταύτην περιέγραψε τὴν πρώτην ἀπολογίαν τοῦ Παύλου ἐλθεῖν, καὶ συνῆν αὐτῷ, ὡς ἔοικε, σιωπήσας τὸν περὶ τοῦ μαρτυρίου αὐτοῦ λόγον, καθ' ὃν οὐ παρῆν, δηλονότι τὸ δεύτερον τοῦ μακαρίου Παύλου ἐξ οἰκείας αἰτήσεως ἀναπεμφθέντος ἀπὸ Καισαρείας τῆς Παλαιστίνης ὑπὸ Φίστου πρὸς Νέρωνα καὶ τὸ δεύτερον παραστάντος αὐτῷ καὶ τελειωθέντος τῷ δι' αἵματος μαρτυρίῳ. ὅθεν Ἰουδαῖοι τῆς κατ' αὐτοῦ ἐπιβουλῆς τοῦ ἀνελεῖν αὐτὸν ἀστοχήσαντες ἐπὶ τὴν ἀναίρεσιν Ἰακώβου τοῦ ἀδελφοθέου τρέπον ται· περὶ ἧς Ἡγήσιππος ἀξιόλογος μαθητὴς τῶν ἀποστόλων τάδε φησὶν ἐν εʹ ὑπομνήματι· 411 Ἡγησίππου μαθητοῦ τῶν ἀποστόλων ἐκ τοῦ εʹ ὑπομνήματος περὶ τοῦ ἁγίου Ἰακώβου τοῦ ἀδελφοθέου ∆ιαδέχεται τὴν ἐκκλησίαν μετὰ τῶν ἀποστόλων ὁ ἀδελφὸς τοῦ κυρίου Ἰάκωβος, ὁ ὀνομασθεὶς ὑπὸ πάντων δίκαιος ἀπὸ τῶν τοῦ Χριστοῦ χρό νων μέχρι καὶ ἡμῶν, ἐπεὶ πολλοὶ Ἰάκωβοι ἐκαλοῦντο. οὗτος δὲ ἐκ κοιλίας μητρὸς αὐτοῦ ἅγιος ἦν. οἶνον καὶ σίκερα οὐκ ἔπιε, καὶ ἔμψυχον οὐκ ἔφαγε, καὶ ξυρὸν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ οὐκ ἀνέβη, ἔλαιον οὐκ ἠλείψατο καὶ βα λανείῳ οὐκ ἐχρήσατο. τούτῳ μόνῳ ἐξῆν εἰς τὰ ἅγια εἰσιέναι· οὐδὲ γὰρ ἐρεοῦν ἐφόρει, ἀλλὰ σινδόνας. καὶ μόνος εἰσήρχετο εἰς τὸν ναόν, ηὑρίσκετό τε κείμενος ἐπὶ τοῖς γόνασι καὶ αἰτούμενος ὑπὲρ τοῦ λαοῦ ἄφεσιν, ὡς ἀπεσκληκέναι τὰ γόνατα αὐτοῦ δίκην καμήλου διὰ τὸ ἀεὶ κάμπτειν ἐπὶ γόνυ προσκυνοῦντα τῷ θεῷ καὶ αἰτεῖσθαι ἄφεσιν τῷ λαῷ. διά γε τὴν ὑπερβολὴν τῆς δικαιοσύνης αὐτοῦ ἐκαλεῖτο δίκαιος καὶ ὀβλίας, ὅ ἐστι περιοχὴ τοῦ λαοῦ, δικαιοσύνη, ὡς οἱ προφῆται δηλοῦσι περὶ αὐτοῦ. Τινὲς οὖν τῶν ἑπτὰ αἱρέσεων τῶν ἐν τῷ λόγῳ προγεγραμμένων μοι ἐν τοῖς ὑπομνήμασιν ἐπυνθάνοντο αὐτῷ, τίς ἡ θύρα τοῦ Ἰησοῦ, καὶ ἔλεγε τοῦτον εἶναι τὸν σωτῆρα· ἐξ ὧν τινες ἐπίστευον ὅτι Ἰησοῦς ἐστιν ὁ Χρι στός· αἱ δὲ αἱρέσεις αἱ προειρημέναι οὐκ ἐπίστευον οὔτε ἀνάστασιν οὔτε ἐρχόμενον ἀποδοῦναι ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ, ὅσοι δὲ καὶ ἐπίστευσαν, διὰ Ἰάκωβον. Πολλῶν οὖν καὶ τῶν ἀρχόντων πιστευόντων, ἦν θόρυβος τῶν Ἰουδαίων καὶ Φαρισαίων καὶ γραμματέων λεγόντων ὅτι κινδυνεύει πᾶς ὁ λαὸς Ἰησοῦν τὸν Χριστὸν προσδοκᾶν. ἔλεγον οὖν συνελθόντες τῷ Ἰακώβῳ· παρακαλοῦμέν σε, ἐπίσχες τὸν λαόν, ἐπεὶ ἐπλανήθη εἰς Ἰησοῦν, ὡς αὐτοῦ ὄντος τοῦ Χριστοῦ. παρακαλοῦμέν σε πεῖσαι τοὺς ἐλθόντας πάντας εἰς τὴν ἡμέραν τοῦ πάσχα περὶ Ἰησοῦ. σοὶ γὰρ πάντες πειθόμεθα· ἡμεῖς γὰρ μαρτυροῦμέν σοι καὶ πᾶς ὁ λαὸς ὅτι δίκαιος εἶ καὶ ὅτι πρόσωπον οὐ λαμ 412 βάνεις. πεῖσον οὖν σὺ τὸν ὄχλον περὶ Ἰησοῦ μὴ πλανᾶσθαι· καὶ γὰρ πᾶς ὁ λαὸς καὶ πάντες ἡμεῖς πειθόμεθά σοι. στῆθι οὖν ἐπὶ τὸ πτερύγιον τοῦ ἱεροῦ, ἵνα ἄνωθεν ᾖς καὶ ᾖ εὐάκουστά σου τὰ ῥήματα παντὶ τῷ λαῷ. διὰ γὰρ τὸ πάσχα συνεληλύθασι πᾶσαι αἱ φυλαὶ μετὰ καὶ τῶν ἐθνῶν. Ἔστησαν οὖν οἱ προειρημένοι γραμματεῖς καὶ Φαρισαῖοι τὸν Ἰάκωβον ἐπὶ τὸ πτερύγιον τοῦ ἱεροῦ καὶ ἔκραξαν αὐτῷ καὶ εἶπον· δίκαιε, ᾧ πάντες πείθεσθαι ὀφείλομεν, ἐπεὶ ὁ λαὸς πλανᾶται ὀπίσω Ἰησοῦ τοῦ σταυρω θέντος, ἀπάγγειλον ἡμῖν τίς ἡ θύρα τοῦ Ἰησοῦ. καὶ ἀπεκρίνατο φωνῇ μεγάλῃ· τί με ἐρωτᾶτε περὶ τοῦ υἱοῦ τοῦ ἀνθρώπου, καὶ αὐτὸς κάθηται ἐν τῷ οὐρανῷ ἐκ δεξιῶν τῆς μεγάλης δυνάμεως καὶ μέλλει ἔρχεσθαι ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ; καὶ πολλῶν πληροφορηθέντων καὶ δοξαζόντων ἐπὶ τῇ μαρτυρίᾳ τοῦ Ἰακώβου καὶ λεγόντων· ὡσαννὰ τῷ υἱῷ ∆αβίδ, τὸ ἔμπαλιν οἱ αὐτοὶ γραμματεῖς καὶ Φαρισαῖοι πρὸς ἀλλήλους ἔλεγον· κακῶς ἐποιήσαμεν τοιαύτην μαρτυρίαν παρασχόντες τῷ Ἰησοῦ. ἀλλ' ἀναβάντες καταβάλωμεν αὐτόν, ἵνα φοβηθέντες μὴ πιστεύσωσιν αὐτῷ. καὶ ἔκραξαν λέγοντες· ὢ ὤ, καὶ ὁ δίκαιος ἐπλανήθη· καὶ ἐπλήρωσαν τὴν γραφὴν τὴν ἐν τῷ Ἡσαΐᾳ γεγραμμένην· ἄρωμεν τὸν δίκαιον ὅτι δύσχρηστος ἡμῖν ἐστι· τοίνυν τὰ γενήματα τῶν ἔργων αὐτῶν φάγονται.