1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

69

τούτου, μετὰ δυνάμεως ἐκ λεκτῆς στρατηγόν, αὐτὸς τῇ τῶν χειρῶν ἐκτάσει σταυροειδῶς τυπούμενος προσανεῖχε τῷ θεῷ. μέχρι μὲν οὕτω ταύτας ἐτύπου Μωυσῆς ἐπαίρων εἰς ὕψος, ἐκράτει τῶν ἐναντίων ὁ Ἰσραήλ, ἡνίκα δ' ἂν καθῆκε ταύτας διὰ βάρος, ἡττῶντο. τότε ἐπικαθίσας λίθῳ ὑπὸ Ἀαρὼν καὶ Ὢρ ἕως ἡλίου δυσμῶν τὰς χεῖρας ἐξέτεινε στηριζόμενος· καὶ Ἰησοῦς ἅπαντα τὸν Ἀμαλὴκ ἐν φόνῳ μαχαίρας ἐτροπώσατο, τῇ τῆς νίκης αἰτίᾳ σταυροειδεῖ τῶν χει ρῶν ἐκτάσει τοῦ νομοθέτου τροπαίῳ χρησάμενος. Τότε Ἰοθὼρ ὁ τοῦ Ῥαγουὴλ γαμβρὸς Μωυσέως παρεγένετο πρὸς αὐτὸν σὺν γυναικὶ αὐτοῦ Σεπφώρᾳ καὶ δυσὶ παισὶν ἐξ αὐτῆς τεχθεῖσι τῷ Μωυσῇ κατὰ τὴν ἔρημον Μαδιὰμ τῆς εὐδαίμονος Ἀραβίας πλησιάζουσαν τῷ ὄρει Σινᾷ, περὶ οὗ καὶ ὁ θεῖος ἀπόστολος ἔφη. «τὸ δὲ Ἄγαρ Σινᾶ ὄρος ἐστὶν ἐν Ἀραβίᾳ, ἥτις ἐστὶ διαθήκη εἰς δουλείαν γεννῶσα.» ὀνόματα δὲ τοῖς παισὶν ἦν Γηρσὰμ καὶ Ἐλίεζερ· τούτοις οὐδὲν ἄξιον μνήμης πέπρακται. Ἀκούσας δὲ Ἰοθὼρ τὰ κατ' Αἴγυπτον καὶ τὴν ἐρυθρὰν θαύματα ἐξέστη καὶ εὐλόγησε τὸν θεόν, θύσας αὐτῷ ὁλοκαυτώματα. καὶ συνεστιαθεὶς Μωυσῇ καὶ Ἀαρὼν καὶ πᾶσι τοῖς πρεσβυτέροις Ἰσραήλ, περί τε δικαστηρίων χρηστὰ συμβουλεύσας ἀνέζευξεν εἰς Μαδιὰμ προπεμφθεὶς ὑπὸ Μωυ σέως. Τοῦ δὲ μηνὸς τοῦ τρίτου τῆς ἐξόδου τῶν υἱῶν Ἰσραὴλ ἐκ γῆς Αἰγύπτου τῇ ἡμέρα ταύτῃ ἦλθον εἰς τὴν ἔρημον τὴν Σινά, καὶ παρέβαλλεν ἐκεῖ Ἰσραὴλ κατέναντι τοῦ ὄρους, καὶ Μωυσῆς ἀνέβη εἰς τὸ ὄρος τοῦ θεοῦ. τότε μυσταγωγηθεὶς Μωυσῆς τὰ πρὸς τὸν λαὸν καταβὰς ἀπήγγειλε τοῖς πρεσβυτέροις, τῶν δὲ συνθεμένων ὑπείκειν θεῷ κατὰ πάντα, ἀνήγαγε πρὸς τὸν θεὸν τοὺς λόγους αὐτῶν. καὶ καταβὰς πάλιν διεμαρτύρατο τῷ λαῷ πάντων μολυσμῶν καθαρθῆναι καὶ περιρραντισμοῖς ἀφαγνίσασθαι τρισὶν ἡμέραις ἀπεχομένους καὶ τοῦ γάμου. τῇ δὲ τρίτῃ ἡμέρᾳ πρὸς ὄρθρον φωναὶ καὶ ἀστραπαὶ γεγόνασι καὶ νεφέλη γνοφώδης ἐπὶ τοῦ ὄρους, ὡς ἀφανὲς ἐν κύκλῳ τοῦ ὄρους εἶναι τῷ γνόφῳ συνειλημμένον φοβεράν τε 152 τὴν θέαν ἐμποιεῖν τοῖς ὁρῶσι καπνιζόμενον κύκλῳ πυρὶ καὶ σάλπιγγος καταπλήκτῳ φωνῇ περιηχούμενον. ἐφ' οἷς ἅπας ἐξέστη ὁ λαὸς αὐξανο μένης σφόδρα τῆς φωνῆς τῆς σάλπιγγος ἐπὶ τῇ καταβάσει τοῦ θεοῦ ἐπὶ τοῦ ὄρους, Μωυσέως τε διαλεγομένου καὶ τοῦ θεοῦ ἀποκρινομένου. τότε ἐλάλησε κύριος πρὸς Μωυσῆν τὴν νομικὴν δεκάλογον. αʹ Ἐγώ εἰμι κύριος ὁ θεός σου, ὁ ἐξαγαγών σε ἐκ γῆς Αἰγύπτου. βʹ Οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι πλὴν ἐμοῦ. οὐ ποιήσεις ἑαυτῷ εἴδωλον οὐδὲ παντὸς ὁμοίωμα. γʹ Οὐ λήψῃ τὸ ὄνομα κυρίου τοῦ θεοῦ σου ἐπὶ κενῷ. οὐ γὰρ μὴ καθαρίσῃ κύριος τὸν λαμβάνοντα τὸ ὄνομα αὐτοῦ ἐπὶ ματαίῳ. δʹ Μνήσθητι τῇ ἡμέρᾳ τῶν σαββάτων ἁγιάζειν αὐτήν. εʹ Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου, ἵνα εὖ σοι γένηται καὶ ἵνα μακροχρόνιος γένῃ ἐπὶ τῆς γῆς. ςʹ Οὐ μοιχεύσεις. ζʹ Οὐ φονεύσεις. ηʹ Οὐ κλέψεις. θʹ Οὐ ψευδομαρτυρήσεις κατὰ τοῦ πλησίον σου. ιʹ Οὐκ ἐπιθυμήσεις τὴν γυναῖκα τοῦ πλησίον σου. οὐκ ἐπιθυμήσεις τὴν οἰκίαν τοῦ πλησίον σου οὔτε τὸν ἀγρὸν αὐτοῦ οὔτε τὸν παῖδα αὐτοῦ οὔτε τὴν παιδίσκην αὐτοῦ οὔτε τοῦ βοὸς αὐτοῦ οὔτε τοῦ ὑποζυγίου αὐτοῦ οὔτε παντὸς κτήνους αὐτοῦ οὔτε ὅσα τῷ πλησίον σού ἐστιν. Αὕτη ἡ δεκάλογος γενικῶν ἐντολῶν ἐστι διάταξις. Ταῦτα τὰ θεῖα διδάγματα φοβερᾷ τινι ἐνάρθρῳ φωνῇ διατέτακται, ὁρῶν τος τοῦ λαοῦ καὶ ἀκούοντος, ἧς τὸ κατάπληκτον καὶ ἀκοαῖς δυσάντητον μὴ φέροντες ᾔτησαν διὰ Μωυσέως τὰ λοιπὰ τῶν ἐφεξῆς ἰδικῶς αὐτοῖς ἐν πεντήκοντα κεφαλαίοις νομοθετηθέντα λαληθῆναι. Ἦσαν δὲ περί τε οἰκετῶν καὶ φόνων ἑκουσίων καὶ ἀκουσίων, ἀτιμίας γονέων καὶ κακολογίας, κλοπῆς, πατάξεως ἐν μάχαις πρὸς ζωὴν καὶ πρὸς θάνατον, ἐλευθέρων πρὸς ἐλευθέρους καὶ δεσπότου πρὸς δοῦλον καὶ ἀν 153 δρῶν πρὸς ἔγκυον γυναῖκα, καὶ ἐκβολῆς ὀφθαλμοῦ δούλου καὶ δούλης, κε ρατισμοῦ ταύρου πρὸς θάνατον καὶ τοῦ κυρίου αὐτοῦ, καὶ ὀρυγῆς λάκκου καὶ κτηνῶν ἐμπτώσεως ἐν τούτῳ, κερατισμοῦ ταύρου πρὸς ταῦρον, κλο πῆς μόσχου καὶ θανῆς τοῦ κλέπτου ἐν τῷ διορύγματι κατὰ