1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

5

Ἀδὰμ Εὔαν τὴν γυναῖκα αὐτοῦ. Τῷ οʹ ἔτει ἐγεννήθη αὐτοῖς πρωτοτόκος υἱὸς ὁ Κάιν. Τῷ οζʹ ἔτει φασὶ γεγενῆσθαι τὸν δίκαιον Ἄβελ. Τῷ πεʹ ἔτει ἐγεννήθη αὐτοῖς θυγάτηρ, καὶ ὠνόμασαν αὐτὴν Ἀσουάμ. Τῷ ζζʹ ἔτει προσήνεγκε Κάιν. Τῷ ζθʹ ἔτει Ἄβελ ἀνήνεγκε θυσίαν τῷ θεῷ κβʹ ἔτος ἄγων, κατὰ τὴν πανσέληνον τοῦ ζʹ μηνὸς παρ' Ἑβραίοις, ἤγουν ἐν τῇ σκηνοπηγίᾳ. Σημειωτέον ὅτι τὴν Κάιν καρποφορίαν θυσίαν καλεῖ ἡ γραφή, τὰ δὲ τοῦ Ἄβελ δῶρα, δηλοῦσα τὸν τρόπον ἑκατέρου. Τῷ αὐτῷ θʹ ἔτει ἀνεῖλεν ὁ Κάιν τὸν Ἄβελ, καὶ ἐπένθησαν αὐτὸν οἱ πρωτόπλαστοι ἑβδομαδικοὺς δʹ, ἤγουν ἔτη κηʹ. Τῷ ρκζʹ ἔτει ὁ Ἀδὰμ καὶ ἡ Εὔα ἀπέθεντο τὸ πένθος. Τῷ ρλεʹ ἔτει ἔλαβεν ὁ Κάιν τὴν ἰδίαν ἀδελφὴν Ἀσαυνᾶν οὖσαν ἐτῶν νʹ. αὐτὸς δὲ ἦν ἐτῶν ξεʹ. Τῆς θείας γραφῆς περὶ τοῦ γένους Κάιν Καὶ ἔγνω Κάιν τὴν γυναῖκα αὐτοῦ καὶ συλλαβοῦσα ἔτεκε τὸν Ἐνώχ. καὶ ἦν οἰκοδομῶν πόλιν καὶ ἐπωνόμασε τὴν πόλιν ἐπὶ τῷ ὀνόματι τοῦ υἱοῦ αὐτοῦ Ἐνώχ. ἐγεννήθη δὲ τῷ Ἐνὼχ Γαϊδάδ· καὶ Γαϊδὰδ ἐγέννησε τὸν 9 Μαλελεήλ· καὶ Μαλελεὴλ ἐγέννησε τὸν Μαθουσάλα· καὶ Μαθουσάλα ἐγέννησε τὸν Λάμεχ. οὗτος ὁ Λάμεχ ἕκτος ὢν ἀπὸ Κάιν, ὃς πρῶτος ἐν ἀνθρώποις φονεὺς ἐγένετο, ἔλαβε δύο γυναῖκας καὶ δεύτερον φόνον ἐποίησε. Κάιν οὖν πρῶτος φονεὺς Ἄβελ τοῦ δικαίου τύπον φέρει τοῦ διαβόλου, ὡς ἐφευρετὴς τοῦ κακοῦ καὶ ἀμεταμέλητος ἐν ἀρχῇ τῆς κοσμογονίας φανείς, Λάμεχ δὲ τύπον φέρει τοῦ Ἰουδαϊκοῦ κυριοκτόνου λαοῦ κατὰ τὸν ςʹ αἰῶνα μεσοῦντα σταυρώσαντος τὸν σωτῆρα, οὗ καὶ πολλαπλασίως ἡ ἁμαρτία καὶ ἡ ἐκδίκησις. ἀλλὰ καὶ ὁ κύριος οζʹ ἀπὸ Ἀδάμ. Τῷ ρ ζςʹ ἔτει ἐγεννήθη τῷ Κάιν ὁ Ἐνώχ. οὗτος πρῶτος ἄροτρον εὗρεν. Τῷ ρ ζζʹ ἔτει Κάιν ἔκτισε πόλιν ἐπὶ τῷ ὀνόματι τοῦ υἱοῦ αὐτοῦ Ἐνώχ· Ἄβελ δὲ δικαιοσύνης ἐφρόντιζεν. ὁ Κάιν μετὰ τὴν καταδίκην ἅρπαξ καὶ πλεονέκτης μᾶλλον ἐγένετο μέτρα καὶ σταθμία καὶ ὅρους γῆς πρῶτος ἐπινοήσας. τοὺς δὲ οἰκείους εἰς ἓν συναγαγὼν ἐν πολέμοις ἀσχολεῖσθαι ἐδίδασκεν. οὗτος χθαμαλὸς ἦν ἀπὸ τῆς κατάρας τοῦ θεοῦ καὶ πάντες οἱ ἐξ αὐτοῦ γεννώμενοι. ᾤκει δὲ τὴν γῆν ἥτις ἐστὶ τρέμουσα, χαμηλὴ οὖσα, κεχωρισμένος ὑπάρχων ἐκ τοῦ Σήθ, κατὰ πρόσταξιν τοῦ Ἀδάμ. οἱ ἐκ τοῦ Σὴθ υἱοὶ θεοῦ λεγόμενοι καὶ ἐγρήγοροι τὴν ὑψηλοτέραν γῆν τῆς Ἐδὲμ πλησίον τοῦ παραδείσου κατῴκουν. Τῷ σλʹ ἔτει Ἀδάμ, ἐν ᾧ ὁ Σὴθ ἐγεννήθη, ρξʹ ἔτος ὑπῆρχε τοῦ Κάιν. Τῷ δὲ σλδʹ ἔτει ἐγέννησε θυγατέρα, ἣν ὠνόμασεν Ἀζουράν. Τῷ σμγʹ ἔτει τοῦ Ἀδὰμ ἀπεγαλακτίσθη ὁ Σήθ. Τῷ σοʹ ἔτει τοῦ Ἀδὰμ ὁ Σὴθ ἁρπαγεὶς ὑπὸ ἀγγέλων ἐμυήθη τὰ περὶ τῆς παραβάσεως μέλλοντα ἔσεσθαι τῶν ἐγρηγόρων, καὶ τὰ περὶ τοῦ κατακλυσμοῦ τοῦ ὕδατος ἐσομένου καὶ τὰ περὶ τῆς παρουσίας τοῦ σωτῆρος. καὶ γενόμενος ἄφαντος ἡμέρας μʹ ἐλθὼν ἐξηγήσατο τοῖς πρωτοπλάστοις ὅσα ἐμυήθη δι' ἀγγέλων. ἦν δὲ τότε ἐτῶν μʹ. ὁ Σὴθ εὐσεβὴς ἦν καὶ εὐδιά πλαστος σφόδρα καὶ οἱ ἐξ αὐτοῦ πάντες εὐσεβεῖς καὶ ὡραῖοι ἦσαν. οὗτοι κατὰ πρόσταγμα τοῦ Ἀδὰμ τὴν ὑψηλοτέραν γῆν ᾤκουν τῆς Ἐδέμ, κατέναντι τοῦ παραδείσου, ἀγγελικῶς βιοῦντες, ἕως τοῦ χιλιοστοῦ κοσμικοῦ ἔτους. τούτων τὴν ἐνάρετον πολιτείαν μὴ φέρων ὁ ἀρχέκακος βλέπειν, εἰς τὴν ὡραιότητα τῶν τότε θυγατέρων τῶν ἀνθρώπων αὐτοὺς ἔτρωσε, 10 περὶ ὧν φησι καὶ ὁ θεῖος Μωϋσῆς ὅτι ἰδόντες οἱ υἱοὶ τοῦ θεοῦ τὰς θυγατέ ρας τῶν ἀνθρώπων ὅτι καλαί εἰσιν, ἔλαβον ἑαυτοῖς γυναῖκας ἐξ αὐτῶν. Τῷ υκεʹ ἔτει ὁ Σὴθ ἔλαβε γυναῖκα Ἀζουρὰν τὴν ἰδίαν ἀδελφήν. ἦν δὲ Σὴθ ἐτῶν ρ ζεʹ, Ἀζουρὰ δὲ ἐτῶν ρ ζαʹ. Τῷ υλεʹ ἔτει ἐγεννήθη τῷ Σὴθ ὁ Ἐνώς. οὗτος γενόμενος ἐτῶν ἑκατὸν ἐνενήκοντα ἐγέννησε τὸν Καϊνᾶν τῷ χκεʹ ἔτει. Ἀπὸ Ἀδὰμ ἕως γεννήσεως Ἐνὼς ἔτη τετρακόσια τριάκοντα πέντε, δηλούσης τῆς γραφῆς· Ἐνὼς ἤλπισεν ἐπικαλεῖσθαι τὸ ὄνομα κυρίου τοῦ θεοῦ πρῶτος, τοῦτ' ἔστι προσαγορεύεσθαι ὀνόματι θεοῦ. ἑρμηνεύεται γὰρ ὁ Ἐνὼς ὡσανεὶ ἄνθρωπος κατὰ τὸν Ἑβραϊκὸν νοῦν. οὕτω δὲ καὶ ὁ σωτὴρ υἱὸς τοῦ ὄντος ἀνθρώπου, κατὰ τὸν φυσικὸν λόγον Ἀφρικανοῦ. Πρώτη περίοδος τῶν φλβʹ ἐτῶν τούτῳ τῷ ἔτει