1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

3

τούτου εἴρηται ἐκ τῆς λεπτῆς Γενέσεως καὶ τοῦ λεγομένου βίου Ἀδάμ, εἰ καὶ μὴ κύρια εἶναι δοκεῖ, ὡς ἂν μὴ εἰς ἀτοπωτέρας δόξας ἐκπέ σοιεν οἱ ταῦτα συζητοῦντες. κεῖται γοῦν ἐν τῷ λεγομένῳ βίῳ Ἀδὰμ ὁ τῶν ἡμερῶν ἀριθμὸς τῆς τε ὀνομασίας τῶν θηρίων καὶ τῆς πλάσεως τῆς γυναι κὸς καὶ τῆς εἰσόδου αὐτοῦ Ἀδὰμ ἐν τῷ παραδείσῳ καὶ τῆς περὶ τοῦ ξύλου τῆς βρώσεως ἐντολῆς τοῦ θεοῦ πρὸς αὐτόν, καὶ τῆς μετὰ τούτου εἰσόδου Εὔας ἐν τῷ παραδείσῳ, τά τε τῆς παραβάσεως καὶ τὰ μετὰ τὴν παράβασιν, ὡς ὑποτέτακται. Τῇ πρώτῃ ἡμέρᾳ τῆς δευτέρας ἑβδομάδος, ἥτις ἦν τρίτη μὲν ἡμέρα τῆς πλάσεως τοῦ Ἀδάμ, ηʹ δὲ τοῦ πρώτου μηνὸς Νισάν, αʹ δὲ τοῦ Ἀπριλλίου μηνός, καὶ ςʹ τοῦ παρ' Αἰγυπτίοις Φαρμουθί, ὠνόμασεν Ἀδὰμ τὰ ἄγρια θηρία θείῳ τινὶ χαρίσματι. τῇ βʹ ἡμέρᾳ τῆς βʹ ἑβδομάδος ὠνόμασε τὰ κτήνη. τῇ γʹ ἡμέρᾳ τῆς βʹ ἑβδομάδος ὠνόμασε τὰ πετεινά. τῇ δʹ ἡμέρᾳ 5 τῆς βʹ ἑβδομάδος ὠνόμασε τὰ ἑρπετά. τῇ εʹ ἡμέρᾳ τῆς βʹ ἑβδομάδος ὠνό μασε τὰ νηκτά. τῇ ςʹ ἡμέρᾳ τῆς βʹ ἑβδομάδος, ἥτις ἦν κατὰ μὲν Ῥωμαίους Ἀπριλλίου ςʹ, κατὰ δὲ Αἰγυπτίους Φαρμουθὶ ιαʹ, λαβὼν ὁ θεὸς μέρος τι τῆς πλευρᾶς τοῦ Ἀδὰμ ἔπλασε τὴν γυναῖκα. τῇ μ ςʹ ἡμέρᾳ τῆς κοσμοποιίας, δʹ ἡμέρᾳ τῆς ζʹ ἑβδομάδος, Παχὼν ιδʹ, Μαΐου θʹ, ἡλίου ὄντος ταύρῳ καὶ σελήνης σκορπίῳ κατὰ διάμετρον, ἐν τῇ τῶν Πλειάδων ἐπιτολῇ, εἰσήγαγεν ὁ θεὸς τὸν Ἀδὰμ ἐν τῷ παραδείσῳ κατὰ τὴν μʹ ἡμέραν τῆς πλάσεως αὐ τοῦ. τῇ νʹ ἡμέρᾳ τῆς κοσμοποιίας, μδʹ δὲ τῆς πλάσεως τοῦ Ἀδάμ, ἡμέρᾳ κυριακῇ, Παχὼν ιηʹ, Μαΐου ιγʹ, μετὰ τρεῖς ἡμέρας τῆς ἐν τῷ παρα δείσῳ αὐτοῦ εἰσόδου, ἡλίου ὄντος ταύρῳ καὶ σελήνης αἰγοκέρωτι, ἐνετεί λατο ὁ θεὸς τῷ Ἀδὰμ ἀπέχεσθαι τῆς βρώσεως τοῦ ξύλου τῆς γνώσεως. Τῇ ζγʹ ἡμέρᾳ τῆς κτίσεως, τῇ βʹ ἡμέρᾳ τῆς τεσσαρεσκαιδεκάτης ἑβδο μάδος, κατὰ τὴν θερινὴν τροπήν, ἡλίου ὄντος καὶ σελήνης καρκίνῳ, τῇ κεʹ τοῦ Ἰουνίου μηνός, Ἐπιφὶ πρώτῃ, εἰσήχθη ὑπὸ τοῦ θεοῦ ἐν τῷ παραδείσῳ ἡ τοῦ Ἀδὰμ βοηθὸς Εὔα, ἐν τῇ πʹ ἡμέρᾳ τῆς πλάσεως αὐτῆς. ἣν ὁ Ἀδὰμ λαβὼν ὠνόμασεν Εὔαν, ὃ ἑρμηνεύεται ζωή· διὰ τοῦτο προσέταξεν ὁ θεὸς διὰ Μωϋσέως ἐν τῷ Λευιτικῷ, ἤτοι διὰ τὰς μετὰ τὴν πλάσιν τοῦ χωρισμοῦ αὐτῶν ἡμέρας ἐκ τοῦ παραδείσου, ἐπὶ μὲν ἀρρενογονίας ἀκάθαρ τον αὐτὴν εἶναι ἐπὶ μʹ ἡμέρας, ἐπὶ δὲ θηλυτοκίας ἕως ἡμερῶν πʹ. ἐπειδὴ καὶ Ἀδὰμ τῇ μʹ ἡμέρᾳ τῆς πλάσεως αὐτοῦ εἰσήχθη ἐν τῷ παραδείσῳ, οὗ χάριν καὶ τὰ γεννώμενα τῇ μʹ ἡμέρᾳ εἰσφέρουσιν ἐν τῷ ἱερῷ κατὰ τὸν νό μον. ἐπὶ δὲ θήλεος ἀκάθαρτον εἶναι αὐτὴν ἐπὶ ἡμέρας πʹ διά τε τὴν ἐν τῷ παραδείσῳ αὐτῆς εἴσοδον τῇ πʹ ἡμέρᾳ καὶ διὰ τὸ ἀκάθαρτον τοῦ θήλεος πρὸς τὸ ἄρσεν. ἀφεδρῶς γὰρ πάλιν οὖσα οὐκ εἰσέρχεται ἕως ἑπτὰ ἡμέρας ἐν τῷ ἱερῷ κατὰ τὸν θεῖον νόμον. Ταῦτα ἐκ τοῦ βίου λεγομένου Ἀδὰμ φιλομαθίας χάριν ἐν συντόμῳ ἐστοιχείωσα, ἐν τῷ πρώτῳ ἔτει τῆς πλάσεως τοῦ Ἀδάμ, ἐπ' αὐτῷ τὰ πραχθέντα, ἐφεξῆς δὲ καὶ τὰ λοιπὰ στοιχειωθήσεται, ἕως ἐννακοσιοστοῦ τριακοστοῦ ἔτους τῆς ζωῆς αὐτοῦ, καὶ τῶν λοιπῶν γενέσεων, ἔκ τε τῶν θεοπνεύστων γραφῶν καὶ ἐκ τῶν ἐπισημοτέρων ἱστορικῶν τῶν ταύταις ἐξακολουθησάντων, ἐξ ὧν καὶ τὰ πλείω λαβών, πλὴν ὀλίγων τῶν κατὰ 6 τοὺς ἡμετέρους χρόνους γεγονότων, σύνοψίν τινα σπουδάσω ποιῆσαι, συν αφείας ἅμα καὶ ἀληθείας ἐν πᾶσι φροντίζων καὶ τῆς καταλλήλου τῶν πραγ μάτων ἀκολουθίας, διαφοράς φημι βασιλέων καὶ ἱερέων ἀριθμόν, προ φητῶν τε καὶ ἀποστόλων καὶ μαρτύρων καὶ διδασκάλων, καὶ τῶν παρ' Ἕλ λησιν ἢ ἄλλοις ἔθνεσιν ἐπὶ σοφίᾳ βεβοημένων ἢ ἄλλῃ τινὶ τέχνῃ ἢ ἀριστείᾳ πολεμικῇ καὶ ἐπὶ μοχθηρίᾳ προδήλῳ, πάντα ὡς οἷός τε ὢν ἀναλεξάμενος ἐκ τῶν προειρημένων ἱστορικῶν ἀνδρῶν· ἐπὶ πᾶσι τὴν κατὰ Χριστοῦ καὶ τοῦ γένους ἡμῶν θεοβδέλυκτον διαθήκην, ἣν διέθετο τὰ σκηνώματα τῶν Ἰδουμαίων καὶ οἱ Ἰσμαηλῖται διώκοντες τὸν κατὰ τὸ πνεῦμα λαόν, θείοις κρίμασι καὶ ἀποστασίαν μελετῶντες τὴν ἐπ' ἐσχάτων τῶν ἡμερῶν ὑπὸ τοῦ μακαρίου Παύλου προφητευθεῖσαν, διαγράψω κατὰ δύναμιν, ἕως τοῦ νῦν ἐνεστῶτος ςτʹ ἔτους ἀπὸ