1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

135

Γέλων Συρακούσιος ἐκράτησεν ἔτη ιζʹ. Ἐθαλασσοκράτησαν Αἰγινῆται ιζʹ ἔτη ιʹ. Πυθαγόρας ὁ φιλόσοφος τέθνηκεν ἐτῶν ζεʹ, οἱ δὲ οεʹ. Αἰσχύλος τραγῳδοποιὸς ἐγνωρίζετο. Ὁ Πειραιεὺς ἐτειχίσθη ὑπὸ Θεμιστοκλέους. Λατῖνοι Ῥωμαίων ἀπέστησαν. ἐν Ῥώμῃ ὁ δῆμος ἀπέστη τῆς συγκλήτου. Ἀριστείδης ἐξωστρακίσθη. Ἀθηναῖοι τὸν Πειραιᾶ ἐτείχισαν. Ζεῦξις ζωγράφος ἐγνωρίζετο. Κίμων ἐπ' Εὐρυμέδοντι Πέρσας ἐνίκα ναυμαχίᾳ καὶ πεζομαχίᾳ, καὶ ὁ Μηδικὸς πόλεμος ἐπαύσατο διὰ φιβάλεις ἰσχάδας συστὰς Πέρσαις καὶ 297 Ἀθηναίοις καὶ πᾶσιν Ἕλλησιν ἀπ' αὐτοῦ. Φιβάλεις δὲ δῆμος τῆς Ἀττικῆς. Κρατῖνος καὶ Πλάτων οἱ κωμικοὶ ἤκμαζον. Ἐν Ῥώμῃ Κλαρίων ἀγὼν ἑκατονταετὴς ἤχθη αʹ. Κράτης ὁ κωμικὸς καὶ Τελέσιλλα καὶ Πραξίλλα καὶ Κλεοβουλίνα ἐγνωρίζοντο. Βακχυλίδης ὁ μελοποιὸς ἤκμαζεν. Ὁ τῆς Ἥρας ναὸς ἐνεπρήσθη. Ἀθηναῖοι καὶ Λακεδαιμόνιοι σπονδὰς ἐποιήσαντο πρὸς ἀλλήλους τριακοντούτεις. Ἡρόδοτος ἱστορικὸς ἐτιμήθη παρὰ τῆς Ἀθηναίων βουλῆς ἐπαναγνοὺς αὐτοῖς τὰς βίβλους. Εὐριπίδης τραγῳδοποιὸς ἐγνωρίζετο. Πρωταγόρας ὁ σοφιστὴς ἤκμαζε. τούτου Ἀθηναῖοι τὰς βίβλους ἐψηλάφησαν τοῦ καῦσαι. Ἐν Ῥώμῃ πάλιν ὕπατοι. Ἄβαρις Ὑπερβόριος χρησμολόγος ἐγνωρίζετο. Μέλισσος φυσικὸς ἐγνωρίζετο. Φειδίας πλάστης καὶ ἀγαλματοποιὸς ἐγνωρίζετο, ὃς τὴν ἐλεφαντίνην Ἀθηνᾶν ἐποίησε. Θεαίτητος μαθηματικὸς ἤνθει. Ἐν Ἰταλίᾳ Καμπανῶν ἔθνος συνέστη. ∆ημόκριτος Ἀβδηρίτης φυσικὸς φιλόσοφος ἤκμαζεν. ἐν Αἰγύπτῳ μυηθεὶς ὑπὸ Ὀστάνου τοῦ Μήδου σταλέντος ἐν Αἰγύπτῳ παρὰ τῶν τηνικαῦτα βασιλέων Περσῶν ἄρχειν τῶν ἐν Αἰγύπτῳ ἱερῶν, ἐν τῷ ἱερῷ τῆς Μέμφεως σὺν ἄλλοις ἱερεῦσι καὶ φιλοσόφοις, ἐν οἷς ἦν καὶ Μαρία τις Ἑβραία σοφὴ καὶ Παμμένης, συνέγραψε περὶ χρυσοῦ καὶ ἀργύρου καὶ λίθων καὶ πορφύρας λοξῶς· ὁμοίως δὲ καὶ Μαρία. ἀλλ' οὗτοι μὲν ∆ημόκρι τος καὶ Μαρία ἐπῃνέθησαν παρ' Ὀστάνου ὡς πολλοῖς καὶ σοφοῖς αἰνίγ 298 μασι κρύψαντες τὴν τέχνην, Παμμένους δὲ κατέγνωσαν ἀφθόνως γρά ψαντος. Ἱπποκράτης Κῶος ἰητρῶν ἄριστος ἐγνωρίζετο Ἀσκληπιάδης τὸ γένος. ∆ικάτωρ ἐν Ῥώμῃ πρῶτος κατεστάθη Ῥοῦφος Λάρκιος. Πανύασις ποιητὴς ἐγνωρίζετο. Ἀριστείδης ὁ λεγόμενος δίκαιος ἐξωστρακίσθη μετὰ πολλοὺς πόνους ὑπὸ Ἀθηναίων. ΚΟΣΜΟΥ ΕΤΗ Ἰωακεὶμ υἱὸς Ἰησοῦ βʹ ἱεράτευσεν ἔτη λςʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ειβʹ. Ἐλιάσιβος γʹ ἱεράτευσεν ἔτη λδʹ. τοῦ δὲ κόσμου ἦν ἔτος εμηʹ. Ἀφρικανοῦ περὶ τοῦ Ἔσδρα ἑπτακαιδεκάτου ἀπὸ Ἀαρὼν τοῦ πρώτου ἱερέωσ Συγχωρήσαντος Ἀρταξέρξου τοὺς ὑπολοίπους τῆς Ἰουδαίων αἰχμαλωσίας ἤθροισεν Ἔσδρας τά τε λείψανα τῶν σκευῶν τοῦ ναοῦ ἦλθεν ἔχων εἰς Ἱερουσαλὴμ καὶ τὸν νόμον ἐδίδασκεν. ὡς δὲ ἐπύθετο κατ' ἐπιγαμίας αὐτοὺς ἀναμεμίχθαι τοῖς ἔθνεσιν, ἠνάγκαζε τοὺς οὐχ ὁμοεθνεῖς ἔχοντας ἐξεῶσαι ἕκαστον τὴν γυναῖκα τὴν ἑαυτοῦ. οἱ δ' ὑπήκουον καὶ τοῦ χειμῶνος ἐπειγομένου τὸ ἔργον ἐπετελεῖτο. Εὐσεβίου περὶ τοῦ Ἔσδρα Ἔσδρας ἱερεὺς παρὰ Ἰουδαίοις ἐγνωρίζετο, καθ' ὃν ἀρχιερεὺς ἦν Ἐλιασὶβ υἱὸς Ἰωακεὶμ τοῦ υἱοῦ Ἰησοῦ τοῦ Ἰωσεδέκ. ἦν δὲ ὁ Ἔσδργραμματεὺς νόμων ἱερῶν διδάσκαλος ἐπιφανὴς τῶν ἀπὸ Βαβυλωνίας ἐπὶ τὴν Ἰουδαίαν ἐπανελθόντων. τὰ κατὰ τὴν Ἐσθὴρ καὶ Μαρδοχαῖόν φασί τινες. ἐγὼ δὲ οὐ πείθομαι· οὐκ ἂν γὰρ ἐσιώπησε τὰς κατ' αὐτὴν πράξεις ἡ τοῦ Ἔσδρα γραφή. 299 Ἐν τῇ δευτέρᾳ τῶν Μακκαβαϊκῶν γέγραπται ὅτι Νεεμίας ἐπεσύναξε τὰς προφητικὰς βίβλους καὶ τῶν βασιλέων καὶ ἄλλων θείων γραφῶν βιβλιοθήκην τε κατεβάλλετο. Τὰ κατὰ Νεεμίαν Νεεμίας νομομαθὴς ἐκ φυλῆς Ἰούδα, οἰνοχόος Ἀρταξέρξου, εἰκοστῷ ἔτει τοῦ αὐτοῦ Ἀρταξέρξου αἰτήσας τὸν βασιλέα ἄνεισιν εἰς Ἱερουσαλὴμ ἐκ Βαβυλῶνος, ἔτι περιόντος Ἔσδρα, τὴν πόλιν τε σὺν τοῖς τείχεσιν ἤγειρεν ἐνόπλοις τοῖς οἰκοδόμοις, ἐπιβουλεύειν αὐτῷ διὰ φθόνον πειρω μένων τῶν πλησιοχώρων ἀλλογενῶν. οὗτος χρεῶν ὀφειλὰς ἀπέκοψε τοῖς Ἰουδαίοις, ἀφορίσας τοὺς ἐθνικοὺς τῶν συναγωγῶν, τοὺς δὲ ὁμογενεῖς ἐκπαιδεύσας σὺν τῷ Ἔσδρᾳ τῷ νόμῳ Μωυσέως ἀκριβῶς καὶ πᾶσι