1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

73

φυλακὰς αὐ τοῦ καὶ τὰς φυλακὰς τῶν υἱῶν Ἰσραὴλ καὶ ἐργάζεσθαι τὰ ἔργα τῆς σκη νῆς τοῦ μαρτυρίου, ἀντὶ πρωτοτόκων τῷ θεῷ ἐλογίσθησαν τῶν ιβʹ φυ λῶν· οἳ καὶ ἐπισκεπέντες εὑρέθησαν χιλιάδες κβʹ. ἐφ' οἷς ἀριθμοῦνται τὰ προσενεχθέντα εἰς τὸν ἐγκαινισμὸν τοῦ θυσιαστηρίου παρὰ τῶν ἀρχόντων τῶν ιβʹ φυλῶν ἐν ἡμέραις ιβʹ καὶ ὁ τῶν Λευιτῶν ἀφαγνισμός· καὶ αἱ δύο σάλπιγγες αἱ ἀργυραῖ γεγόνασιν ἐλαταὶ καὶ αἱ σημασίαι αὐτῶν ἐτάχθησαν πρὸς τὸ ἐξαίρειν τὰς παρεμβολὰς καὶ πρὸς τοὺς πολεμίους. Τῇ δὲ εἰκάδι τοῦ αὐτοῦ δευτέρου μηνὸς ἔτους δευτέρου τῆς ἐξόδου ἀπ άραντες οἱ υἱοὶ Ἰσραὴλ ἀπὸ τῆς ἐρήμου Σιναῒ ἦλθον εἰς τὴν ἔρημον Φαράν, ἀναβάσης τῆς νεφέλης ἀπὸ τῆς σκηνῆς τοῦ μαρτυρίου. ἡ δὲ κιβωτὸς δια θήκης κυρίου προεπορεύετο αὐτῶν ἐπὶ τρεῖς ἡμέρας. διεγόγγυζον οὖν οἱ Ἰσραηλῖται κατὰ θεοῦ καὶ ἀνηλώθησάν τινες κεραυνοῖς· ὅθεν ὁ τόπος ἐμπυρισμὸς ἐκλήθη. ἔκλαιόν τε οἱ λοιποὶ δι' ἐπιθυμίαν κρεῶν καὶ ἰχθύων τῶν ἐν Αἰγύπτῳ, σικύων τε καὶ πεπόνων καὶ πράσων κρομμύων τε καὶ σκόρδων, μισοῦντες τὸ μάννα. Τότε δίδονται πρὸς βοήθειαν Μωυσέως ἄνδρες οʹ κατὰ πνεῦμα θεόθεν κοινωνήσαντες αὐτῷ, ὧν δύο τινὲς Ἐλδὰδ καὶ Μωδὰδ τῶν καταγεγραμ μένων ὄντες ὑπὸ Μωυσέως ἐν τοῖς οʹ μὴ εὑρεθέντες ἐν τῇ σκηνῇ σὺν τοῖς ξηʹ προεφήτευσαν ἀπόντες ἐν τῇ παρεμβολῇ. τότε δίδοται αὐτοῖς ὀρτυγο 159 μήτρα, καίτοι Μωυσέως διστάζοντος ἀπείρως, ὡς ἐμφορηθέντες πληγῆναι διὰ τὸ ἀκόρεστον ὑπὸ τοῦ θεοῦ καὶ ἀποθανεῖν πολλοὺς σφόδρα. τὸ δὲ ὄνο μα τοῦ τόπου μνήματα κληθῆναι ἐπιθυμίας, ὅτι ἐκεῖ ἔθαψαν τὸν ἐπιθυμη τὴν λαόν. Ἀπὸ μνημάτων ἐπιθυμίας ἦλθον εἰς Ἀσηρώθ, καὶ ἐλάλησαν κατὰ Μωυσέως ἡ ἀδελφὴ αὐτοῦ Μαριὰμ καὶ Ἀαρὼν μεμφόμενοι ὅτι γυναῖκα ἔλαβεν Αἰθιόπισσαν Μωυσῆς, καὶ ὅτι λελάληκεν ὁ θεὸς καὶ ἡμῖν ὡς κἀ κείνῳ. καὶ ἤκουσε κύριος καὶ ἐξήλεγξεν αὐτούς. καὶ Μαριὰμ ἐλεπρώθη, ἕως Μωυσῆς ὁ πάντων τῶν τηνικαῦτα ἀνθρώπων πραότατος ἐδεήθη κυ ρίου, καὶ ἰάθη· πλὴν ἠφορίσθη ἔξω τῆς παρεμβολῆς ἡμέρας ζʹ. Ἐξ Ἀσηρὼθ ἦλθον πρὸς τῇ ἐρήμῳ Φαρὰν καὶ ἀπέστειλε Μωυσῆς κατὰ πρόσταγμα κυρίου ἄνδρας ιβʹ ἀρχηγούς, ἕνα κατὰ φυλήν, ἐν οἷς ἦν Χαλὲβ τῆς φυλῆς Ἰούδα, εἷς τῶν ιβʹ, καὶ Αὐσῆς, ἤγουν Ἰησοῦς υἱὸς Ναυή, ἐκ φυλῆς Ἐφραίμ, κατασκοπῆσαι τὴν γῆν Χαναάν· οἳ πορευθέντες μεθ' ἡμέ ρας μʹ ἐπανῆλθον, φέροντες τοῦ καρποῦ τῆς γῆς βότρυν σὺν τῷ κλήματι ἐπ' ἀναφορέως καὶ ῥόας καὶ σῦκα ἐπ' ἄλλων, δεικνύντες τῷ λαῷ τὴν τῆς γῆς ἀρετήν. οἱ δὲ ἄλλοι δέκα κατεπτόησαν τὸν λαόν, τὴν γῆν εἰπόντες πονηρὰν κατεσθίουσαν τοὺς οἰκήτορας, καὶ ἄνδρας οἰκεῖν ἐν αὐτῇ φοβε ρούς, πρὸς οὓς ἑαυτοὺς ὡς ἀκρίδας φαίνεσθαι ἔλεγον. Ἀναλαβοῦσα δὲ θρῆνον ἡ πᾶσα συναγωγὴ παννύχιον ἔκλαιον καταγογ γύζοντες Μωυσέως καὶ Ἀαρὼν καὶ «ὤφελον ἀπεθάνομεν ἐν Αἰγύπτῳ» βοῶντες «ἢ κἂν ἐν τῇ ἐρήμῳ ταύτῃ», ἐβουλεύοντό τε τὰ περὶ τῆς εἰς Αἴγυ πτον ἐπανόδου, τίς ὁ στρατηγήσων ἔσται αὐτοῖς. Μωυσῆς τε καὶ Ἀαρὼν ἐπὶ πρόσωπον ἔπεσον ἐνώπιον τοῦ λαοῦ. μόνοι δὲ Ἰησοῦς ὁ τοῦ Ναυὴ καὶ Χαλὲβ διαρρήξαντες τὰ ἱμάτια ἐπὶ τῇ ἀλόγῳ δειλίᾳ τήν τε γῆν ἔλεγον θαυμαστὴν καὶ τοὺς οἰκοῦντας ἐν αὐτῇ κατάβρωμα ἔσεσθαι αὐτοῖς, ὅτι κύριος ἀφέστηκεν ἀπ' αὐτῶν. ἀλλ' οὗτοι μὲν ἔμελλον καταλιθοβολεῖσθαι λέγοντες τὰ ἀληθῆ, καὶ ἐθυμώθη κύριος ἐπὶ τὸν λαὸν τοῦ ἐκτρῖψαι αὐτόν, εἰ μὴ ἐξιλεώσατο Μωυσῆς τὸν θεόν. πλὴν ὤμοσε μὴ ὄψεσθαι αὐτοὺς πάν τας, ὅσοι δὲ κατὰ τοῦτον ἤδη τὸν τρόπον ἐπείρασαν τὸν κύριον, ἰδόντες 160 τὴν δόξαν αὐτοῦ καὶ τὰ σημεῖα τὰ κατ' Αἴγυπτον καὶ ἐν τῇ ἐρήμῳ, τούτους πάντας μὴ ἰδεῖν τὴν ἐπηγγελμένην γῆν, πλὴν Χαλὲβ καὶ Ἰησοῦ καὶ τῶν παίδων τοῦ λαοῦ τῶν μὴ εἰδότων κακίαν, ἀλλὰ πάντας κατὰ τὴν αὐτὴν ἔρημον ἀναλωθήσεσθαι ἐπὶ ἄλλα ἔτη ληʹ, ὡς ᾐτήσαντο. οἱ δὲ ἄλλοι δέκα ἄνδρες οἱ συγκατάσκοποι Ἰησοῦ καὶ Χαλὲβ ἀπέθανον θείᾳ πληγῇ ὡς ψευσάμενοι κατὰ τοῦ θεοῦ καὶ τῆς αὐτοῦ ἐπαγγελίας. Ἐπὶ τούτοις ἐπένθησεν ὁ λαὸς σφόδρα καὶ ἀνέβησαν παρὰ γνώμην Μωυσέως πολεμῆσαι