1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

90

Ταυτάνου γὰρ βασιλεύον 195 τος τῆς Ἀσίας, ὃς ἦν κςʹ ἀπὸ Νίνου τοῦ Σεμιράμιδος, φασὶ τοὺς μετὰ Ἀγαμέμνονος Ἕλληνας ἐπὶ Τροίαν στρατεῦσαι τὴν ἡγεμονίαν ἐχόντων τῆς Ἀσίας Ἀσσυρίων ἔτη πλείω τῶν χιλίων. Ταῦτα ὁ ∆ιόδωρος ἡμῖν παραδίδωσι μηδ' οὕτω θαρρήσας ἀποφήνασθαι τὸν τῶν βασιλέων ἀριθμὸν ἢ χρόνου τὴν ἀκριβῆ ποσότητα προσηγορίας τε αὐτῶν καὶ ἐπὶ τίνος ἡ κατὰ Τροίας τῶν Ἀχαιῶν ἔφοδος γέγονεν, ἀλλὰ πάντα φειδόμενος διὰ τὸ τῶν παλαιοτέρων αὐτοῦ ἱστορικῶν ἀσύμφωνον, μόνον δ' ὅτι πλείω τῶν ατʹ ἐτῶν ὁ χρόνος τῶν ἀπὸ Νίνου λεʹ βασιλέων ἐστὶν ἀπεφήνατο, καὶ ὅτι τὴν Τροίας ἅλωσιν ἐπὶ τοῦ κςʹ ἀπὸ Νίνου βασι λεύσαντος Ἀσσυρίων Ταυτάνου φασὶ γενέσθαι μετὰ α ἔτη πλείω, ἄλλοις ἐπιγράφων τὰ λεγόμενα, ὡς μὴ πάντη συντιθέμενος. ὁ γὰρ Ταυτάνου χρόνος τῷ μβʹ ἔτει συντρέχει τῆς Ἀσσυρίων ἀρχῆς, κζʹ λογιζομένου Ταυτάνου ἀπὸ Βήλου. εἰ γὰρ τὰ Βήλου νεʹ ἔτη ἀφέλωμεν ἐκ τῶν μβʹ, πολλοῖς ἔτεσι κατὰ τὸν ἀκριβῆ λόγον ἐλαττωθήσεται ἐκ τῶν α πλείω χρόνων ἢ μετὰ α πλείω κατὰ ∆ιόδωρον καὶ τὴν ἀληθῆ ἀνάλωσιν Τροίας. καλῶς ἄρα ἡμῖν ἐστοιχείωται καὶ τοῖς ἐκθεμένοις ἐγγύς που τοῦ αρʹ ἔτους τῆς Ἀσσυρίων ἀρχῆς κατὰ τὸ δτκθʹ ἔτος τοῦ κόσμου ἡ Τροίας ἅλωσις, ἐπὶ τοῦ λβʹ βασιλέως Ἀσσυρίων Βαβίου, ἐπὶ ∆ημοφῶντος τοῦ Θησέως ιβʹ βασιλέως Ἀθηναίων, οἷς κατηκολουθήσαμεν. Ὅτι δὲ ἀσυμφώνως οἱ τῶν Ἑλλήνων ἱστορικοὶ γεγράφασι περὶ τῶν χρό νων καὶ τῶν βασιλέων τούτων παρέστω Κεφαλίων ἐπίσημος εἷς, οὐχ ὁ τυχών, οὕτω φάσκων. Ἄρχομαι γράφειν ἀφ' ὧν ἄλλοι τε ἐμνημόνευσαν καὶ τὰ πρῶτα Ἑλλά νικός τε ὁ Λέσβιος καὶ Κτησίας ὁ Κνίδιος, ἔπειτα Ἡρόδοτος ὁ Ἁλικαρνασεύς. τὸ παλαιὸν τῆς Ἀσίας ἐβασίλευσαν Ἀσσύριοι, τῶν δὲ ὁ Βήλου Νίνος. εἶτ' ἐπάγει γένεσιν Σεμιράμεως καὶ Ζωροάστρου μάγου ἔτη τε νβʹ τῆς Νίνου βασιλείας. μεθ' ὃν Βαβυλῶνα, φησίν, ἡ Σεμίραμις ἐτείχισε τρό πον ὡς πολλοῖσι λέλεκται, Κτησίᾳ, Ζήνωνι, Ἡροδότῳ καὶ τοῖς μετ' αὐ τούς. στρατείην τε αὐτῆς κατὰ τῶν Ἰνδῶν καὶ ἧτταν καὶ ὅτι τοὺς ἰδίους ἀνεῖλεν υἱοὺς καὶ ὑπὸ Νίνου τῶν παίδων ἑνὸς ἀνῃρέθη τοῦ διαδεξαμένου τὴν ἀρχήν. 196 Καὶ μεθ' ἕτερα· καὶ τῶν λοιπῶν εἰς α ἐτῶν ἀριθμὸν ἦρχον, παῖς παρὰ πατρὸς ἐκδεχόμενος τὴν ἀρχὴν καὶ ἔχων ἧττον αὐτῶν οὐδὲ εἷς ἐτελεύτη σεν ἐτῶν κʹ. τὸ γὰρ ἀπόλεμόν τε καὶ ἀφιλοκίνδυνον καὶ γυναικῶδες αὐτοῖς ἦν ἀσφαλές. ἔνδον γὰρ ἔμενον οὐδέ τι αὐτοῖς ἦν ἔργον ὃ ἐπρήσσετο, οὐδὲ ἑώρα τις αὐτοὺς πλὴν αἵ τε παλλακίδες καὶ τῶν ἀνδρῶν οἱ γυναικώδεις. τοὺς δὲ βασιλεῖς τούσδε εἴ τις εἰδῆσαι βούλεται, Κτησίης ἐστὶν ὁ λέγων ὀνόματα αὐτῶν κʹ, οἶμαι, καὶ γʹ. ἐμοὶ δὲ ἡ γραφὴ τί τερπνὸν ἢ τί χάριεν ἤμελλεν ἕξειν, ὀνομακλήδην ἄνευ πράξεων βαρβάρως φωνέοντι τυράννους δειλοὺς καὶ μαλακοὺς βαρβάρους; πρὸς οἷς ἐπάγει τὰ περὶ τῶν ἐτῶν αὐτῶν· ἐτέων δὲ ὄντων ἀπὸ Νίνου τεσσαράκοντά που καὶ χʹ Βέλιμος ἐβα σίλευσεν Ἀσσυρίων. καὶ ἀφικνεῖται Περσεὺς ὁ ∆ανάης εἰς τὴν χώρην αὐ τοῦ, ναῦς ἄγων ρʹ. ἔφευγε δὲ Περσεὺς ∆ιόνυσον τὸν Σεμέλης υἱέα. καὶ μετέπειτα· ὑστέρῃ δὲ γενεῇ κατὰ Πανύαν ἄρχοντα ὁ τῶν Ἀργοναυτῶν στό λος ἔπλευσεν ἐπί τε Φᾶσιν καὶ Μηδείην τὴν Κολχίδα, καὶ Ἡρακλέα πλα νηθέντα ἀπὸ τῆς νεὼς διὰ τὸν ἔρωτα τοῦ Ὕλα λέγουσι περὶ τοὺς Καππα δόκας ἀληθῆναι. καὶ αὖθις· α δὲ ἐτῶν ἀπὸ Σεμιράμεως εἰς Μητραῖον βασιλέα ἂν ἀριθμοῖτο περιτελλομένων. Μήδεια Κολχὶς ἀνεχώρησεν Αἰγέως, ἧς υἱὸς Μῆδος, ἐξ οὗ Μῆδοι καὶ ἡ χώρα ἐκλήθη Μήδεια. εἶτά φησι· Μητραίου δὲ τὴν ἀρχὴν διαδέχεται Ταύτανος ζῶν καὶ αὐτὸς κατὰ ἔθη τὰ Ἀσσυρίων καὶ νόμους. καὶ ἄλλο μὲν οὐδὲν ἐγένετο οὐδὲ ἐπὶ τούτου καινὸν ἔργον. Ἀγαμέμνων δὲ καὶ Μενέλαος οἱ Μυκηναῖοι ἐστρατεύσαντο σὺν Ἀργείοισι καὶ τοῖσι ἄλλοισιν Ἀχαιοῖς εἰς Ἴλιον πόλιν τῆς Πριάμουτοῦ Φρυγὸς στρατηγίης. Ἕως τούτων ἀρκεῖν ἡγησάμεθα τὴν ἐκ τῶν Κεφαλίωνος γραφῶν πρὸς τὸν ∆ιόδωρον διαφωνίαν παραθέσθαι τοῖς ἀκριβῶς ἐπιστῆσαι βουλομένοις. ὁ μὲν γὰρ λεʹ βασιλεῖς ἀπὸ Νίνου καὶ αὐτοὺς ἐξέθετο καὶ τὴν ἅλωσιν Τροίας μετὰ α ἔτη