1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

188

Ῥωμαίων βασιλεύσαντι Κλαυδίῳ, πρόγονος ὢν αὐτοῦ. ἐβασίλευσε δὲ Ῥωμαίων μετὰ Κλαύδιον ἔτη ιγʹ, κατὰ δὲ ἄλλους ιδʹ. τούτου δὲ τῆς βασιλείας ἀτυχεστέραν ἢ αἰσχροτέραν ἐν οὐδενὶ χρόνῳ φαίνονται βασιλευθέντες Ῥωμαῖοι. πάσης γὰρ τυραννίδος καὶ ὠμότητος ἔργα παρ' αὐτοῦ πέπρακται, ἀκρασίαι, μιαιφονίαι τῆς τε μητρὸς Ἀγριππίνης καὶ Ὀκταβίας τῆς οἰκείας γαμετῆς, ἀδελφοῦ τε γνη 415 σίου καὶ θείου πρὸς πατρὸς καὶ ἄλλων πολλῶν συγγενῶν, καὶ τῶν ἐν γερουσίᾳ. ἐπὶ πᾶσι δ' αὐτοῦ τοῖς ἀτυχήμασι καὶ τὸν πρῶτον κατὰ Χρι στιανῶν ἐνεδείξατο διωγμόν, ἡνίκα Πέτρος καὶ Παῦλος οἱ θειότατοι ἀπό στολοι τῷ ὑπὲρ Χριστοῦ μαρτυρήσαντες κατεστέφθησαν ἀγῶνι, ὁ μὲν κατὰ κεφαλῆς ἀνασκολοπισθείς, ὡς αὐτὸς ᾑρετίσατο, ὁ δὲ τὴν ἁγίαν ἐκτμηθεὶς κεφαλὴν Παῦλος· περὶ ὧν ὁ Ῥωμαϊκὸς συγγραφεὺς Τερτυλλιανὸς τάδε γράφει· Ἐντύχετε τοῖς ὑπομνήμασιν ὑμῶν· ἐκεῖ εὑρήσετε πρῶτον Νέρωνα τοῦτο δογματίσαντα, ἡνίκα μάλιστα ἐν Ῥώμῃ τὴν ἀνατολὴν πᾶσαν ὑποτάξας ὠμὸς ἦν εἰς πάντας διώκτης. τοιούτῳ τῆς κολάσεως ἡμῶν ἀρχηγῷ καυ χώμεθα. ὁ γὰρ εἰδὼς ἐκεῖνον νοῆσαι δύναται οὐκ ἄν, εἰ μὴ μέγα τι ἀγαθῶν ἦν, ὑπὸ Νέρωνος κατακριθῆναι. ταύτῃ γοῦν οὗτος θεομάχος ἐν τοῖς μά λιστα πρῶτος ἀνακηρυχθεὶς ἐπὶ τὰς κατὰ τῶν ἀποστόλων ἐπήρθη σφα γάς. Παῦλος δὴ οὖν ἐπὶ τῆς Ῥώμης τὴν κεφαλὴν ἀπετμήθη καὶ Πέτρος ὡσαύτως ἀνασκολοπισθῆναι κατ' αὐτὸν λέγεται. καὶ πιστοῦταί γε τὴν ἱστορίαν ἡ Παύλου καὶ Πέτρου εἰς δεῦρο κρατήσασα ἐπὶ τῶν αὐτόθι κοιμητηρίων πρόρρησις. τούτοις καὶ Γάιος ἱστορικός, ἀνὴρ ἐκκλησιαστι κός, ὅμοια γράφει Πρόκλῳ τινὶ τῆς Φρυγῶν αἱρέσεως διαλεγόμενος ἐν τοῖς χρόνοις Ζεφυρίνου, πεντεκαιδέκατος τῆς Ῥωμαίων ἐκκλησίας ἐπί σκοπος κατὰ Σεβῆρον Ῥωμαίων αὐτοκράτορα· ἐγὼ δὲ τὰ τρόπαια τῶν ἀποστόλων ἔχω. ἐὰν γὰρ θελήσῃς ἀπελθεῖν ἐπὶ τὸν Βασίκανον ἐπὶ τὴν ὁδὸν τὴν Ὀστείαν, εὑρήσεις τὰ τρόπαια τῶν ταύτην ἱδρυσαμένων τὴν ἐκκλησίαν. Τούτοις ἀκόλουθα καὶ ∆ιονύσιος ὁ Κορίνθου ἐπίσκοπος γράφει, ὡς δη λονότι κατὰ τὸν αὐτὸν καιρὸν ἐμαρτύρησαν· ταῦτα καὶ ὑμεῖς διὰ τῆς το σαύτης νουθεσίας τὴν ἀπὸ Παύλου καὶ Πέτρου φυτείαν γενηθεῖσαν Ῥω 416 μαίων τε καὶ Κορινθίων συνεκεράσατε. καὶ γὰρ ἄμφω καὶ εἰς τὴν ἡμετέ ραν Κόρινθον φοιτήσαντες ἡμᾶς ὁμοίως ἐδίδαξαν, ὁμοίως δὲ καὶ εἰς τὴν Ἰταλίαν ἐκδιδάξαντες ἐμαρτύρησαν κατὰ τὸν αὐτὸν καιρόν. Τῆς Ῥωμαίων ἐκκλησίας αʹ ἐπίσκοπος μετὰ Πέτρον τὸν κορυφαῖον Λίνος ἔτη ιηʹ.

ΚΟΣΜΟΥ ΕΤΗ ΕΦΞ∆ Τῆς θείας σαρκώσεως ἔτη ξδʹ Νέρωνος τὸν βίον αἰσχρῶς

καταλύσαντος Οὐεσπασιανὸς ὑπὸ τῶν στρα τευμάτων κατὰ τὴν Ἰουδαίαν βασιλεὺς Ῥωμαίων ἀνηγορεύθη. Γαλβᾶς δὲ στρατηγῶν Ἰβηρίας εἰς Ῥώμην παρελθὼν κρατεῖ μῆνας ζʹ. τοῦτον Ὄθων ἀνελὼν εἷς τῶν ἐν τέλει κρατεῖ μῆνας γʹ ἐπὶ τῆς Ῥώμης, ὃν Βιτέλλιος κτείνας κρατεῖ μῆνας ηʹ. οὗτος Σαβῖνον τὸν ἀδελφὸν Οὐεσπασιανοῦ διατρίβοντα κατὰ τὴν Ῥώμην καὶ φόβῳ τῆς ἀναρρήσεως τοῦ ἀδελφοῦ ἐν τῷ Καπετωλίῳ προσφυγόντα κατὰ τὸν ναὸν τοῦ ∆ιὸς ἀνεῖλε, πολιορκήσας τὸν ἄνδρα καὶ τὸν ναὸν ἐμπρήσας. Ὁ δὲ αὐτὸς ὑπὸ ∆ομετιανοῦ παραχρῆμα ἀνῃρέθη τοῦ νεωτέρου παιδὸς Οὐεσπασιανοῦ πεμφθέντος εἰς τοῦτο παρὰ τοῦ πατρός. τὸν γὰρ πρεσβύτε ρον υἱὸν Τίτον τὸν πρὸς Ἰουδαίους πόλεμον ἐκτελέσαντα καταλιπὼν αὐτὸς ἐπὶ τὴν Ἑλλάδα παραγίνεται, χαίρων, ὡς Ἕλληνες μυθεύονται, ἐφ' οἷς ἠκηκόει παρὰ τοῦ Τυανέως Ἀπολλωνίου περὶ τοῦ χρόνου τῆς βασιλείας καὶ τῶν λοιπῶν εὐδοκιμήσεων, κατὰ τὴν Αἴγυπτον συντυχὼν αὐτῷ ἐξ Ἰνδῶν καὶ Βραχμάνων ἐπανελθόντι τῶν ἐκεῖσε Γυμνοσοφιστῶν. ἐλθὼν οὖν εἰς Ἑλλάδα χειροῦται τὰς ἀποστάσας πόλεις, κἀκεῖθεν εἰς Ῥώμην παραγίνεται, βασιλεύσας κοσμίως καὶ ἀντιθέτως τῷ Νέρωνι. βίους γὰρ καὶ τὰ τῆς πόλεως ἀνακαλεῖται δίκαια, τούς τε ἐπαναστάντας βαρβάρους Βροξύλους καὶ Βρεττανοὺς καὶ ∆άκας καὶ