1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

8

θεοπνεύστῳ γραφῇ πρὸ τοῦ κατακλυσμοῦ περὶ βασιλείας τῆς οἱασοῦν οὐ φέρεται· δῆλον γὰρ ὡς οἱ τοῦ γένους προπάτορες Ἀδάμ τε καὶ Σὴθ καὶ Ἐνὼς καὶ οἱ ἀμφ' αὐτοὺς ἐπισημότεροι, οὗτοι ἐξῆρχον τῶν πολλῶν ἕως τελείας κατακρατήσεως τῶν γιγάντων, οὓς νομίζομεν τυ ραννεῖν τῶν ἀσθενεστέρων ἀνθρώπων, οἵτινες οὐκ ἦσαν αὐτοῖς ὅμοιοι, μέχρι τοῦ ἐπὶ Νῶε κατακλυσμοῦ, δι' οὓς καὶ ἐφθάρη ἡ γῆ. Ἐπειδὴ δὲ Βήρωσσος ὁ τῆς Χαλδαϊκῆς ἀρχαιολογίας συγγραφεὺς ἀκμά σας κατὰ τοὺς χρόνους Ἀλεξάνδρου τοῦ Μακεδόνος, ὥς φησι, καὶ εὑρὼν ἐν Βαβυλῶνι πολλῶν ἀναγραφὰς φυλασσομένας ἐπιμελῶς, αἳ περιεῖχον ἐτῶν μυριάδας που ιεʹ καὶ μικρὸν πρός, ἱστορίας τινὰς περὶ οὐρανοῦ τε καὶ γῆς καὶ θαλάσσης καὶ βασιλέων ἀρχαιότητος καὶ τῶν πράξεων αὐτῶν, περί τε θέσεως τῆς Βαβυλωνίας γῆς καὶ καρποφορίας αὐτῆς καὶ ζῴων τινῶν ἐκ τῆς ἐρυθρᾶς θαλάσσης φανέντων παρὰ φύσιν τῷ εἴδει, καὶ ἄλλα τινὰ μυθώδη, ταῦτα κομπολογίᾳ τινὶ συνέγραψεν, ἅτινα πάντα κατὰ τὸν ἀληθῆ λόγον πλάσματα δαιμόνων εἶναι δοκεῖ, ἀναγκαῖον ἡγοῦμαι καὶ τού των τὸν χρόνον ἐν κανονίῳ παραθέσθαι ἀπὸ τοῦ ανθʹ ἔτους τοῦ κόσμου ὄντα, καίπερ πληροφορούμενος ὅτι δοξάσαι θέλων τὸ τῶν Χαλδαίων 15 ἔθνος καὶ δεῖξαι πάντων τῶν ἐθνῶν ἀρχαιότερον ὁ Βήρωσσος καὶ οἱ κατ' αὐτόν, ὁ Ἀλέξανδρος, φημί, ὁ Πολυίστωρ λεγόμενος καὶ Ἀβυδηνός, ταῦτα γεγράφασι. τὸ γὰρ τὴν καθ' ἡμᾶς οἰκουμένην πρὸ τοῦ κατακλυσμοῦ μᾶλλον ἀοίκητον ἡγεῖσθαι, ἐν ᾗ τῶν Βαβυλωνίων ἡ χώρα καὶ ἡ Αἴγυπτος κεῖται, καταλληλότερον εἶναι δοκεῖ ἔκ τε τῆς θείας γραφῆς καὶ ἔκ τινων πατρικῶν μαρτυριῶν καὶ τῆς φυσικῆς τῶν πραγμάτων ἀκολουθίας· καὶ ἐκ μὲν τῆς γραφῆς οὕτω λεγούσης· «καὶ ἐξέβαλε τὸν Ἀδάμ, καὶ κατῴκισεν αὐτὸν ἀπέναντι τοῦ παραδείσου τῆς τρυφῆς.» ἡ δὲ Βαβυλωνίων γῆ καὶ ἡ καθ' ἡμᾶς οἰκουμένη πᾶσα πόρρω που κεῖται ἀπὸ τῆς κατ' ἀνατολὰς Ἐδέμ, ἔνθα τὸν παράδεισον κεῖσθαι φαμέν. καὶ ἵνα τῷ τοιούτῳ λόγῳ μάρ τυρά τινα θεοφόρον διδάσκαλον παραστήσωμεν, παρέστω ἡμῖν ὁ θεῖος Ἐφραΐμ, ἡ ὠκεανόβρυτος γλῶσσα, φάσκων ἐν τοῖς εἰς τὸν παράδεισον δογματικοῖς αὐτοῦ λόγοις οὕτως· «πάντων τῶν ὑψωμάτων τῶν ὡραίων ὑψηλότερος ὁ παράδεισος. ὁ δὲ κατακλυσμὸς πρὸς τὰ ἴχνη αὐτοῦ ἔφθασεν. οἱ δὲ πρὸ τοῦ κατακλυσμοῦ ἄνθρωποι ἀνὰ μέσον τοῦ ὠκεανοῦ καὶ τοῦ παρα δείσου ᾤκησαν, ἡ δὲ γενεὰ τοῦ Κάιν εἰς γῆν καλουμένην Ὄδ, ἥτις μεθερ μηνεύεται τρέμουσα, οἱ δὲ τοῦ Σὴθ εἰς τὴν ὑψηλοτέραν ἐντεταλμένοι ὑπὸ τοῦ Ἀδὰμ μὴ συμμίγνυσθαι εἰς τὴν γενεὰν τοῦ Κάιν τοῦ ἀδελφοκτόνου. ἦν δὲ ἡ γενεὰ αὐτοῦ χθαμαλοὶ τῇ ἡλικίᾳ διὰ τὴν κατάραν Κάιν· οἱ δὲ τοῦ Σὴθ γίγαντες καὶ ὡς ἄγγελοι θεοῦ ἐν τῇ ὑψηλῇ χώρᾳ. ἐλθοῦσαι δὲ αἱ θυγατέρες τοῦ Κάιν διὰ μουσικῶν αὐλῶν καὶ κινυρῶν κατήγαγον αὐτοὺς ἐκ τῆς χώρας αὐτῶν, καὶ ἔσχον αὐτάς, καὶ πληθυνθείσης τῆς ἀνομίας αὐ τῶν γέγονεν ὁ κατακλυσμός. καὶ ἐξήγαγεν ὁ θεὸς τὴν κιβωτὸν Νῶε εἰς ὄρος Ἀραράτ. καὶ ἔκτοτε ᾤκησαν οἱ ἄνθρωποι εἰς τὴν γῆν ταύτην. τοῦτο δηλοῖ ὅτι ἡ νῦν οἰκοῦσα γῆ τότε ἀοίκητος ἦν. διὰ γὰρ τῆς εὐσπλαγχνίας τοῦ θεοῦ ᾤκησαν οἱ πρὸ τοῦ κατακλυσμοῦ εἰς τὰ πλησίον τοῦ παραδείσου, ἀνὰ μέσον ὠκεανοῦ καὶ τοῦ παραδείσου. τὸ δὲ σκότος τὸ ἐξώτερον, περὶ οὗ εἶπεν ὁ Χριστός, ἔσωθεν τοῦ παραδείσου ἐστίν· ὁ δὲ παράδεισος σὺν τῷ ὠκεανῷ τὸν κόσμον κυκλοῖ· ἡ δὲ Ἐδὲμ κατὰ ἀνατολάς ἐστιν· οἱ δὲ φωστῆρες ἡλίου καὶ σελήνης ἔσωθεν τοῦ παραδείσου ἀνατέλλουσιν, ἔξω θεν δὲ δύνουσιν παρερχόμενοι δι' αὐτοῦ» καὶ τὰ ἑξῆς. 16 Τοῖς μὲν οὖν εὐπειθέσιν ἀρκεῖν οἶμαι ταῦτα πρὸς πᾶσαν πληροφορίαν, ὅτι οἱ πρὸ τοῦ κατακλυσμοῦ ἄνθρωποι τὴν μεταξὺ ὠκεανοῦ καὶ τοῦ παραδείσου γῆν ᾤκουν, καὶ οὔτε Βαβυλὼν ἦν ἐπὶ τῆς γῆς οὔτε Χαλδαίων βασιλεία, ὡς τῷ Βηρώσσῳ καὶ τοῖς ἑπομένοις αὐτῷ δοκεῖ πρὸς ἀνατροπὴν τῶν θείων γραφῶν, οὔτε Αἰγυπτίων δυναστεία, ὡς τῷ Μανεθῷ ψευδομέ νῳ καὶ μεγαλύνοντι τὸ τῶν Αἰγυπτίων ἔθνος ἔδοξε γράφειν. εἰ δέ τις οὐκ ἀρκεῖται τοῖς προτεθεῖσι, τελείως πειθέσθω δι' ὧν