1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

47

Μεστραὶμ ὁ καὶ Μήνης ἔτη λεʹ. βʹ Αἰγύπτου δεύτερος ἐβασίλευσε Κουρώδης ἔτη ξγʹ. τοῦ δὲ κόσμου ἦν ἔτος βωιαʹ. γʹ Αἰγυπτίων τρίτος ἐβασίλευσεν Ἀρίσταρχος ἔτη λδʹ. τοῦ δὲ κόσμου ἦν ἔτος βωοδʹ. δʹ Αἰγυπτίων τέταρτος ἐβασίλευσε Σπάνιος ἔτη λ ςʹ. τοῦ δὲ κόσμου ἦν ἔτος β Ϡηʹ. εʹ, ςʹ Αἰγυπτίων δύο βασιλέων εʹ καὶ ςʹ ἀνεπιγράφων ἔτη οβʹ. τοῦ δὲ κόσμου ἦν ἔτος β Ϡμδʹ. ζʹ Αἰγυπτίων ζʹ ἐβασίλευσεν ὁ Σέραπις ἔτη κγʹ. τοῦ δὲ κόσμου ἦν ἔτος γι ςʹ. 103 ηʹ Αἰγυπτίων ηʹ ἐβασίλευσε Σεσόγχωσις ἔτη μθʹ. τοῦ δὲ κόσμου ἦν ἔτος γλθʹ. θʹ Αἰγυπτίων θʹ ἐβασίλευσεν Ἀμενέμης ἔτη κθʹ. τοῦ δὲ κόσμου ἦν ἔτος γπηʹ.

ΘΗΒΑΙΩΝ ΒΑΣΙΛΕΙΣ Ἀπολλόδωρος χρονικὸς ἄλλην Αἰγυπτίων τῶν Θηβαίων

λεγομένων βασιλείαν ἀνεγράψατο βασιλέων ληʹ, ἐτῶν αο ςʹ. ἥτις ἤρξατο μὲν τῷ β Ϡʹ ἔτει τοῦ κόσμου, ἔληξε δὲ εἰς τὸ γμεʹ ἔτος τοῦ κόσμου, ὧν τὴν γνῶ σιν, φησίν, ὁ Ἐρατοσθένης λαβὼν Αἰγυπτιακοῖς ὑπομνήμασι καὶ ὀνόμασι κατὰ πρόσταξιν βασιλικὴν τῇ Ἑλλάδι φωνῇ παρέφρασεν οὕτως· Θηβαίων βασιλέων τῶν μετὰ ρκδʹ ἔτη τῆς διασπορᾶς ληʹ βασιλειῶν αʹ ἐβασίλευσε Μήνης Θινίτης Θηβαῖος, ὃ ἑρμηνεύεται αἰώνιος· ἐβασί λευσεν ἔτη ξβʹ. τοῦ δὲ κόσμου ἦν ἔτος β Ϡʹ. βʹ Θηβαίων δεύτερος ἐβασίλευσεν Ἀθώθης υἱὸς Μήνεως ἔτη νθʹ. οὗτος ἑρμηνεύεται Ἑρμογένης. ἔτος τοῦ κόσμου β Ϡξβʹ. γʹ Θηβαίων Αἰγυπτίων τρίτος ἐβασίλευσεν Ἀθώθης ὁμώνυμος ἔτη λβʹ. τοῦ δὲ κόσμου ἦν ἔτος γκαʹ.

ΑΡΑΒΩΝ ΒΑΣΙΛΕΙΣ Ἀράβων βασιλέων τῶν μετὰ τοὺς ςʹ Χαλδαίων βασιλεῖς,

ὧν πρῶτος Μαρδοκέντης ἐβασίλευσεν ἔτη μεʹ. τοῦ δὲ κόσμου ἦν ἔτος γαʹ. βʹ Ἀράβων δεύτερος ἐβασίλευσε Μαρδακὸς ἔτη μʹ. τοῦ δὲ κόσμου ἦν ἔτος γμαʹ. γʹ Ἀράβων τρίτος ἐβασίλευσε Σισιμόρδακος ἔτη κηʹ. τοῦ δὲ κόσμου ἦν ἔτος γπ ςʹ. δʹ Ἀράβων τέταρτος ἐβασίλευσε Νάβιος ἔτη λζʹ. τοῦ κόσμου ἦν ἔτος γριδʹ. 104 εʹ Ἀράβων πέμπτος ἐβασίλευσε Πάραννος ἔτη μʹ. τοῦ δὲ κόσμου ἦν ἔτος γρναʹ. ςʹ Ἀράβων ἕκτος ἐβασίλευσε Ναβούνναβος ἔτη κεʹ. τοῦ δὲ κόσμου ἦν ἔτος γρ ζαʹ. Ἡ τῶν Ἀράβων βασιλεία διαδεξαμένη τὴν τῶν Χαλδαίων διήρκεσεν ἔτη σιεʹ, ἀρξαμένη ἀπὸ τοῦ καθολικοῦ κοσμικοῦ γαʹ ἔτους καὶ λήξασα εἰς τὸ παρὸν γσιεʹ. ταύτην Ἀσσυρίων μαʹ διεδέξαντο βασιλεῖς, οἳ καὶ ἀρξάμενοι ἀπὸ τοῦ γσι ςʹ καθολικοῦ ἔτους κόσμου ἔληξαν εἰς τὸ δχοεʹ ἔτος τοῦ κόσμου, διαρκέσαντες ἔτη ὅλα αυξʹ ἀπὸ τοῦ πρώτου αὐτῶν Βή λου ἕως τοῦ μαʹ Κονκολέρου τοῦ καὶ Σαρδαναπάλου, ὡς συμφωνοῦσι πολ λοὶ τῶν ἐπισήμων ἱστορικῶν, Πολύβιος καὶ ∆ιόδωρος, Κεφαλίων τε καὶ Κάστωρ καὶ Θάλλος καὶ ἕτεροι.

ΚΟΣΜΟΥ ΕΤΗ Γενεὰ ιθʹ Ναχὼρ ἔτη οθʹ. τοῦ δὲ κόσμου ἦν ἔτος γρξδʹ. Εὐσέβιος

τῷ γρπδʹ ἔτει τοῦ κόσμου φησὶ τὸν Ἀβραὰμ γεννηθῆναι. σφάλλεται ὁ Εὐσέβιος ἐν τοῖς ἀπὸ Ἀδὰμ ἕως Ἀβραὰμ χρόνοις τὰ ρλʹ ἔτη τοῦ δευτέρου Καϊνᾶν μὴ στοιχειώσας υἱοῦ Ἀρφαξάδ, ὃν οἱ οʹ ἀριθ μοῦσι καὶ τὸ κατὰ Λουκᾶν εὐαγγέλιον ιγʹ ἀπὸ Ἀδάμ. Ἀφρικανὸς ἀπὸ Ἀδὰμ ἐπὶ τὸ πρῶτον ἔτος Ἀβραὰμ ἔτη γσβʹ ἐπελογίσατο. σφάλλεται δὲ καὶ οὗτος τὰ αὐτὰ ρλʹ ἔτη τοῦ δευτέρου Καϊνᾶν υἱοῦ Ἀρφαξάδ, ὑφαιρουμένων τῶν κʹ ἐτῶν τοῦ Μαθουσάλα, ἅτινα προσ ομοίως τῷ Εὐσεβίῳ καὶ οὗτος τῷ γρπδʹ ἔτει τοῦ κόσμου. Τῷ οθʹ αὐτοῦ ἔτει ὁ Ναχὼρ ἐγέννησε τὸν Θάρα. 105 Γενεὰ εἰκοστή Θάρα ἔτη οʹ. τοῦ κόσμου ἦν ἔτος γσμγʹ. Κατὰ Ἀφρικανόν Τῷ γσοζʹ ἔτει τοῦ κόσμου ἐπέβη Ἀβραὰμ τῆς ἐπηγγελμένης Χανανί τιδος γῆς, ὅπερ ἀδύνατον πέφυκε. Τῷ γτιβʹ ἔτει τοῦ καθολικοῦ κόσμου, ὅπερ ἦν τῆς ζωῆς Θάρα τοῦ πα τρὸς Ἀβραὰμ ἔτος οʹ, ἐγέννησεν ὁ αὐτὸς Θάρα τὸν Ἀβραάμ, ὥς φησιν ἡ γραφή, καὶ μετὰ οεʹ ἔτη, τοῦτ' ἔστι μετὰ ρμεʹ τῆς γεννήσεως Θάρα, τῷ γτπζʹ ἔτει τοῦ κόσμου, ἐξῆλθεν Ἀβραὰμ ἐκ