1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

167

κληρονόμος υἱοθετηθεὶς ἦν αὐτῷ ζῶντι Ὀκταβιανὸς Καῖσαρ ὁ καὶ Αὔγουστος κληθείς, υἱὸς Ἀττίας τῆς ἀδελφῆς αὐτοῦ καὶ Ὀκταβίου στρατηγικοῦ ἀνδρός, ὃς ἐν Ἀπολλωνίᾳ τῆς Ἠπείρου λόγων ἕνεκα παιδεύσεως Ἑλληνικῆς διάγων, εἰς Ῥώμην σπουδαίως διὰ τὴν τοῦ θείου σφαγὴν ἀναχθεὶς φιλοτιμίαις τὸν δῆμον προσάγεται καὶ τοῖς ὑπάτων προὔχουσιν Ἀντωνίῳ καὶ Ἐλπιδίῳ συμπλακεὶς μικρὰ καὶ κρατήσας αὐτῶν πανταχοῦ, τέλος δὲ καὶ συνελθὼν αὐτοῖς εἰς φιλίαν, πολεμῆσαι Ῥωμαίων τούτους καὶ τὴν σύγκλητον πείθει καταψηφίσασθαι Βροῦττον καὶ Κάσσιον ἅμα τοῖς σὺν αὐτοῖς, στρατηγοὺς δὲ κατὰ ταὐτὸ Ἀντώνιον καὶ Ἐλπίδιον καὶ αὐτὸν Αὔγουστον τρίτον προχειρισθῆναι. καὶ ὁ μὲν Ἐλπίδιος πρὸς φυλακὴν ἔμεινε τῆς Ῥώμης, Αὔγουστος δὲ καὶ Ἀντώνιος τοῖς περὶ Βροῦττον καὶ Κάσσιον ἐν Ἑλλάδι πολεμήσαντες οὕτω κρατοῦσιν αὐτῶν, ὡς φυγάδας γενομένους φόβῳ τῶν ἐπικειμένων τέλος καὶ αὐτοὺς ἑκάτεροι διαχειρίσα 367 σθαι. εἶτα μετὰ τὴν νίκην ἐλθόντες εἰς Ῥώμην Αὔγουστος καὶ Ἀντώνιος διαιροῦνται μετὰ Ἐλπιδίου τριχῆ τὴν ὅλην Ῥωμαίων ἀρχήν, σχεδὸν δὲ εἰπεῖν τῆς οἰκουμένης. καὶ ὁ μὲν Αὔγουστος τὴν πρὸς ἑσπέραν ἄχρις Ὠκεα νοῦ κληροῦται Εὐρώπην, Ἐλπίδιος δὲ τὴν πρὸς Λιβύην πᾶσαν, Ἀντώνιος δὲ τὴν ὅλην Ἀσίαν. ὃς ἀκούσας Λαβίινόν τινα τῶν ἐν τέλει Ῥωμαίων, ἕνα τῶν ἐπὶ Βροῦττον καὶ Κάσσιον, πρὸς Ἡρώδην Περσῶν βασιλέα φυ γόντα καὶ Ῥωμαίοις πολεμεῖν πείσαντα, στρατηγοὺς δὲ καὶ Πάκουρον τὸν υἱὸν ἐν πολλῇ δυνάμει πρὸς τοῦτο πέμψαντα, στέλλει πρότερον στρα τηγοὺς τοὺς αὐτοῖς ἀντιταξομένους, ὧν εἷς ἦν καὶ Βένδιδος, ὁ καὶ τὴν νίκην Ῥωμαίοις διαπραξάμενος περί τε Λυδίαν καὶ ἐν τῇ Συριστὶ καλουμένῃ χώρᾳ τῆς Εὐφρατησίας. ἰσχυρῶς οὖν ἡττηθέντων Περσῶν ὑπὸ τῶν Ἀν τωνίου καὶ τῆς Ῥωμαίων βουλῆς στρατηγῶν Ἡρώδης ἔτι πρὸς δεύτερον ἑτοιμάζεται πόλεμον, τοῦτο πράττοντος καὶ Ἀντωνίου. Τότε δὴ καὶ Ἀντίγονος προπέμψας Ἰουδαίων τοὺς εὔνους κατηγορεῖ Ἡρώδου καὶ τῶν ἀδελφῶν σὺν τῷ Ὑρκανῷ. ὁ γὰρ Ἡρώδου πατὴρ Ἀντιπατρος ὑπὸ Μαλίχου φαρμάκῳ προδιεφθάρη· τοὺς κατηγοροῦντας Ἡρώ δου τιμωρησάμενος Ἀντώνιος τὴν ἀρχὴν Ὑρκανῷ καὶ Ἡρώδῃ τέως ἐβεβαίωσεν, εἰς Ἀντιόχειαν ὤν. ἔπειτα πλειόνων κατ' αὐτῶν Ἰουδαίων ἐπιβοώντων ἀνεῖλεν αὐτῶν τοὺς προὔχοντας. Τότε καὶ Κασσίῳ μετὰ τὴν Καίσαρος ἀναίρεσιν ὀκτακόσια τῆς Ἰουδαίας ἀφελομένῳ τάλαντα σπουδαῖος ὤφθη θεραπευτής, ἡνίκα καὶ Μάλιχον τῷ Κασσίου βουλήματι φονεύσας τὸν Ἀντιπάτρου θάνατον Ἡρώδης ἐξεδίκησετοῦ πατρὸς αὐτοῦ. διωχθεὶς δὲ πάλιν τῆς ἀρχῆς σὺν τῷ Ὑρκανῷ προσφεύ γει Ἀντωνίῳ, καὶ μὴ δεχθεὶς παρὰ τῶν Ἰουδαίων καρτερῶς μάχεται, αὐτὸν δὲ ἐκδιώκει Ἀντίγονον. ὁ δὲ Ἀντίγονος ἀπογνοὺς τῆς Ῥωμαίων βοηθείας Ἡρώδῃ προσφεύγει Περσῶν βασιλεῖ μαχομένῳ Ῥωμαίοις, καὶ κατ 368 άγεται διὰ Πακόρου παιδὸς Ἡρώδου εἰς τὴν Ἰουδαίαν, ὑποσχόμενος χρυσοῦ χίλια τάλαντα Πέρσαις· Ὑρκανόν τε ζῶντα παραλαμβάνει, τοῖς ὀδοῦσιν ἐκκόψας αὐτοῦ τὰ ὦτα, ὡς μηκέτι ἱερατεύειν, καὶ τοῦτον προὔδωκεν αὖθις Πέρσαις ἄγειν μεθ' ἑαυτῶν. Ἡρώδης δὲ φυγὰς ἧκε πρὸς Μάλιχον Ἀράβων βασιλέα. τότε καὶ Φασάιλος ἀδελφὸς αὐτοῦ ἀναιρεῖται. Χρονογραφία ἀπὸ κτίσεως κόσμου ευνηʹ ∆εύτερος Ῥωμαίων μόναρχος Καῖσαρ Σεβαστὸς Ὀκταούιος, ὁ καὶ Αὔγουστος ἐπικληθείς, ἐβασίλευσεν ἔτη νςʹ. Τῷ ευξʹ ἔτει τοῦ κόσμου δεύτερον ἐχρημάτισεν Αὐγούστου Καίσαρος πλῆρες καὶ ἀρχὴ τοῦ τρίτου, ἐν ᾧ καὶ ἡ ἴνδικτος ὑπ' αὐτοῦ ἤτοι ἐπινέμησις ἐθεσπίσθη, ὡς μαρτυρεῖ ὁ μακάριος Μάξιμος ἐν τῷ περὶ τοῦ πάσχα λόγῳ. Ἰουδαίοις πρεσβευσαμένοις ἤγουν Ὑρκανῷ καὶ Ἡρώδῃ δόγμα συγκλήτου καὶ Ἀθηναίων ψήφισμα περὶ φιλίας ἐξεπέμφθη. Κικέρων ὁ ῥήτωρ καὶ συγκλητικὸς ἐν Γαΐταις ἀνῃρέθη τῆς Ἰταλίας, ὡς δὲ ἄλλοι φασίν, ὅτι φαρμάκῳ διέφθειρεν ἑαυτόν. Ἡ τῶν ἐν Περγάμῳ βασιλευσάντων ἐπαύσατο ζʹ βασιλέων ἀρχή, διαρ κέσασα ἔτη ρνδʹ ἀπὸ τοῦ ετιγʹ κοσμικοῦ ἔτους ἕως τοῦ ευξζʹ, ὡς ἑξῆς δηλωθήσεται. Ἀπὸ Γαΐου