1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

71

καὶ ὁ ἄργυρος, ἔστι δέ που καὶ ὁ χαλκὸς ἐν κεφαλαῖς καὶ βάσεσι τῶν ἀργυρῶν κιόνων. ὁ δὲ περίβολος τοῦ ναοῦ καὶ ὁ τῶν κιόνων ὄροφος τά τε παραπετάσματα καὶ καταπετάσματα πάντα δι' ὑφασμάτων ὑακινθίνων καὶ πορφυρῶν καὶ κοκ 155 κίνων βαπτῶν καὶ τοῦ λαμπροῦ καὶ αὐτοφυοῦς λευκοτάτου βύσσου ἐμ πείρως καθυφασμένων. ἔν τισι δὲ καὶ λίνον καὶ τρίχες καὶ ἐρυθρὰ δέρματα παρελήφθη πρὸς τὴν κατάλληλον ἑκάστου χρείαν. Ἐφ' οἷς ἱερατικὴ στολὴ δι' ἐπωμίδων ἐκ διαφόρων βαφῶν, ἐξ ὧν ἦν καὶ τὸ καταπέτασμα πεποικιλμένον, πλέον ἐχουσῶν τοῦ χρυσοῦ νήματος, τῶν τε πορπῶν καθ' ἕτερον μέρος, αἳ συνέχουσι τὰς ἐπωμίδας σμαράγδοις ἐν κύκλῳ διαχρύσοις περισφίγγουσαι, τῇ χλοερᾷ φύσει τῶν λίθων διαλαμ πουσῶν, αὐτῶν τε τῶν λίθων ἐγγεγλυμμένα τὰ τῶν πατριαρχῶν ἀνὰ ἓξ ἐχόντων ὀνόματα, καὶ τὰ τούτων ἀπηρτημένα κοσμίως ἀσπίδια κατὰ τὸ ἔμπροσθεν μέρος, αἵ τε καθ' ἑκάτερον μέρος ἀπὸ τῆς πόρπης ἄνωθεν καθιέμεναι τῶν ἀσπίδων διάπλοκοι σειραὶ ἐπ' ἀλλήλων διαλλὰξ κατά τινα ῥυθμὸν ἐκ χρυσοῦ δικτυοειδῶς πεπλεγμέναι καὶ βαφαῖς συνηνθισμέναι. Τούτοις ἑξῆς τὸ λόγιον τῶν κρίσεων τοῦ στήθους προβεβλημένον τοῦ ἀρχιερέως κατὰ ῥυθμὸν τῆς ἐπωμίδος ἐκ χρυσίου καὶ ὑακίνθου καὶ πορ φύρας καὶ κοκκίνου κεκλωσμένον κατεσκεύαστο καὶ βύσσου, τετράγωνον, διπλοῦν, ἰσόπλευρον, σπιθαμῆς μῆκος καὶ πλάτος ιβʹ, λίθοις ἐν τέτρασι στίχοις κειμένοις καὶ ἐγκαθυφασμένοις οὕτως. Πρῶτος στίχος λίθων τριῶν, σάρδιον, τοπάζιον καὶ σμάραγδος. δεύ τερος στίχος ἄνθραξ, σάπφειρος, ἴασπις. τρίτος στίχος λιγύριον, ἀχάτης, ἀμέθυστος. τέταρτος στίχος χρυσόλιθος, βηρύλλιον, ὀνύχιον. οὗτοι οἱ ιβʹ λίθοι, φέροντες τὰ τῶν ιβʹ φυλῶν ὀνόματα τοῦ Ἰσραὴλ ἐγγεγλυμμένα καθ' ἕνα αὐτῶν, περικεχρυσωμένοι καὶ ἐνδεδυμένοι χρυσίῳ καθαρῷ ἐπὶ τοῦ λογίου ἦσαν. τὸ δὲ λόγιον κροσσοῖς συμπεπλεγμένοις ἀλυσιδέτοις ἐκ χρυσίου καθαροῦ καὶ δυσὶ δακτύλοις χρυσοῖς ἀπεκρέματο τῶν ὤμων τοῦ ἀρχιερέως συμβεβλημένοις μηχανήμασι σφιγκτοῖς πρὸς τὰς δύο ἐπω μίδας, ὡς κεῖσθαι αὐτὸ κατὰ μέσον τοῦ στήθους τοῦ ἀρχιερέως ἐν ταῖς εἰσόδοις ταῖς εἰς τὸ ἅγιον· ἐπὶ δὲ τὸ λόγιον, φησί, τῆς κρίσεως ἐπιθήσεις τὴν δήλωσιν καὶ τὴν ἀλήθειαν, καὶ ἔσται ἐπὶ τοῦ στήθους Ἀαρών, ὅταν εἰσπορεύηται εἰς τὸ ἅγιον ἔναντι κυρίου, καὶ οἴσει Ἀαρὼν ἔναντι κυρίου τὰς κρίσεις τῶν υἱῶν Ἰσραὴλ ἐπὶ τοῦ στήθους διὰ παντός. Περὶ τούτου τοῦ λογίου φησὶν ὁ Ἰώσηππος ἐν τρίτῳ ὅτι οἱ δύο σαρδώ νυχοι οἱ ἐπὶ τῶν ὤμων τοῦ ἀρχιερέως καὶ οἱ ἐπὶ τοῦ στήθους δωδεκάλιθοι 156 λόγιον ἐκαλοῦντο διὰ τὸ σημαίνειν ἔκ τε τῆς αὐγῆς τὰ χρηστὰ καὶ ἐκ τῆς ἐπισκοτήσεως τὰ δεινὰ ἐν πολέμοις καὶ ἄλλοις παντοίοις πράγμασι τῷ Ἰσραήλ. ἡ δὲ τοιαύτη σημασία δήλωσις ἐλέγετο καὶ ἀλήθεια ἐν τῷ λογίῳ θεόθεν ἀναφαινομένη, ἥτις κατὰ ἁμαρτίας τοῦ λαοῦ, φησίν, ἐπαύσατο ἐνεργοῦσα τῶν Ἰωσήππου χρόνων πρότερον ἔτεσι διακοσίοις. Μετὰ τὸ λόγιον ὑποδύτην ποδήρη ὅλον ὑακίνθινον ὑφαντὸν ἔνδον τῶν ἐπωμίδων ἐξ αὐχένος εἰς πόδας κατιόντα προστέτακται, τοῖς τῶν κοσυμ βῶν διαστήμασιν εὐπρεπῶς κεκοσμημένον, τὸ κράσπεδόν τε ἐξ ὑφαντικῆς ποικιλίας καὶ χρυσῶν ἀπαρτημάτων ἔχοντα κώδωσι καὶ ῥοΐσκοις ἐκ παραλ λήλου κεκαλλωπισμένον τεκτήνασθαι. εἶτα πέταλον χρυσοῦν ἁγίῳ τινὶ καὶ ἀρρήτῳ χαράγματι κατασεσημασμένον ἐπιτίθεσθαι τῷ μετώπῳ τοῦ ἀρχιερέως, καὶ κίδαριν καὶ ζώνην. καὶ ὁ τῶν κρυφίων κόσμος καὶ ὅσα ἄλλα περὶ ἱερατικῆς ἐκπέφανται δι' αἰνιγμάτων ἀρετῆς ἐν περιβολῇ σχή ματος. Ταῦτα πάντα ἐν ἡμέραις μʹ μυηθεὶς καὶ ὅσα λοιπὰ κατὰ μέρος περὶ κατα σκευῆς τῆς σκηνῆς καὶ ἱερωσύνης καὶ θυσιῶν καὶ ἐξιλασμῶν, ἔτι τε δύο πλάκας ἱερὰς καὶ θεοτεύκτους οἷόν τι δῶρον ἀχειροποίητον ἐκ θεοῦ λαβὼν θείῳ δακτύλῳ γεγραμμένας κατῄει ταύτας ἐπιφερόμενος, εἰπόντος πρὸς αὐτὸν τοῦ θεοῦ· βάδιζε, κατάβηθι τὸ τάχος ἐντεῦθεν, ἠνόμησε γὰρ ὁ λαός σου, οὓς ἐξήγαγες ἐκ γῆς Αἰγύπτου. παρέβησαν ταχὺ ἐκ τῆς ὁδοῦ ἧς ἐνετεί λω αὐτοῖς. ἐποίησαν ἑαυτοῖς μόσχον καὶ