1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

144

ἤδη τὴν αὐτοῦ γαμετὴν ἀπὸ τῆς ἐν Ἰσσῷ μάχης σὺν τῇ μητρί τε καὶ τοῖς τέκνοις. βασιλεύει δὲ βασιλείαν Περσικὴν ἅμα τῇ βαρβάρῳ διαίτῃ. γενόμενος δὲ καὶ ἐν Καυκάσῳ κρατεῖ τῶν αὐτόθι βαρβάρων Μαιώτιδος λίμνης ἐλθών. κἀκεῖθεν μεταχωρήσας ἐπὶ τοὺς Ἰνδοὺς παντός τε κρατήσας ἔθνους Ἰνδικοῦ μέχρι ποταμοῦ Γάγγου πάλιν ἀναζεύγνυσι διὰ τοῦ Ἰνδοῦ ποταμοῦ μέχρι τῆς Ἰνδικῆς θαλάσσης, καὶ οὕτως εἰς τὴν Ἀσσυρίαν ἐπάνεισι Βαβυλῶνα, πᾶσαν ἔχων Εὐρώπην ὑπὸ χεῖρα καὶ τὴν Ἀσίαν. τελευτᾷ δὲ τὸν βίον ἐκεῖ νόσῳ καμών. θάπτεται δὲ μετὰ βραχὺ τὸ σῶμα εἰς τὴν κατ' Αἴγυπτον Ἀλεξάνδρειαν, ἣν μετὰ τὴν ἐν Ἰσσῷ μάχην αὐτὸς ᾠκοδομήσατο, Τύρον καὶ Γάζαν καὶ τὰς λοιπὰς πόλεις παραστησάμενος πλὴν Ἱεροσολύμων διὰ τὴν ἑξῆς παρατεθησομένην αἰτίαν, ἐκ Παλαιστίνης εἰς Αἴγυπτον ἐλθών· θάπτεται οὖν τὸ σῶμα σταλὲν εἰς Ἀλεξάνδρειαν ὑπὸ 319 Ἀριδαίου ἀδελφοῦ αὐτοῦ πρὸς πατρός, ὃς μετὰ Ἀλέξανδρον ἦρξε Μακεδόνων, μετονομασθεὶς ὑπ' αὐτῶν Φίλιππος, σὺν Ἀλεξάνδρῳ ἐκ Ῥωξάνης τῆς ∆αρείου παιδὸς τοῦ μεγάλου Ἀλεξάνδρου, ἐγγὺς ἔτη ζʹ. ἀπὸ τῆς ἀρχῆς οὖν τούτου οἱ χρόνοι τῶν προχείρων κανόνων κατὰ Πτολεμαῖον ληφθέντες καὶ τὰ κατὰ ἀποκατάστασιν Αἰγυπτιακοῦ ἔτους ψηφίζονται. Ὅσα μὲν οὖν ἐχρῆν πρὸ τῆς Ἀλεξάνδρου βασιλείας περὶ τῆς Μακεδόνων ἀρχῆς παραθέσθαι συνοπτικῶς ἤδη προτέτακται μέχρις αὐτοῦ. λοιπὸν δὲ καὶ τοὺς μετ' αὐτὸν διαδεξαμένους τὴν ἡγεμονίαν ἐπισημοτέρους ἄξιον εἰπεῖν καὶ αὐτοὺς ἐν κεφαλαίῳ. Μετὰ τὴν Ἀλεξάνδρου τελευτὴν διαιροῦνται τὴν ἡγεμονίαν Μακεδόνων μέν, ὡς ἤδη λέλεκται, Ἀριδαῖος ἀδελφὸς αὐτοῦ πρὸς πατρὸς ἐκ Φιλίννης τῆς Θετταλῆς ὁ ἐπικληθεὶς Φίλιππος πόθῳ τῶν Μακεδόνων τῷ πρὸς τὸν πατέρα Φίλιππον, καὶ Ἀλέξανδρος παῖς Ἀλεξάνδρου ἐκ Ῥωξάνης τῆςὈξυάρτου· εἶτα καὶ οἱ λοιποὶ καθ' ἑαυτοὺς ἕκαστος, ὧν οἱ προὔχοντες ἦσαν Πτολεμαῖος ὁ Λάγου κληρωσάμενος τὴν Αἰγύπτου βασιλείαν, Σέλευκος ὁ Νικάτωρ Συρίας καὶ Κιλικίας μέχρι Βαβυλῶνος, Περδίκκας ὁ λαβὼν παρὰ Ἀλεξάνδρου τὸν δακτύλιον ἐπὶ τῆς μεγάλης τάττεται Φρυγίας, Λυσίμαχος τὴν εἰς δεξιὰ τοῖς πλέουσι τὸν Πόντον ἡγεμονίαν παραλαμβάνει, Ἀντίγονος Φρυγίας τῆς μικρᾶς καὶ Παμφυλίας καὶ Λυκίας ἄρχει, Εὐμένης Παφλαγονίας καὶ Καππαδοκίας κληροῦται, Κάσανδρος ὁ Ἀντιπάτρου σὺν τῷ πατρὶ τὴν Ἀριδαίου καὶ Ἀλεξάνδροδιοικεῖ βασιλείαν ἐν Μακεδόσι καὶ τῆς Ἑλλάδος κρατεῖ. Ταῦτα πάντα συντρέχει κατὰ τὴν ριεʹ ὀλυμπιάδα, καθ' ἣν ἀρχομένην, ἢ πρὶν ἄρξασθαι, τὸν Ἀριδαῖον Ὀλυμπιὰς κτείνει ἡ Ἀλεξάνδρου μήτηρ ἡ 320 παρὰ Αἰακοῦ σταλεῖσα τοῦ βασιλέως Ἠπείρου, ἢ τοῦτον φυγοῦσα καὶ πρὸς Μακεδόνας ἐλθοῦσα· διττῶς γὰρ ἱστορεῖται. τοῦτον μὲν οὖν ἀνελοῦσα σὺν τῇ γαμετῇ ἑβδόμῳ ἔτει τῆς μετὰ Ἀλέξανδρον βασιλείας αὐτοῦ καὶ αὐτὴ μετὰ βραχὺν χρόνον ἀναιρεῖται ὑπὸ Κασάνδρου τοῦ Ἀντιπάτρου· βασιλεύει δὲ Μακεδόνων ἀρξαμένη σὺν δύο παισὶν Ἀλεξάνδρου, τῷ τε ἐκ Φαρσίνης τῆς Φαρναβάζου Ἡρακλεῖ καλουμένῳ καὶ Ἀλεξάνδρῳ τῷπρορρηθέντι ἐκ Ῥωξάνης τῆς θυγατρὸς Ὀξυάρτου Βακτρῶν βασιλέως, οὓς καὶ αὐτοὺς ὁ Κάσανδρος ἀνελών, τὴν δὲ Ὀλυμπιάδα καὶ ἄταφον ἐκρίψας, ἑαυτὸν Μακεδόσι βασιλέα ἀνηγόρευσε, γήμας τὴν Φιλίππου τοῦ βασιλέως γαμετὴν Θεσσαλονίκην, καὶ βασιλεύσας ἔτη ιθʹ, φθινάδι τε νόσῳ διαλυθείς, ἐπὶ τρισὶν υἱοῖς, Φιλίππῳ, Ἀλεξάνδρῳ καὶ Ἀντιπάτρῳ· ὧν Φίλιππος πρῶτος ἦρξε μετὰ Κάσανδρον τὸν πατέρα Μακεδόνων ἐν Ἐλατείᾳ θανών, Ἀντίπατρος δὲ Θεσσαλονίκην ἀνελὼν τὴν ἰδίαν μητέρα συμπράττουσαν Ἀλεξάνδρῳ τἀδελφῷ περὶ τῆς βασιλείας εἰς Πόντον φεύγει πρὸς Λυσίμαχον καὶ ἀναιρεῖται ὑπ' αὐτοῦ, καίπερ γήμας θυγατέρα αὐτοῦ. Ἀλέξανδρος δὲ Λυσάνδραν τὴν Πτολεμαίου γαμεῖ, παρὰ ∆ημητρίου δὲ ἀναιρεῖται τοῦ Πολιορκητοῦ, συμμαχήσειν κατὰ Ἀντιπάτρου τοῦ νεωτέρου ἀδελφοῦ τοῦτον προσκαλεσάμενος, καὶ ἄρχει Μακεδόνων ∆ημήτριος. Ὁ Ἀντιγόνου μὲν παῖς οὗτος τοῦ τὴν μικρὰν κληρωσαμένου Φρυγίαν, ὡς