1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

176

τοῦ πατρὸς Ἰωάννης μόνος ὁ υἱὸς τῆς βροντῆς ἐθεολόγησε. τὸν μέντοι περὶ τοῦ βαπτίσματος λόγον οἱ τέσσαρες ὁμοφρόνως συνέγραψαν εἰκότως, ἀλλ' οἱ μὲν τρεῖς ἀπροσδιορίστως, Λουκᾶς δὲ ὁ θεσπέσιος καὶ τὸν χρόνον ἠκρίβωσεν εἰπὼν οὕτως· Ἐν ἔτει ιεʹ τῆς ἡγεμονίας Τιβερίου Καίσαρος, ἡγεμονεύοντος Ποντίου Πιλάτου τῆς Ἰουδαίας καὶ τετραρχοῦντος τῆς Γαλιλαίας Ἡρώδου, Φιλίππου δὲ τοῦ ἀδελφοῦ αὐτοῦ τετραρχοῦντος τῆς Ἰτουραίας καὶ Τραχωνίτιδος χώρας, καὶ Λυσανίου τῆς Ἀβιληνῆς, ἐπὶ ἀρχιερέως Ἄννα καὶ Καϊάφα, ἐγένετο ῥῆμα θεοῦ ἐπὶ Ἰωάννην τὸν τοῦ Ζαχαρίου υἱὸν ἐν τῇ ἐρήμῳ. καὶ ἦλθεν εἰς πᾶσαν τὴν περίχωρον τοῦ Ἰορδάνου κηρύσσων βάπτισμα μετανοίας εἰς ἄφεσιν ἁμαρτιῶν. Ἄξιον μὲν οὖν θαυμάσαι τὴν θείαν τοῦ σοφωτάτου εὐαγγελιστοῦ συν τομίαν, πῶς ἐν ὀλίγαις λέξεσι τὰ διὰ πολλῶν τοῖς πολλοῖς ἱστορούμενα διδάσκει, τὸν χρόνον τοῦ κρατοῦντος, ἐπεὶ καὶ πᾶσα χρονικὴ ψῆφος ἢ ἐκ τῶν πάλαι γενεαρχῶν ἢ ἐκ τῶν ἔπειτα βασιλέων ἐπισήμων λαμβάνεται, τὸν ἡγεμόνα τῆς Ἰουδαίας Πιλᾶτον, Ἡρώδην καὶ τοὺς ἀδελφοὺς αὐτοῦ, μετὰ τῆς ἑκάστου τοπικῆς ἀρχῆς, τοὺς ἀρχιερατεύοντας Ἄνναν καὶ Καϊάφαν. Ἐπειδὴ δὲ πάντων ἔσχατον ἦν καὶ πρῶτον εἰπεῖν κατὰ ποῖον ἔτος τῆς δεσποτικῆς ἡλικίας ἦν, τὸ ιεʹ ἔτος Τιβερίου φράσας, πρότερον τὸν βαπτι στὴν καὶ τὸ εἶδος τοῦ βαπτίσματος ὅσον ὑπόβαθρον τοῦ κατὰ Χριστὸν βαπτίσματος ὥσπερ τινὰ στέφανον εἰσάγει, τὸν αὐτὸν χρόνον προσθεὶς καὶ τὴν κατὰ Νάθαν ἀπὸ ∆αβὶδ γενεαλογίαν ἄλλῃ τάξει χρώμενος ἤ φησι. 388 Τὰ ὑπόλοιπα τοῦ μονάρχου Καίσαρος Τιβερίου, τοῦ κόσμου ἔτη εφκʹ Τιβέριος ∆ροῦσον τῆς ἀρχῆς κοινωνὸν προσλαβόμενος μετὰ μικρὸν ὡς φαρμακὸν ἀνεῖλε. Τὸ Πομπηίου θέατρον ἐνεπρήσθη. Τιβέριος Πόντιον Πιλᾶτον ἡγεμόνα τῆς Ἰουδαίας ἐξέπεμψε. Φίλιππος τετράρχης Παναιάδα ἀνακτίσας Καισάρειαν Φιλίππου προσ ωνόμασεν. Ὁ αὐτὸς πόλιν Ἰουλιάδα ἔκτισεν. Ἡρώδης ἔκτισε Τιβεριάδα εἰς ὄνομα Τιβερίου Καίσαρος, ὁ αὐτὸς Λιβιάδα. Τὰ ὑπόλοιπα Ἡρώδου υἱοῦ Ἡρώδου

ΚΟΣΜΟΥ ΕΤΗ ΕΦΛΒ Τῆς θείας σαρκώσεως ἔτη λβʹ Ἰωάννην τὸν βαπτιστὴν

καὶ πρόδρομον βαπτίζοντα ἐν ὕδατι εἰς μετά νοιαν καὶ τῷ ἐν πνεύματι βαπτίσματι προοδοποιοῦντα τὸ τοῦ κατὰ Χρι στὸν εὐαγγελίου κήρυγμα παρὰ πάντων τε ὡς προφήτην τιμώμενον φο βούμενος Ἡρώδης ἀνεῖλεν οὕτως, ὡς Ἰώσηππός φησιν, ὡς δὲ ὁ θεῖος εὐαγγελιστὴς ἀκριβέστερόν φησι, καὶ ὡς ἐλέγχοντα αὐτὸν ἐπὶ μοιχείᾳ τῆς γυναικὸς Φιλίππου τοῦ ἀδελφοῦ αὐτοῦ Ἡρωδιάδος.

ΚΟΣΜΟΥ ΕΤΗ ΕΦΛΓ Τῆς θείας σαρκώσεως ἔτη λγʹ Ἐν τούτῳ τῷ εφλγʹ ἔτει

ἀπὸ κτίσεως κόσμου, ὅπερ τῆς κατὰ σάρκα τοῦ σωτῆρος ἡμῶν ἡλικίας λγʹ ὑπῆρχε, τῆς δὲ ιαʹ περιόδου τῶν φλβʹ κυκλι κῶν ἐτῶν σιγʹ, κατὰ τὸ ιθʹ ἔτος Τιβερίου Καίσαρος, ὁ κύριος ἡμῶν καὶ 389 θεὸς Ἰησοῦς ὁ Χριστός, ὁ φύσει μονογενής, ὁ ὁμοούσιος τοῦ ἀγεννήτου πατρὸς υἱὸς προαιώνιος καὶ συναΐδιος τῷ ὁμοουσίῳ πνεύματι, ὁ εἷς τῆς ἀκτίστου καὶ παντουργοῦ τριάδος, μετὰ τὴν ἐκ παρθένου θεοπρεπῆ καὶ ἀπόρρητον γέννησιν καὶ τὸ ὑπὸ Ἰωάννου ἐν Ἰορδάνῃ βάπτισμα καὶ τὰς ἀπείρους θεοσημείας καὶ διδασκαλίας καὶ ἀποκαλύψεις τῶν μυστηρίων τῆς οὐρανίου βασιλείας αὐτοῦ πᾶσαν πληρώσας οἰκονομίαν ἐπὶ τὸ σω τήριον πάθος προῄει ἑκουσίως κατὰ τὰς περὶ αὐτοῦ θείας προρρήσεις καὶ πάσχει δι' ἡμᾶς ὅσα περὶ αὐτοῦ φρικτὰ καὶ ἀπορρήτου συγκαταβάσεως γέμοντα τοῖς ἱεροῖς εὐαγγελισταῖς ἐπιτόμως ἱστόρηται, καὶ σταυροῦται ὁ ἀναμάρτητος τῇ κζʹ τοῦ Φαμενὼθ μηνὸς ἡμέρᾳ παρασκευῇ ἤτοι ςʹ σαβ βάτου, Μαρτίου κγʹ, ὥρᾳ ἡμερινῇ ςʹ, ἐν ὑπατείᾳ Νέρωνος τὸ τρίτον καὶ Βαλερίου Μενσάλα. καὶ ταφεὶς ἀνίσταται τῇ γʹ ἡμέρᾳ, Φαμενὼθ κθʹ ἤτοι Μαρτίου κεʹ, ἐπιφωσκούσης κυριακῆς μιᾶς σαββάτων, πρωὶ