1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

102

ἐν τῷ θεμελιοῦν αὐτὴν Ἀβειρὼν καὶ τοῦ νεωτέρου Σεγοὺβ ἐν τῷ ἐφιστᾶν τὰς πύλας ἐπὶ συμπληρώσει τῆς οἰκοδομῆς, κατὰ τὴν ἐξ ενεχθεῖσαν διὰ Ἰησοῦ θείαν ἀράν. Τότε καὶ Ἠλίας ὁ Θεσβίτης ἐλθὼν ᾤκησε κατὰ ἀνατολὰς λάθρα παρὰ τὸν χείμαρρον Χαρεσθά, προκαταγγείλας τῷ Ἀχαὰβ τὴν τριετῆ ἀνομβρίαν, κόραξιν ἀρτοφόροις καὶ σαρκοβόροις ὑπηρετούμενος· ἐκλείποντος δὲ αὐ τῷ τοῦ κατὰ τὸν χείμαρρον ὕδατος εἰς Σεραφθὰ τῆς Σιδωνίας ἄπεισι θεοῦ προστάξει, ξενισθείς τε παρὰ τῆς χήρας ἐσθίει τὴν μονοήμερον αὐτῆς βρῶσιν, τόν τε καμψάκην εὐλογεῖ σὺν τῇ ὑδρίᾳ τοῦ ἐλαίου καὶ τὸν παῖδα θανόντα ἀνίστησιν. ἐπανελθὼν δὲ πρὸς τὸν Ἀχαὰβ μετὰ γʹ ἔτη καὶ συν αντήσας αὐτῷ θάνατον ἀπειλοῦντι πράττει τὰ κατὰ τοὺς ψευδοπροφήτας καὶ τοὺς ἱερεῖς τῶν εἰδώλων ωνʹ ὄντας καὶ ὑπὸ Ἰεζάβελ διατρεφομένους τῆς τοὺς θείους προφήτας ἀναιρούσης, οὓς Ἀβδιοὺ διέσῳζεν, εἰς προφη τείαν τε πρόεισιν ἔτι παῖς ὢν διὰ τοῦτο καίπερ μόνος ἐν προφήταις ἐκ προγόνων προφητῶν μὴ γενεαλογούμενος. ἐπεὶ δὲ ἀνεῖλε τοὺς ἱερεῖς ὁ ζη λωτὴς Ἠλίας τοὺς τῆς αἰσχύνης, ὄμβρῳ τὴν γῆν δι' εὐχῆς ἐπικλύζει καὶ πάλιν φεύγει εἰς Βηρσαβεὲ κἀκεῖθεν εἰς τὴν ἔρημον, φοβηθεὶς ἀπειλοῦσαν αὐτῷ θάνατον τὴν Ἰεζάβελ· ἔνθα θάνατον αἰτοῦντι παραστὰς ἄγγελος ὑπνώσαντι μεταλαβεῖν θεοσδότου τροφῆς κελεύει καὶ ποτοῦ, ᾗ καὶ ἐν ισχύσας μόνῃ μʹ νυχθημέρων ὁδὸν ἐπορεύετο ἐν Χωρὴβ τῷ ὄρει ἤτοι Σι ναίῳ, καὶ κατέπαυσεν ἐν τῷ σπηλαίῳ Μωυσέως. Ἐρωτώμενος δὲ παρὰ κυρίου δι' ἣν ἐκεῖ ἦλθεν αἰτίαν, τὰ τοῦ ζήλου τοῦ 224 κατὰ θεὸν ἐκαυχᾶτο καὶ ὅτι μόνος θεοσεβὴς ὢν διώκεται ζητούμενος ἀναι ρεθῆναι. κελευσθεὶς δὲ παραστῆναι τῇ ἑξῆς ἐνώπιον κυρίου παριόντος πρῶ τον θεωρεῖ πνεῦμα μέγα κραταιὸν διαλῦον ὄρη καὶ συντρῖβον πέτρας προ πορευόμενον κυρίου, καὶ δεύτερον συσσεισμόν, καὶ τρίτον πῦρ· ἐν οἷς, φη σίν, οὐκ ἦν ὁ τούτων κύριος. μεθ' ἃ αὔρας λεπτῆς φωνῆς ἀκούει, ἐπικα λύψας τε τὸ πρόσωπον πρὸ τοῦ σπηλαίου ἵσταται. καὶ αὖθις ἐπερωτᾶται τίνος χάριν αὐτόθι παραγέγονε, καὶ πάλιν τὰ αὐτὰ πάλιν ἀποκρίνεται. καὶ ἀκούει προστάττουσαν θείαν φωνὴν ἀπελθεῖν εἰς τὴν ἔρημον ∆αμασκοῦ καὶ χρῖσαι βασιλέα μὲν Συρίας τὸν Ἀζαήλ, προφήτην δὲ ἀνθ' αὑτοῦ τὸν Ἑλισσαιέ, μὴ ἀγνοεῖν δὲ ὅτι καὶ ἄλλοι εἴησαν ἑπτακισχίλιοι θεοφιλεῖς ἐξ Ἰσραήλ μοι θεῷ πεφυλαγμένοι. Ἐν οἷς παιδευθεὶς ταπεινοῦσθαι θεῷ ἐλέγχει πάλιν τὸν Ναβουθαὶ θά νατον τῷ Ἀχαὰβ ἀδίκως εἰσπραχθέντα διὰ τὸν ἀμπελῶνα. ὁ Ἀχαὰβ ἀπατηθεὶς τοῖς ψευδοπροφήταις συμβαλὼν Σύροις ἀναιρεῖται Μιχαίου προ ειρηκότος τοῦ προφήτου τὸ ἐκβάν. Τοῦ Ἰσραὴλ ζʹ ἐβασίλευσεν Ὀχοζίας υἱὸς Ἀχαὰβ ἔτη βʹ. τοῦ δὲ κόσμουἦν ἔτος δφζζʹ. Ὀχοζίας υἱὸς Ἀχαὰβ παρανομώτατος ἦν πάντων τῶν πρὸ αὐτοῦ. τούτῳ συμμαχήσας Ἰωσαφὰτ κατεγνώσθη ὑπὸ τοῦ θεοῦ. τῷ Ὀχοζίᾳ νοσοῦντι καὶ χρησμὸν ἀποστείλαντι λαβεῖν ἐν εἰδωλίᾳ μυίας Ἀκκαρὼν συν τυχὼν Ἠλίας ὁ Θεσβίτης ὀνειδίζει τὴν εἰδωλολατρίαν. προσκληθεὶς δὲ διαφθείρει τοὺς δύο πεντηκοντάρχους ἅμα τοῖς στρατιώταις. ἐπὶ δὲ τῷ τρίτῳ δυσωπηθεὶς ἦλθε πρὸς Ὀχοζίαν καὶ τὸν θάνατον αὐτῷ κατήγγειλε. Τοῦ Ἰσραὴλ ηʹ ἐβασίλευσεν Ἰωρὰμ ἀδελφὸς Ὀχοζίου ἔτη ιβʹ, καὶ αὐτὸςυἱὸς Ἀχαάβ. τοῦ δὲ κόσμου ἦν ἔτος δφζηʹ. Μωὰβ ἀθετήσαντι μετὰ θάνατον Ἀχαὰβ ὁ Ἰωρὰμ υἱὸς Ἀχαὰβ βασιλεύων τοῦ Ἰσραὴλ ἀνέβη πολεμεῖν Μωαβίταις, παραλαβὼν καὶ Ὀχοζίαν βασιλέα Ἰούδα καὶ τὸν βασιλέα Ἐδώμ. ἑπτὰ δὲ ἡμέραις ἀνυδρίᾳ μέλλοντες διαφθείρεσθαι προσέδραμον τῷ προφήτῃ Ἑλισσαίῳ, ὃς προεφήτευσεν αὐ τοῖς ὕδατά τε λαβεῖν εἰς πλησμονὴν ἐκ τοῦ χειμάρρου καὶ τὰς πόλεις Μωὰβ ἐν αὐτῇ τῇ ἡμέρᾳ, καὶ πάσας τὰς πηγὰς ἐμφράξαι, καὶ πᾶσαν οἰκο δομὴν Μωαβιτῶν καθελεῖν. 225 Νοσοῦντος τοῦ υἱοῦ Ἄδερ βασιλέως Συρίας ὁ προφήτης Ἑλισσαῖος προθεσπίζει τῷ Ἀζαὴλ περὶ τῆς βασιλείας καὶ τῶν μελλόντων κακῶν τῷ Ἰσραὴλ δι' αὐτοῦ. Πέμπτῳ ἔτει Ἰωρὰμ ἐβασίλευσεν Ἀζαὴλ Συρίας υἱὸς Ἄδερ βασιλέως Συρίας. ἀπέστειλε δὲ δύναμιν συλλαβεῖν τὸν Ἑλισσαῖον εἰς Βαιθήλ, οὓς τυφλώττοντας καὶ πρὸς τοὺς ἐχθροὺς ἀντιστρεφομένους εἰς