1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

78

πλεῖστοι τῶν μαχίμων ἀπερίτμητοι· τούτου δ' ἦν αἴτιον ὅτι καθ' ἑαυτοὺς ὄντες παντὸς ἀλλογενοῦς κεχωρισμένοι χρείαν οὐκ εἶχον τῆς περιτομῆς. καλῶς ἄρα 168 εἴρηται τῷ θείῳ ἀποστόλῳ ὅτι οὔτε περιτομή τί ἐστιν οὔτε ἀκροβυστία, ἀλλὰ τήρησις ἐντολῶν. Τῷ δὲ μβʹ ἔτει πεποιηκέναι δοκεῖ πως ἄπορον εἶναι· τεσσαράκοντα γὰρ ἔτη πανταχοῦ ἐν ταῖς λοιπαῖς θείαις γραφαῖς ὁ Ἰσραὴλ ἐν τῇ ἐρήμῳ φαίνε ται ἀναστραφείς, εἰ μή πού τις ἐνταῦθα τὸ πʹ ἔτος Μωυσέως καὶ τὸ πρῶ τον Ἰησοῦ τοῦ Ναυῆ συναριθμεῖσθαι νοήσοι τοῖς ἐν τῇ ἐρήμῳ μʹ ἔτεσι καὶ οὕτως εἶναι μβʹ. Οὗτοι περιτμηθέντες ἡσύχασαν ἕως τοῦ θεραπευθῆναι, καὶ ἐκλήθη τὸ ὄνομα τοῦ τόπου Γάλγαλα. καὶ ἐποίησαν οἱ υἱοὶ Ἰσραὴλ τὸ πάσχα τῇ ιδʹ τοῦ πρώτου μηνὸς ἀπὸ ἑσπέρας ἐπὶ δυσμῶν εἰς Ἱεριχὼ ἐν τῷ πεδίῳ, καὶ ἔφαγον ἀπὸ τοῦ σίτου τῆς γῆς ἄζυμα καινά, τοῦτ' ἔστιν ἀπὸ σίτου νέου, ὅπερ μέχρι νῦν ἔστιν ἰδεῖν ἐν Ἱεριχὼ κατὰ τὴν ἐαρινὴν ἰσημερίαν γενόμενον θερισμὸν σίτου νέου κατὰ τοὺς θερμοτέρους τόπους συμφθά ζοντα. ἐξ οὗ καὶ ἡ κατὰ Ἱεροσόλυμα ἁγιωτάτη ἐκκλησία συνήθως προ φέρει τὴν ἀναίμακτον θυσίαν τῷ καιρῷ τῆς ζωηφόρου ἀναστάσεως Χριστοῦ τοῦ θεοῦ ἡμῶν. Ἐν αὐτῇ, φησί, τῇ ἡμέρᾳ ἐξέλιπε τὸ μάννα μετὰ τὸ βεβρωκέναι αὐτοὺς ἀπὸ τοῦ σίτου τῆς γῆς, καὶ οὐκέτι ὑπῆρχε τοῖς υἱοῖς Ἰσραὴλ μάννα. ἐκαρ πώσαντο δὲ τὴν χώραν τῶν Φοινίκων ἐν τῷ ἐνιαυτῷ ἐκείνῳ. ὄντων δὲ αὐτῶν εἰς Ἱεριχὼ ἀναβλέψας Ἰησοῦς ὁρᾷ ἄνθρωπον ἑστηκότα κατέναντι αὐτοῦ καὶ ἡ ῥομφαία ἐσπασμένη ἐν τῇ χειρὶ αὐτοῦ, καὶ προσελθὼν Ἰησοῦς εἶπεν αὐτῷ· ἡμέτερος εἶ ἢ τῶν ὑπεναντίων; ὁ δὲ εἶπεν· ἐγὼ ἀρχιστράτηγος κυρίου δυνάμεως νῦν παραγέγονα. καὶ Ἰησοῦς ἔπεσεν ἐπὶ πρόσωπον ἐπὶ τὴν γῆν καὶ εἶπε· δέσποτα, τί προστάσσεις τῷ σῷ οἰκέτῃ; καὶ λέγει ὁ ἀρχιστράτηγος κυρίου πρὸς Ἰησοῦν· λῦσον τὸ ὑπόδημα τῶν ποδῶν σου· ὁ γὰρ τόπος ἐφ' ᾧ σὺ ἕστηκας τόπος ἅγιός ἐστι. Καὶ Ἱεριχὼ συγκεκλεισμένη καὶ ὠχυρωμένη καὶ οὐδεὶς ἐξ αὐτῆς ἐξε πορεύετο οὐδὲ εἰσεπορεύετο. καὶ εἶπε κύριος πρὸς Ἰησοῦν· ἰδοὺ ἐγὼ παρα δίδωμί σοι τὴν Ἱεριχὼ ὑπὸ χεῖρα καὶ τὸν βασιλέα αὐτῆς τὸν ἐν αὐτῇ, δυνα 169 τοὺς ὄντας ἰσχύι. σὺ δὲ περίστησον αὐτῇ πάντας τοὺς μαχίμους κύκλῳ. καὶ ἔσται ὅταν σαλπίσωσι τῇ σάλπιγγι, ἀνακραγέτω πᾶς ὁ λαὸς ἅμα, καὶ ἀνακεκραγότων αὐτῶν πεσεῖται πᾶν τὸ τεῖχος τῆς πόλεως αὐτόματον καὶ εἰσελεύσεται πᾶς ὁ λαὸς ὁρμήσας ἕκαστος κατὰ πρόσωπον εἰς τὴν πόλιν. καὶ ἐποίησεν Ἰησοῦς κατὰ τὸ ῥῆμα τοῦ ἀγγέλου ἐπὶ ἑπτὰ ἡμέρας κυκλῶν τὴν πόλιν προηγουμένης τῆς κιβωτοῦ· καὶ τῇ ζʹ ἠλάλαξεν ὁ λαός, καὶ τὰ τείχη κατέπεσε. καὶ εἰσελθόντες ἀνεθεμάτισαν αὐτὴν καὶ πάντα τὰ ἐν αὐτῇ ἀπὸ ἀνθρώπου ἕως γυναικὸς καὶ ἀπὸ νεανίσκου ἕως πρεσβυτέρου καὶ ἕως μόσχου καὶ ὑποζυγίου ἐν στόματι ῥομφαίας, χωρὶς Ῥαὰβ τῆς πόρνης καὶ τοῦ οἴκου αὐτῆς. καὶ ἐνεπυρίσθη Ἱεριχὼ σὺν πᾶσι τοῖς ἐν αὐτῇ πλὴν ἀργυρίου καὶ χρυσίου καὶ χαλκοῦ καὶ σιδήρου· ταῦτα γὰρ θεῷ ἀφιερώθη. ἐξ ὧν Ἄχαρ νοσφισάμενος υἱὸς Χαρμεὶ υἱοῦ Ζαμβρεὶ υἱοῦ Ζαρὰ φυλῆς Ἰούδα ψιλὴν ποικίλην καὶ ςʹ δίδραχμα ἀργυρίου καὶ γλῶσσαν χρυσῆν ἐλιθοβολήθη ὑπὸ τοῦ Ἰσραὴλ σὺν τέκνοις καὶ γυναικὶ καὶ τοῖς ὑπάρχουσιν εἰς φάραγγα Ἀχώρ. καὶ κατηράσατο Ἰησοῦς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τὴν Ἱεριχὼ ἔναντι κυρίου εἰπών· ἐπικατάρατος ἄνθρωπος ὅστις οἰκοδομήσει τὴν πόλιν ἐκείνην, ἐν τῷ πρωτοτόκῳ αὐτοῦ θεμελιώσει αὐτήν, καὶ ἐν τῷ ἐλαχίστῳ ἐπιστήσει τὰς πύλας αὐτῆς. καὶ ἐποίησεν οὕτως Ἀζὰ ὁ ἐκ Βαι θήλ· ἐν τῷ Ἀβειρὼν τῷ πρωτοτόκῳ αὐτοῦ ἐθεμελίωσεν αὐτὴν καὶ ἐν τῷ Σεγοὺβ τῷ διασωθέντι ἐλαχίστῳ ἐπέστησε τὰς πύλας αὐτῆς. Τότε παρέδωκε κύριος τῷ Ἰησοῦ τὴν Γαὶ καὶ τὸν βασιλέα αὐτῆς. καὶ ἐνεπύρισεν αὐτὴν χῶμα ἀοίκητον εἰς τὸν αἰῶνα καὶ ἐκρέμασε τὸν βασι λέα ἐπὶ ξύλου διδύμου ἕως ἑσπέρας. ταῦτα ἀκούσαντες οἱ κατοικοῦντες Γαβαὼν πόλιν ἐπίσημον καὶ οἱ κατοικοῦντες τὰς πόλεις τοῦ Εὐαίου δεινό τητι σπονδὰς ἐποιήσαντο πρὸς Ἰησοῦν, πόρρωθεν παραγεγονέναι προσ ποιησάμενοι· οὓς ἐπιγνοὺς