1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

98

ἐξεπαίδευσε λαόν. Ἐπ' αὐτοῦ προεφήτευον Νάθαν καὶ Ἀχιὰς ὁ Σιλωνίτης Σαμμαίας τε καὶ Ἀδδὼ καὶ Σαδώκ. 213 Σολομὼν τὸν ἐν Ἱερουσαλὴμ ναὸν ἀρξάμενος κτίζειν ἀπὸ δευτέρου ἔτους τῆς βασιλείας αὐτοῦ, ὅπερ ἦν ιδʹ τῆς ζωῆς αὐτοῦ, ἐν ζʹ ἔτεσιν ἐτελείωσεν ὀγδόῳ ἔτει τῆς βασιλείας αὐτοῦ, κʹ δὲ ἔτει τῆς ζωῆς αὐτοῦ. εἰσὶν οὖν ἀπὸ Ἀδὰμ ἕως ηʹ ἔτους αὐτοῦ ἔτη δυοηʹ, κατὰ δὲ τὸν Ἀφρικανὸν δυνζʹ, κατὰ δὲ Εὐσέβιον δροʹ. Ἐκ δὲ τῶν θείων γραφῶν ἔξεστι καταμαθεῖν τῷ βουλομένῳ τὴν τοῦ ἡμετέρου λόγου ἀκρίβειαν. Ἑβραίων ἀρχιερεὺς ηʹ ἀπὸ Ἀαρὼν Σαδὼκ ἐγνωρίζετο κατὰ τὸν Εὐσέβιον, κατὰ δὲ τὸν ἀκριβῆ λόγον ιαʹ ἐστὶν ὁ Σαδὼκ ἀπὸ Ἀαρὼν οὕτως· αʹ Ἀαρών, βʹ Ἐλεάζαρ, γʹ Φινεές, δʹ Ἀβιούδ, εʹ Βοχεί, ςʹ Ὀζεί, ζʹ Ἡλεί, ηʹ Ἀτώβ, θʹ Σαμουήλ, ιʹ Ἀβιάθαρ, ιαʹ Σαδώκ. Ὁ Τυρίων βασιλεὺς ἀπέστειλε Σολομῶνι πρὸς βοήθειαν τῆς οἰκοδομῆς τοῦ ναοῦ μυριάδας ἀνδρῶν ηʹ. Σιράμου τοῦ Τυρίων βασιλέως θυγατέρα ἔγημε ὁ Σολομών, ὡς Τατια νὸς ἱστορεῖ. Ἰωσήππου ἐκ τῆς Φοινίκων μαρτυρίας περὶ τῆς Τυρίων βασιλείας καὶ τοῦ ἐν Ἱεροσολύμοις ναοῦ Ἔστι τοίνυν παρὰ Τυρίοις ἀπὸ παμπόλλων ἐτῶν γράμματα δημοσίᾳ γραφέντα καὶ πεφυλαγμένα λίαν ἐπιμελῶς, ἐν οἷς γέγραπται ὅτι ὁ ἐν Ἱεροσολύμοις ᾠκοδομήθη ναὸς ὑπὸ Σολομῶνος τοῦ βασιλέως ἔτεσι θᾶτ τον ρμγʹ καὶ μησὶν ηʹ τοῦ κτίσαι Τυρίους Καρχηδόνα. ἀνεγράφη δὲ παρ' ἐκείνοις οὐκ ἀλόγως ἡ τοῦ ναοῦ κατασκευὴ τοῦ παρ' ἡμῖν. Σίρωμος γὰρ ὁ τῶν Τυρίων βασιλεὺς φίλος ἦν τοῦ βασιλέως ἡμῶν Σολομῶνος, πα τρικὴν φιλίαν πρὸς αὐτὸν διαδεξάμενος. οὗτος οὖν συμφιλοτιμούμενος εἰς τὴν τοῦ κατασκευάσματος τῷ Σολομῶνι λαμπρότητα χρυσίου μὲν κʹ καὶ ρʹ ἔδωκε τάλαντα, τεμὼν δὲ καλλίστην ὕλην ἐκ τοῦ ὄρους, ὃ καλεῖται Λίβανος, εἰς τὸν ὄροφον ἀπέστειλεν. ἀντεδωρήσατο δὲ αὐτῷ ὁ Σολομὼν 214 ἄλλοις τε πολλοῖς καὶ διττὰ καὶ χώραν τῆς Γαλιλαίας ἐν τῇ Χαβόλῳ λε γομένῃ. μάλιστα δ' αὐτοὺς εἰς φιλίαν ἡ τῆς σοφίας συνήγαγεν ἐπιθυμία. προβλήματα γὰρ ἀλλήλοις ἀντέστελλον λύειν κελεύοντες, καὶ κρείττων ἐν τούτοις ἦν ὁ Σολομὼν καὶ τὰ ἄλλα σοφώτερος. Σῴζονται δὲ μέχρι δεῦρο παρὰ τοῖς Τυρίοις πολλαὶ τῶν ἐπιστολῶν, ἃς ἐκεῖνοι πρὸς ἀλλήλους ἔγραφον. ὅτι δὲ οὐ λόγος ἐστὶν ὑπ' ἐμοῦ συγκείμε νος ὁ περὶ τῶν παρὰ τοῖς Τυρίοις γραμμάτων, παραθήσομαι μάρτυρα δεξιὸν ἄνδρα περὶ τὴν Φοινικικὴν ἱστορίαν ἀκριβῆ γεγονέναι πεπιστευμέ νον ∆ίωνα. Οὗτος τοίνυν ἐν ταῖς περὶ Φοινίκων ἱστορίαις γράφει τὸν τρόπον τοῦτον. Ἀβιβάλου τελευτήσαντος υἱὸς αὐτοῦ Σίρωμος ἐβασίλευσεν. οὗτος τὰ πρὸς ἀνατολὰς μέρη τῆς πόλεως προσέχωσε καὶ μεῖζον τὸ ἄστυ ἐποίησε καὶ τοῦ Ὀλυμπίου ∆ιὸς τὸ ἱερὸν καθ' ἑαυτὸ ὂν ἐν ἴσῳ χώσας τὸν μεταξὺ τό πον συνῆψε τῇ πόλει καὶ χρυσοῖς ἀναθήμασιν ἐκόσμησεν. ἀναβὰς δὲ εἰς τὸν Λίβανον ὑλοτόμησε πρὸς τὴν τῶν ἱερῶν κατασκευήν. τὸν δὲ τυραννοῦντα Ἱεροσολύμων Σολομῶνα πέμψαι φασὶ πρὸς τὸν Σίρωμον αἰνίγματα καὶ παρ' αὐτοῦ λαβεῖν ἀξιοῦν· τὸν δὲ μὴ δυνηθέντα διακρῖναι τῷ λύσαντι χρήματα ἀποτείνειν. ὁμολογήσαντα δὲ τὸν Σίρωμον καὶ μὴ δυνηθέντα λῦσαι τὰ αἰ νίγματα, πολλὰ τῶν χρημάτων εἰς τὸ ἐπιζήμιον ἀναλῶσαι. εἶτα δι' Ἀβδάμο νόν τινα Τύριον ἄνδρα τά τε προτεθέντα λῦσαι καὶ αὐτὸν ἄλλα προβαλεῖν, ἃ μὴ λύσαντα τὸν Σολομῶνα πολλὰ τῷ Σιρώμῳ προσαποτῖσαι χρήματα. ∆ίων μὲν οὕτως περὶ τῶν προειρημένων ἡμῖν μεμαρτύρηκεν. ἀλλὰ πρὸς τοῦτο παραθήσομεν καὶ Μένανδρον τὸν Ἐφέσιον. γέγραφε δ' οὗτος τὰς ἐφ' ἑκάστου τῶν βασιλέων πράξεις τὰς παρὰ τοῖς Ἕλλησι καὶ βαρβάροις γενομένας, ὅς φησι περὶ Σιρώμου· τελευτήσαντος δὲ Ἀβιβάλου διεδέξατο τὴν βασιλείαν ὁ υἱὸς αὐτοῦ Σίρωμος, ὃς βιώσας ἔτη νγʹ ἐβασίλευσεν λδʹ. οὗτος ἔχωσε τὸν εὐρύχωρον, τόν τε χρυσοῦν κίονα ἐν τοῖς τοῦ ∆ιὸς ἀνέθη κεν, ἐπί τε ὕλην ξύλων ἀπελθὼν ἔκοψεν ἀπὸ τοῦ Λιβάνου ὄρους κέδρινα ξύλα εἰς τὰς τῶν ἱερῶν στέγας. εἶτα ἐπὶ τούτου ἦν Ἀβδήμουνος παῖς νεώτε ρος, ὃς ἀεὶ ἐνίκα τὰ προβλήματα ἃ ἐπέτασσε Σολομὼν ὁ Ἱεροσολύμων βασιλεύς. ψηφίζεται δὲ ὁ χρόνος ἀπὸ τούτου τοῦ βασιλέως ἄχρι Καρχηδό νος κτίσεως οὕτως. 215 Σίρωμος