1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

206

ἀπέδωκε τὸ πνεῦμα. ἆρ' οὐκ ἐναργῶς διετηρήθη καὶ παρέ μεινεν, ἕως λυθῇ καὶ τῆς ἁμαρτίας ἐξαλειφθείσης ἐπὶ πολλοῖς οἷς ἔπραξε καλοῖς ὁμολογηθῆναι δυνηθῇ; Ἐπέστειλε δὲ αὐτῷ Ναυατιανῷ πρὸς λέξιν ὧδέ πως· ∆ιονύσιος Ναυα τιανῷ ἀδελφῷ χαίρειν. εἰ ἄκων, ὡς φῄς, ἤχθης, δείξεις, ἐὰν ἀναχωρήσῃς ἑκών. ἔδει μὲν γὰρ καὶ πᾶν ὁτιοῦν παθεῖν ὑπὲρ τοῦ μὴ διακόψαι τὴν ἐκ κλησίαν τοῦ θεοῦ· καὶ ἦν οὐκ ἀδοξοτέρα τῆς ἕνεκεν τοῦ μὴ εἰδωλολατρῆ σαι γενομένης ἢ ἕνεκεν τοῦ μὴ σχίσαι μαρτυρία· κατ' ἐμὲ δὲ καὶ μείζων. ἐκεῖ μὲν γὰρ ὑπὲρ μιᾶς τις τῆς ἑαυτοῦ ψυχῆς, ἐνταῦθα δὲ ὑπὲρ ὅλης τῆς ἐκκλησίας μαρτυρεῖ. καὶ νῦν δὲ εἰ πείσαις ἢ βιάσαιο τοὺς ἀδελφοὺς εἰς ὁμόνοιαν ἐλθεῖν, μεῖζον ἔσται σοι τοῦ σφάλματος τὸ κατόρθωμα, καὶ τὸ μὲν οὐ λογισθήσεται, τὸ δὲ ἐπαινεθήσεται. εἰ δὲ ἀπειθούντων ἀδυνατοίης, 458 σῴζων σῷζε τὴν σεαυτοῦ ψυχήν. ἐρρῶσθαί σε ἐχόμενον τῆς εἰρήνης ἐν κυρίῳ εὔχομαι. θαυμασίως διὰ βραχέων μὲν λόγων, συνεκτικωτάτων δὲ ἐννοιῶν ὁ θεῖος ∆ιονύσιος πᾶσαν πανουργίαν ἀπέκλεισε τῷ Ναυάτῳ, πρόφασιν αἰτιωμένῳ τὴν τῶν ἀδελφῶν ἔνστασιν καὶ οὐ τὴν ἰδίαν θρασύ τητα τῆς κατὰ Ῥώμην ἐκκλησίας ἀπόσχισιν. ἀλλὰ καὶ τοῖς κατ' Αἴγυπτον ὁ αὐτὸς ἱερώτατος γράφει ∆ιονύσιος περὶ μετανοίας καὶ τῆς τῶν ἐν τῷ διωγμῷ παραπεσόντων ἀποδοχῆς μετὰ τὴν ἐπιστροφήν, τὰς τῶν παραπτω μάτων τάξεις ἄριστα διεξελθών, καὶ πρὸς Κόλωνα τῆς Ἐρημουπολιτῶν πό λεως ἐπίσκοπον ἐξαίρετον περὶ μετανοίας γραφὴν πεποίηται, καὶ ἄλλην ἐπιστρεπτικὴν πρὸς Ἀλεξανδρέας καὶ ἑτέραν περὶ μαρτυρίου πρὸς Ὠριγένην, ὥς φησιν, οὐ μὴν ἀλλὰ καὶ Λαοδικεῦσι Θηλυμίδρους ἐπισκοποῦντος αὐτῶν, Ἀρμενίοις τε Μερουζάνους προεστῶτος αὐτῶν ἐπισκόπου. ἐπειδὴ δὲ Ἕλενος Ταρσοῦ Κιλικίας ἐπίσκοπος καὶ οἱ σὺν αὐτῷ Φιρμιλιανός τε Καππαδοκίας καὶ Θεόκτιστος Παλαιστίνης ἐπίσκοποι γράμμασι ∆ιονύ σιον τοῦτον ἐδυσώπουν συνελθεῖν αὐτοῖς ἐν Ἀντιοχείᾳ διασκεψόμενον σὺν αὐτοῖς τὰ περὶ Ναυάτου, Φαβίου ἐπισκόπου Ἀντιοχείας καὶ ἄλλων τινῶν ὑποκατακλινομένων τῷ σχίσματι, δεξάμενος παρὰ Κορνηλίου ἐπισκόπου Ῥώμης τὴν κατὰ Ναυάτου ἐπιστολήν, ἀντιγράφει αὐτῷ δηλῶν καὶ τὰς παρακλήσεις τῶν εἰρημένων ἀνδρῶν. ἀλλ' ἐν τούτοις Φαβίου κοιμηθέντος ∆ημητριανὸς ἐπίσκοπος Ἀντιοχείας καθίσταται. ∆ιονύσιος δὲ καὶ ἄλλαις διαφόροις ἐπιστολαῖς καὶ λόγοις ἱεροῖς σπουδαίως τὴν Ῥωμαίων μάλιστα ἐκκλησίαν συνιστᾶν ὑπὸ Ναυάτου ταραττομένην ἠγωνίζετο, τὸν περὶ με τανοίας πρεσβεύων ἁπανταχοῦ καὶ ὁμονοίας λόγον, ἐν οἷς καὶ διακονικὴν ἐπιστολὴν περὶ εἰρήνης δι' Ἱππολύτου γράφει Ῥωμαίοις, καὶ ἄλλην περὶ μετανοίας, τοῖς τε συμπεριφερομένοις ὁμολογηταῖς τῇ τοῦ Ναυάτου πλάνῃ ἰδίαν, καὶ δύο τοῖς ἐξ αὐτῶν ὁμολογητῶν ἀποστᾶσιν αὐτοῦ καὶ τῇ ἐκκλησίᾳ ἑνωθεῖσι.

ΚΟΣΜΟΥ ΕΤΗ ΕΨΜΣ Τῆς θείας σαρκώσεως ἔτη σμςʹ Ῥωμαίων κεʹ ἐβασίλευσε

Γάλλος καὶ Βουλουσιανός. Ῥωμαίων κβʹ ἐπίσκοπος Κορνήλιος ἔτη γʹ. Ῥωμαίων κγʹ ἐπίσκοπος Λούκιος ἔτη βʹ. 459 Ναυᾶτος αἱρεσιάρχης πρεσβύτερος Ῥώμης ἐγνωρίζετο. Ἀντιοχείας ιγʹ ἐπίσκοπος Φαβιανὸς ἔτη θʹ. Ἀλεξανδρείας ιδʹ ἐπίσκοπος ∆ιονύσιος ἔτη ιζʹ. Ἱεροσολύμων λζʹ ἐπίσκοπος Μαζαβάνης ἔτη καʹ. Σκύθαι περαιωθέντες οἱ λεγόμενοι Γότθοι τὸν Ἴστρον ποταμὸν ἐπὶ ∆εκίου πλεῖστοι τὴν Ῥωμαίων ἐπικράτειαν κατενέμοντο. οὗτοι τοὺς Μυσοὺς φεύγοντας εἰς Νικόπολιν περιέσχον· ∆έκιος δὲ ἐπελθὼν αὐτοῖς, ὡς ∆έξιππος ἱστορεῖ, καὶ τρισμυρίους κτείνας ἐλαττοῦται κατὰ τὴν μάχην, ὡς καὶ τὴν Φιλιππόπολιν ἀπολέσαι ληφθεῖσαν ὑπ' αὐτῶν καὶ Θρᾷκας πολ λοὺς ἀναιρεθῆναι. ἐπανιοῦσι δὲ Σκύθαις ἐπὶ τὰ σφέτερα ὁ αὐτὸς ∆έκιος ἐπιθέμενος ἀναιρεῖται ἐν Ἀβρύτῳ, τῷ λεγομένῳ φόρῳ Θεμβρωνίῳ, σὺν τῷ παιδὶ λίαν οἰκτρῶς ὁ θεομάχος, οἵ τε Σκύθαι μετὰ πλείστων αἰχμαλώ των καὶ λαφύρων ἐπανέρχονται. καὶ τὰ στρατόπεδα βασιλέα πάλαι τινὰ γενόμενον ὕπατον Γάλλον