1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

189

Σαρμάτας διὰ τῶν παίδων παραστησάμενος ∆ομετιανοῦ καὶ Κυρεναλίου. 417 Εὐσεβίου Τίτος Ἰουδαίους πολιορκήσας καὶ τὰ Ἱεροσόλυμα κατασκάψας ςʹ μυριάδας ἀνδρῶν ἐφόνευσε. φησὶ δὲ καὶ Ἰώσηππος λιμῷ καὶ μαχαίρᾳ ριʹ μυριάδας ἀπολέσθαι, καὶ ἄλλας τρεῖς μυριάδας διαπεπρᾶσθαι αἰχμαλώ των. αἴτιον δὲ τοῦ τοσοῦτον πλῆθος κατὰ τὴν πόλιν εὑρῆσθαί φησι τὴν τοῦ πάσχα ἑορτήν, ἐν ᾗ πάντες οἱ τοῦ ἔθνους συνεληλυθότες ὡς ἐν εἱρκτῇ συνεκλείσθησαν. ἔδει γὰρ τοὺς ἐν ἡμέραις τοῦ πάσχα ἐπιβεβουλευκότας τῷ σωτῆρι ἡμῶν μὴ ἄλλοτε ἢ τότε τὰ ἐπίχειρα ὧν ἐτόλμησαν παθεῖν. Οὐεσπασιανὸς τὸ Καπετώλιον ἐμπρησθὲν ἀνῳκοδόμησεν. Ἐν Ἀλεξανδρείᾳ στάσις. Ὁ κολοσσὸς Ῥόδου ἀνεστάθη μῆκος ποδῶν ρκζʹ ἐκ χαλκοῦ. Λοιμὸς κατὰ τὴν Ῥώμην μέγας, ὡς καθ' ἡμέραν ὑπὲρ μυρίους θνήσκειν ἐπὶ πολλὰς ἡμέρας. Ἐν Κύπρῳ τρεῖς πόλεις σεισμῷ κατεπτώθησαν. Οὐεσπασιανὸς ἀποικίας ἐκπέμψας τελευτᾷ νόσῳ. Ἀντιοχείας ἐπίσκοπος Ἰγνάτιος ὁ θεοφόρος ἔτη λʹ. ΚΟΣΜΟΥ ΕΤΗ ΕΦΞΣ Τῆς θείας σαρκώσεως ἔτη ξςʹ Τὰ ὑπόλοιπα Ἀγρίππα Ἰουδαίων βασιλέωσ Ἕως τοῦ μικροῦ τούτου Ἀγρίππα ἡ ὑπὸ ἀλλοφύλων βασιλεία τῶν Ἰουδαίων κατηργήθη διαρκέσασα ρʹ ἔτη οὕτω· Ἡρώδης πρῶτος ὁ τὰ νήπια ἀνελὼν ἐν Βηθλεὲμ ἔτη λζʹ. Ἀρχέλαος ὁ υἱὸς αὐτοῦ ἔτη θʹ. Ἡρώδης ὁ ἀδελφὸς αὐτοῦ ἔτη κδʹ. Ἀγρίππας ὁ υἱὸς Ἡρώδου, ὁ σκωληκόβροτος Ἡρώδης, ἔτη ζʹ. 418 Ἀγρίππας ὁ υἱὸς αὐτοῦ, ὁ μικρὸς λεγόμενος, ἔτη κγʹ. Ὁμοῦ ἔτη ρʹ. Συνάγεται ὁ πᾶς χρόνος κατὰ τόδε τὸ χρονογράφιον ἀπὸ Ἀδὰμ ἕως ἔτους δευτέρου Οὐεσπασιανοῦ ἔτη εφξζʹ. Ἀπὸ δὲ τοῦ κατακλυσμοῦ γτκεʹ. Ἀπὸ δὲ τοῦ πρώτου ἔτους Ἀβραὰμ βσνεʹ. Ἀπὸ δὲ τῆς ἐξόδου τοῦ λαοῦ διὰ Μωυσέως ἔτη αψναʹ. Ἀπὸ δὲ τῆς πρώτης ἐπισκευῆς τοῦ ναοῦ διὰ Σολομῶνος ἔτη απηʹ. Ἀπὸ δὲ τῆς δευτέρας ἐπισκευῆς ἤτοι δευτέρου ἔτους ∆αρείου ἔτη φοδʹ. Ἀπὸ δὲ τῆς δευτέρας ἐπισκευῆς ἔτη Ἀπὸ δὲ τῆς Ἀντιόχου πολιορκίας ἔτη σνηʹ. Ἀπὸ δὲ τοῦ σωτηρίου σταυροῦ ἔτη λδʹ. ΚΟΣΜΟΥ ΕΤΗ ΕΦΟΕ Τῆς θείας σαρκώσεως ἔτη οεʹ Βασιλεὺς Ῥωμαίων ηʹ Τίτος υἱὸς Οὐεσπασιανοῦ ἔτη βʹ. Τῆς συγκλήτου πρεσβευσαμένης, ὥς τινες, Τίτος θεὸς ἀνηγορεύθη δευ τέρῳ τῆς βασιλείας αὐτοῦ ἔτει, καὶ παραχρῆμα θνήσκει θεηλάτως· ὡς δὲ Ἕλληνες ἱστοροῦσι, φαρμάκῳ ∆ομετιανὸς αὐτὸν ἀνεῖλεν ὁ ἀδελφὸς ἔρωτι τῆς μοναρχίας. εὐδαίμονα δέ φασιν αὐτὸν ἀποδεῖξαι τοῖς πράγμασι τὴν πόλιν καὶ τὴν ὅλην Ῥωμαίων ἀρχὴν ἐν ὀλίγῳ χρόνῳ, εἴπερ τινὰ τῶν πρὸ αὐτοῦ. ἐπ' αὐτοῦ ὁ μέγας κατὰ τὴν Ῥώμην ἐμπρησμός. ἐπ' αὐτοῦ καὶ τὸ Βέσβιον ὄρος κατὰ κορυφῆς ῥαγὲν πῦρ ἀνέβλυσε τοσοῦτον, ὡς κατα φλέξαι τὴν παρακειμένην χώραν σὺν ταῖς πόλεσιν. Ἀλλὰ τοῦτον ∆ομετιανός, ὡς εἴρηται, φθόνῳ τῆς εὐπραγίας καὶ τῷ τῆς 419 αὐτοκρατορίας ἔρωτι φαρμάκῳ δολοφονήσας βασιλεύει μετ' αὐτὸν ἔτη ιβʹ, σὺν αὐτῷ δὲ ιδʹ, κατὰ δὲ ἄλλους ιεʹ, κάκιστα χρησάμενος τῇ ἀρχῆ, ἅπαν ὠμότητος καὶ πλεονεξίας καὶ φονικῆς πράξεως καὶ αἰσχρουργίας εἶδος μετιών, ὡς καὶ αὐτὰ τὰ βασίλεια πληρωθῆναι τῆς ἀκολασίας. οὗτος Νερ βᾶν μετέστησεν ὡς ἐπίβουλον τῆς ἀρχῆς καὶ δι' αὐτὸν Ἀπολλώνιον τὸν Τυανέα φιλόσοφον ἐφρούρησεν ὡς φίλον αὐτοῦ, κείρας αὐτὸν καὶ δέσμιον ἀγαγὼν εἰς δικαστήριον. ἀλλ' οὐδ' οὕτως ἔπεισε τὸν φιλόσοφον μὴ τοῖς πραττομένοις ἐπιπλήττειν καὶ ἐγγελᾶν. τότε μυθεύονται καὶ τὸ πολυθρύ λητον ἔπος εἰρηκέναι πρὸς αὐτὸν καὶ παραχρῆμα γενέσθαι ἄφαντον, ὡς Φιλόστρατος μαρτυρεῖ· οὐ μέν με κτενέεις, ἐπεὶ οὔτοι μόρσιμός εἰμι. ∆ομετιανὸς εὐπατρίδας πολλοὺς μετέστησε Ῥώμης· τότε καὶ ἄξυλον ναὸν κατεσκεύασεν· εὐνουχίζειν ἄνδρας ἐκέλευσεν· Σεβαστὴν ἀνηγόρευσε τὴν ἰδίαν γαμετήν. Τοὺς μαθηματικοὺς δεύτερον ἀπήλασε φιλοσόφους τῆς Ῥώμης. Τῆς Ἑστίας τρεῖς παρθένοι ἱέρειαι κατεδικάσθησαν ἁλοῦσαι φθορᾷ. καὶ αὖθις Κορνηλία ἡ πρώτη τῶν τῆς Ἑστίας παρθένων ἱέρεια ζῶσα κατωρύγη φθορᾷ περιπεσοῦσα. Ἐπὶ αὐτοῦ ∆άκες καὶ Νασαμῶνες ἐπαναστάντες Ῥωμαίοις διεφθάρησαν. ∆ομετιανὸς ἐθριάμβευσε