1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

65

μόνην δὲ τὴν Ἑβραίων ζωὴν καθαρεύειν τοῦ μύσους. ὡσαύτως δὲ καὶ ἐπὶ τῶν σκνιπῶν καὶ τῆς κυνο μυίας, τοῦ τε θανάτου τῶν κτηνῶν καὶ τῶν ἐπὶ τῷ αἰθαλώδει κονιορτῷ φλυκτίδων, τῆς χαλάζης μετὰ βροντῶν διαφθειρούσης, τῆς ἀκρίδος, τοῦ ψηλαφητοῦ σκότους, καὶ ἐπὶ πᾶσι τοῦ θανάτου τῶν πρωτοτόκων ἔν τε ἀνθρώποις, ἕως αὐτοῦ Φαραῶ, καὶ ἐν κτήνεσιν· ὃν ἔφυγον τῇ προχύσει τοῦ αἵματος ἐπὶ τῶν σταθμῶν καὶ τῆς φλιᾶς. σκυλεύσαντες δὲ Αἰγυπτίους ἐξῆλθον κατὰ τὴν αὐτὴν νύκτα ἐκ Ῥαμεσσῆ εἰς Σοκχὼθ ἔτει παʹ Μωυσέως ἀρχομένῳ. Τῶν δὲ χρόνων ἡ τάξις ἀπὸ πρώτου Μωυσέως ἑξῆς ἐν τῷ κανόνι συν τέτακται.

ΑΣΣΥΡΙΩΝ ΒΑΣΙΛΕΙΣ Ἀσσυρίων ιγʹ ἐβασίλευσεν Ἀσχάλιος ἔτη κηʹ. τοῦ δὲ

κόσμου ἦν ἔτος γχζʹ. Ἀσσυρίων ιδʹ ἐβασίλευσε Σφαῖρος ἔτη κβʹ. τοῦ δὲ κόσμου ἦν ἔτος γψιηʹ. Ἀσσυρίων ιεʹ ἐβασίλευσε Μάμυλος ἔτη λʹ. τοῦ δὲ κόσμου ἦν ἔτος γψμʹ. Ἀσσυρίων ιςʹ ἐβασίλευσε Σπαρθέως ἔτη μβʹ. τοῦ δὲ κόσμου ἦν ἔτος γψοʹ. ΑΙΓΥΠΤΙΩΝ ΒΑΣΙΛΕΙΣ Αἰγυπτίων λʹ ἐβασίλευσε Σέθως ἔτη νʹ. τοῦ δὲ κόσμου ἦν ἔτος γχλζʹ. Αἰγυπτίων λαʹ ἐβασίλευσε Κήρτως ἔτη κθʹ κατὰ Ἰώσηππον, κατὰ δὲ τὸν Μανεθῶ ἔτη μδʹ. τοῦ δὲ κόσμου ἦν ἔτος γχπζʹ. 143 Αἰγυπτίων λβʹ ἐβασίλευσεν Ἀσῆθ ἔτη κʹ. τοῦ δὲ κόσμου ἦν ἔτος γψιςʹ. Οὗτος προσέθηκε τῶν ἐνιαυτῶν τὰς εʹ ἐπαγομένας, καὶ ἐπὶ αὐτοῦ, ὥς φασιν, ἐχρημάτισεν τξεʹ ἡμερῶν ὁ Αἰγυπτιακὸς ἐνιαυτός, τξʹ μόνον ἡμε ρῶν πρὸ τούτου μετρούμενος. ἐπὶ αὐτοῦ ὁ μόσχος θεοποιηθεὶς Ἆπις ἐκλήθη. Αἰγυπτίων λγʹ ἐβασίλευσεν Ἄμωσις ὁ καὶ Τέθμωσις ἔτη κςʹ. τοῦ δὲ κόσμου ἦν ἔτος γψλςʹ.

ΘΗΒΑΙΩΝ ΒΑΣΙΛΕΙΣ. Θηβαίων λαʹ ἐβασίλευσε Πετεαθυρῆς ἔτη ιςʹ. τοῦ δὲ

κόσμου ἦν ἔτος γψκςʹ. Θηβαίων λβʹ ἐβασίλευσε Ἀμμενέμης ἔτη κςʹ. τοῦ δὲ κόσμου ἦν ἔτος γψμβʹ. Θηβαίων λγʹ ἐβασίλευσε Ἀμμενέμης βʹ ἔτη κγʹ. τοῦ δὲ κόσμου ἦν ἔτος γψξηʹ. Θηβαίων λδʹ ἐβασίλευσε Σιστοσιχερμῆς Ἡρακλῆς κραταιὸς ἔτη νεʹ. τοῦ δὲ κόσμου ἦν ἔτος γψζαʹ. Θηβαίων λεʹ ἐβασίλευσε Μάρης ἔτη μγʹ. τοῦ δὲ κόσμου ἦν ἔτος γωμςʹ. Θηβαίων λςʹ ἐβασίλευσε Σιφόας ὁ καὶ Ἑρμῆς, υἱὸς Ἡφαίστου, ἔτη εʹ. τοῦ δὲ κόσμου ἦν ἔτος γωπθʹ.

ΣΙΚΥΩΝΙΩΝ ΒΑΣΙΛΕΙΣ Σικυωνίων ιδʹ ἐβασίλευσε Μαραθώνιος ἔτη λʹ. τοῦ δὲ

κόσμου ἦν ἔτος γωλεʹ. Σικυωνίων ιεʹ ἐβασίλευσε Μαράθιος ἔτη κʹ. τοῦ δὲ κόσμου ἦν ἔτος γωξεʹ. Σικυωνίων ιςʹ ἐβασίλευσε Κόραξ ἔτη λʹ. τοῦ δὲ κόσμου ἦν ἔτος γωπεʹ. 144 Σικυωνίων ιζʹ ἐβασίλευσεν Ἐποπεὺς ἔτη λβʹ. τοῦ δὲ κόσμου ἦν ἔτος γιεʹ. Σικυωνίων ιηʹ ἐβασίλευσε Λαομέδων ἔτη μγʹ. τοῦ δὲ κόσμου ἦν ἔτος γμζʹ. ΑΡΓΕΙΩΝ ΒΑΣΙΛΕΙΣ ∆ευτέρα μετὰ τὴν Σικυωνίων βασιλείαν κατὰ τὴν Εὐρώπην λέγεται γενέσθαι καὶ αὕτη ἀρχαιοτάτη τῶν Ἀργείων χρόνοις ὕστερον ὀνομαζομέ νων ἀπό τινος Ἄργου βασιλεύσαντος. ταύτης πρῶτος Ἴναχος ἐβασίλευσεν ἔτη νʹ, ἀφ' οὗ καὶ ἡ χώρα πρῶτον Ἰναχία ἐλέγετο ἕως Ἄργου. βασιλεύει δὲ Ἴναχος κατὰ Βασχάλεον ιγʹ βασιλέα Ἀσσυρίων ἔτους αὐτοῦ γʹ, τῆς δὲ Ἀσσυρίων ἀρχῆς ἔτη υνγʹ, καθ' ὃν Αἰγύπτου μὲν Κήρτως, Σικυωνίων δὲ Πλημναῖος ἐβασίλευσεν. ὁ δὲ χρόνος τῆς αὐτοῦ βασιλείας ἀσύμφωνος φέρεται παρ' Ἕλλησι διὰ τὴν ἀρχαιότητα, καθάπερ τῶν λοιπῶν. ἔστι δὲ κατὰ τοὺς πολλοὺς ἀπὸ μὲν τοῦ πρώτου Ἰνάχου ἕως τοῦ θʹ Σθενέλου ἐτῶν υιγʹ. τὸν δὲ Σθένελον ∆αναὸς ἐκβαλὼν ἐκράτησε τοῦ Ἄργους, ὡς μαρτυροῦσι πάντες ἱστορικοί, σὺν τοῖς ἀπογόνοις ἔτη ρξβʹ. ὁμοῦ ἔτη φοεʹ ἀπὸ Ἰνάχου ἐπὶ Ἀκρίσιον εʹ ἀπὸ ∆αναοῦ βασιλέως τοῦ Ἄργους. Μετὰ δὲ Ἀκρίσιον ἔσχατον τῶν ∆αναϊδῶν εἰς Μυκήνας μετετέθη ἡ βασι λεία τῶν Ἀργείων κατὰ Εὐρυσθέα τὸν Σθενέλου τοῦ Περσέως. καὶ διε δέξαντο τὴν βασιλείαν οἱ Πελοπίδες ὧν πρῶτος