1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

41

μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Ἀρφαξὰδ ἔτη φʹ ἕως βψμβʹ ἔτους τοῦ κόσμου. Ἀρφαξὰδ δὲ γενόμενος ἐτῶν ρλεʹ ἐγέννησε τὸν Καϊνᾶν τῷ βτοζʹ ἔτει τοῦ κόσμου καὶ ἔζησε μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Καϊνᾶν ἔτη υλʹ ἕως τοῦ βωηʹ κοσμικοῦ ἔτους. Τούτῳ τῷ βσναʹ ἔτει, ὥς φασι, Νῶε ἐφύτευσεν ἀμπελῶνα ἐν ὄρει Λουβὰρ τῆς Ἀρμενίας. Τούτῳ τῷ βτοβʹ ἔτει Ἀρφαξὰδ ἔλαβε γυναῖκα ἔτος ἄγων ρλʹ. Τούτῳ τῷ βτοζʹ ἔτει Ἀρφαξὰδ ἐγέννησε τὸν Καϊνᾶν ἔτος ἄγων ρλεʹ. Καϊνᾶν δὲ γενόμενος ρλʹ ἐγέννησε τὸν Σαλὰ τῷ βφζʹ ἔτει τοῦ κόσμου, καὶ ἔζησε Καϊνᾶν μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Σαλὰ ἔτη τλʹ ἕως βωλζʹ κοσμικοῦ ἔτους. Ἀλέξανδρος ὁ Πολυίστωρ ἐκ τοῦδε τοῦ βυεʹ κοσμικοῦ ἔτους βούλεται πάλιν τὴν μετὰ τὸν κατακλυσμὸν τῶν Χαλδαίων βασιλείαν κατάρξασθαι μυθολογῶν διὰ σάρων καὶ νήρων καὶ σώσσων βεβασιλευκέναι Χαλδαίων καὶ Μήδων βασιλεῖς π ςʹ ἐν τρισμυρίοις ἔτεσι καὶ δ ζʹ, τοῦτ' ἔστιν ἐν σάροις θʹ καὶ νήροις βʹ καὶ σώσσοις ηʹ, ἅπερ τινὲς τῶν ἐκκλησιαστικῶν ἡμῶν ἱστορικῶν οὐ καλῶς ἐξελάβοντο πάλιν εἰς ἔτη ἡλιακὰ ζδʹ καὶ μῆνας ηʹ, ἅπερ, ὥς φασιν, εἰς τὸ βυ ζθʹ ἔτος κοσμικὸν συντρέχει. ἀπὸ δὲ τούτου τοῦ χρόνου τῶν π ςʹ δύο μὲν Χαλδαίων βασιλέων, Εὐηχίου καὶ Χωμασβή λου, πδʹ δὲ Μήδων, Ζωροάστρην καὶ τοὺς μετ' αὐτὸν ζʹ Χαλδαίων βασι λεῖς εἰσάγει, ἔτη κρατήσαντας ἡλιακὰ ρ ζʹ, ὁ αὐτὸς Πολυίστωρ, οὐκέτι διὰ σάρων καὶ νήρων καὶ σώσσων καὶ τῆς λοιπῆς ἀλόγου μυθικῆς ἱστορίας, ἀλλὰ δι' ἡλιακῶν ἐτῶν. τοὺς γὰρ προγενεστέρους ὡς θεοὺς ἢ ἡμιθέους νομίζοντες καὶ τοὺς μετ' αὐτοὺς τὴν πλάνην εἰσηγούμενοι τῷ ὄντι χρόνους 89 ἀπείρους βεβασιλευκέναι συνέγραψαν, ἀίδιον εἶναι τὸν κόσμον δοξάζοντες ἐναντίως ταῖς θεοπνεύστοις γραφαῖς· τοὺς δὲ μεταγενεστέρους καὶ πᾶσι φανεροὺς δι' ἡλιακῶν ἐτῶν ὡς θνητούς, καὶ οὐχ, ὡς τῷ Πανοδώρῳ δοκεῖ καὶ ἑτέροις τισί, διὰ τὸ ἐσχάτως ὑπὸ Ζωροάστρου τῶν ἡλιακῶν ἐνιαυτῶν ἐκ τῶν τοῦ Ἐνὼχ ἐγνωσμένων ἔκτοτε ἡλιακοῖς ἔτεσιν ἐπιμετρεῖσθαι τὰ τῶν βασιλέων ἔτη. διόπερ ἐκ τῶν θείων γραφῶν πεπεισμένοι καὶ ταῦτα ψευδῆ εἶναι καὶ μηδεμίαν βασιλείαν ἐπὶ τῆς γῆς γενέσθαι ἕως τῆς τοῦ Νεβρὼδ ἐπὶ τῆς πυργοποιίας γιγαντομιμήτου καὶ ἀποστατικῆς τυραννίδος, ὡς καὶ ἀνωτέρω δέδεικται, μόνους δὲ τοὺς τρεῖς ἄνδρας μετὰ τὸν κατακλυσμὸν ἕως τῆς διασπορᾶς ἡγεῖσθαι τῶν πολλῶν εὐσεβῶς, λέγω δὴ τὸν δίκαιον Νῶε, τὰ λοιπὰ τῆς ζωῆς ἔτη τνʹ, καὶ τὸν υἱὸν αὐτοῦ Σήμ, τὰ λοιπὰ τῆς ζωῆς αὐτοῦ ρνʹ, καὶ ἔτι μετὰ τοῦτον τὸν υἱὸν αὐτοῦ Ἀρφαξὰδ τὰ λοιπὰ λδʹ, τοῦτ' ἔστιν ἔτη φλδʹ τὰ γινόμενα σὺν τοῖς βσμβʹ τοῦ κατακλυ σμοῦ βψο ςʹ, ταῦτα οὖν οὕτω μαθόντες καὶ πιστεύοντες καὶ τοὺς λοιποὺς τῶν ἱστορικῶν, ὡς δειχθήσεται, ὁμοφωνοῦντας, ἀπὸ δὲ τοῦ βψο ςʹ ἔτους, ὅπερ ἦν τοῦ Ἀρφαξὰδ λδʹ τῆς ἡγεμονίας, ἔχοντες, τῆς δὲ γενέσεως τοῦ Φαλὲκ ἔτος εʹ, ἐξ αὐτοῦ καὶ τὴν τότε τῶν Χαλδαίων βασιλείαν, ἧς πρῶτος Εὐήχιος ὁ καὶ Νεβρὼδ ἡγήσατο, φαμὲν κατάρξασθαι καὶ τὴν τῶν Αἰγυπ τίων, ἧς καὶ αὐτῆς πρῶτος ὁ οἰκιστὴς Αἰγύπτου Μεστραῒμ ἐβασίλευσε· διὸ καὶ περιττὸν ἡγησάμεθα ἐκθέσθαι κανόνιον ἀπὸ τοῦδε τοῦ βυεʹ ἔτους κατὰ τὴν ἔκδοσιν τῶν ἀποδειξάντων βεβιασμένως ἀπὸ τούτου μετὰ τὸν κατακλυσμὸν ἄρξασθαι τὴν τῶν Χαλδαίων βασιλείαν, οὐχ οὕτως ἔχοντος τοῦ ἀληθοῦς λόγου, οὐδὲ τοῦ Ἀλεξάνδρου καὶ τῶν ἀμφ' αὐτὸν τὰς ἡμέρας ἔτη καταριθμούντων, ἀλλὰ μᾶλλον πρὸς ἀνατροπὴν τῆς θείας γραφῆς, ὡς πολλάκις εἴρηται, ἀπείρους αἰῶνας εἰσηγουμένων. ἀναγκαίως δὴ λοιπὸν ἀπὸ τοῦ βψο ςʹ ἔτους ὁ περὶ τῶν δύο τούτων βασιλειῶν λόγος στοιχειωθή σεται γινομένοις ἡμῖν ἐκεῖσε. Τῷ βφʹ ἔτει Καϊνᾶν ἔλαβε γυναῖκα καὶ τῷ βφεʹ ἐγέννησε τὸν Σαλά. Τοῦτον δὲ τὸν Καϊνᾶν ὁ Εὐσέβιος οὐκ ἐστοιχείωσε, τῷ Ἑβραϊκῷ ἀντι 90 γράφῳ κακῶς ἀκολουθήσας, διὸ καὶ ἐσφάλη ἔτη ρλʹ. ὁμοίως δὲ καὶ ὁ Ἀφρικανὸς διήμαρτε μὴ στοιχειώσας τοῦτον τὸν δεύτερον Καϊνᾶν, ὅθεν καὶ ἐν τοῖς ἀπὸ Ἰησοῦ τοῦ Ναυῆ καὶ τῶν πρεσβυτέρων ἕως Ἠλὶ καὶ Σαμουὴλ ἠναγκάσθη ἔτεσι προσθεῖναι χρόνους ἐγγὺς ρμʹ. περὶ ὧν ὁ Και σαρεὺς