1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

81

νομισθῆναι θεὸν καὶ Σάρα πιν κληθῆναι. οὗτος τὸν ἀδελφὸν Αἰγιαλέα τῆς Ἀχαΐας, ὥς φασι, κατέ στησε βασιλέα. αὐτὸς εἰς Αἴγυπτον ἐστάλη σὺν ὄχλῳ. Τελχῖνες ἐκπεσόντες Πελοποννήσου Ῥόδον ᾤκησαν νῆσον τὴν καλουμέ νην Ὀφιοῦσαν. Τότε Μέμφις ἐν Αἰγύπτῳ κατὰ τούτους ἐκτίσθη τοὺς χρόνους. Σπάρτα ἐκτίσθη ὑπὸ Σπάρτου παιδὸς Φορωνέως.

ΑΡΓΕΙΩΝ ΒΑΣΙΛΕΙΣ Ἀργείων δʹ ἐβασίλευσεν Ἄργος ἔτη οʹ. τοῦ δὲ κόσμου ἦν

ἔτος γωμγʹ. Ἀργείων εʹ ἐβασίλευσε Κρίασος ἔτη νεʹ. τοῦ δὲ κόσμου ἦν ἔτος γιγʹ. ΣΠΟΡΑ∆ΗΝ Τούτοις τοῖς χρόνοις, ὥς φασι, Προμηθεὺς ἦν, ὃς ἐμυθεύετο

πλάττειν ἀνθρώπους ἐξ ἀπαιδευσίας καὶ ἀλογίας εἰς παίδευσιν μετάγων, ὥς φησιν ὁ Πλάτων, ὁ τὴν παλαιὰν κωμῳδίαν, ἐν Σοφισταῖς· προμήθεια γάρ ἐστιν ἀνθρώποις ὁ νοῦς. ἑρμηνεύουσι δὲ οἱ Ἀναξαγόριοι τοὺς μυθώδεις θεοὺς 175 νοῦν μὲν τὸν ∆ία, τὴν δὲ Ἀθηνᾶν τέχνην, ὅθεν καὶ τό· χειρῶν ὀλλυμένων ἔρρει πολύμητις Ἀθήνη. Ἀφρικανοῦ· Καλλίθυια Πείραντος ἐν Ἄργει πρῶτον ἱεράτευσε τῆς Ἥρας. Τούτοις τοῖς χρόνοις Ἄτλας ὁ Προμηθέως ἀδελφὸς ἄριστος ἀστρολόγος διέλαμπεν, ὡς ἐπιστήμης ἕνεκεν τὸν οὐρανὸν αὐτὸν φέρειν πεφήμισται. Εὐριπίδης δὲ τὸν Ἄτλαντα ὄρος εἶναί φησιν ὑπερνεφές. Οὗτος κατὰ τοὺς χρόνους Γοθονιὴλ ἤκμαζεν, ὡς μαρτυροῦσι πάντες οἱ ἐκ τοῦ καθ' ἡμᾶς λόγου ἱστορικοί, ἐν οἷς καὶ Ἀφρικανός φησιν «Οἱ ἀπὸ τῆς Κουρητείας τῆς νῦν Ἀκαρνανίας Κουρῆτες καὶ Κορύβαντες Κνωσσὸν ᾤκισαν, οἱ τὴν ἐν ὅπλοις εὔρυθμον κίνησιν εὑρόντες.» Τούτοις τοῖς χρόνοις Σύρος ἱστορεῖται γεγονέναι γηγενής, οὗ ἐπώνυμος ἡ Συρία. ἄλλοι δὲ πρότερον ἔτεσιν ρʹ. καὶ περὶ Προμηθέως δὲ καὶ Ἐπι μηθέως τὸ αὐτὸ διαφόρως ἱστοροῦσι καὶ Ἄτλαντος Ἄργου τε καὶ Ἰοῦςτῆς Προμηθέως θυγατρὸς καὶ Πανόπτου. οἱ μὲν γὰρ ὅτι κατὰ Κέκροπα τὸν διφυῆ γεγόνασιν, οἱ δ' ὅτι πρότερον ἔτεσιν ξʹ, ἄλλοι δὲ ζʹ. Πᾶσι δὲ τοῖς πρὸ αὐτοῦ σοφωτάτοις ἱστορικοῖς Χριστιανοῖς τε καὶ Ἰουδαίοις καὶ Ἕλλησιν ἀντιπίπτων Εὐσέβιος Κέκροπα τὸν διφυῆ πρῶτον βασιλεύσαντα μετὰ Ὤγυγον τῆς τότε μὲν Ἀκτῆς, νῦν δὲ Ἀττικῆς, ὃς ἦνκατὰ Φορωνέα καὶ τὸν μέγαν Μωυσέα πρὸ ἐτῶν τούτων, ἐν οἷς Κέκροψ ἡμῖν ἐστοιχείωται λίαν ἀκριβῶς, ἐπὶ Μωυσέως γενέσθαι ἀλόγως ἀπεφή νατο τὸν αὐτὸν Κέκροπα καὶ ἀμαρτύρως.

ΚΟΣΜΟΥ ΕΤΗ Ἰησοῦ τοῦ Ναυὴ ἔτη κζʹ. τοῦ δὲ κόσμου ἦν ἔτος γωνζʹ. Οἱ μετὰ

Ἰησοῦν πρεσβύτεροι ἡγήσαντο τοῦ Ἰσραὴλ ἔτη ιηʹ. τοῦ δὲ κόσμου ἦν ἔτος γωπδʹ. 176 Σημειωτέον ὅτι τὸν Φινεὲς υἱὸν Ἐλεάζαρ μετὰ υʹ ἔτη φησὶν ἡ τῶν κρι τῶν βίβλος παρεστάναι ἐνώπιον τῆς κιβωτοῦ ἐν τῷ πολέμῳ τῶν ιαʹ φυ λῶν κατὰ τῆς φυλῆς Βενιαμὶν περὶ τῆς μελισθείσης γυναικός. Τὰ ὀστᾶ Ἰωσὴφ ἀνήγαγον ἐξ Αἰγύπτου οἱ υἱοὶ Ἰσραήλ, καὶ ἔθαψαν αὐτὸν ἐν Σικίμοις ἐν τῇ μερίδι τοῦ ἀγροῦ, ἣν ἐξώνηται ἀμνῶν ρʹ ὁ Ἰακὼβ παρὰ τῶν υἱῶν Ἐμμώρ, φασὶ δ' ὅτι καὶ τῶν λοιπῶν πατριαρχῶν. ἀπο θανόντος δὲ καὶ Ἐλεάζαρ τοῦ υἱοῦ Ἀαρὼν διεδέξατο τὴν ἱερωσύνην Φινεὲς ὁ υἱὸς αὐτοῦ. ἐτάφη δὲ καὶ Ἐλεάζαρ ἐν ὄρει Ἐφραίμ, ἐν Γαβαὰθ τῇ μερίδι Φινεὲς τοῦ υἱοῦ αὐτοῦ, ἔνθα καὶ αὐτὸς Φινεὲς τελευτήσας ἐτάφη ἱερατεύσας τοῦ Ἰσραὴλ ἕως τελευτῆς. Οἱ δὲ υἱοὶ Ἰσραὴλ μετὰ τὴν Ἰησοῦ τελευτὴν καὶ τῶν πρεσβυτέρων ἐπηρώτησαν ἐν κυρίῳ· τίς ἀναβήσεται ἀφηγούμενος πολεμεῖν ἐπὶ τὸν Χα ναναῖον; καὶ ἐρρήθη αὐτοῖς ὅτι Ἰούδας. καὶ ἀνέβη Ἰούδας καὶ Συμεών, καὶ ἔδωκε κύριος τὸν Χαναναῖον καὶ τὸν Φερεζαῖον ἐν τῇ χειρὶ αὐτοῦ. καὶ ἔλαβε τὸν Ἀδωνιβεζὲκ βασιλέα Ἱερουσαλήμ, καὶ τὴν πόλιν ἐνέπρησαν πυρί. καὶ ἦν κύριος μετ' αὐτῶν, ἕως ἐποίησαν τὸ πονηρὸν ἔναντι αὐτοῦ. καὶ ἀπέδοτο αὐτοὺς ἔτη ηʹ δουλεύειν τῷ Χουσαρσαθὼμ βασιλεῖ Συρίας Μεσοποταμίας.