1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

201

δῶν σύροντες ἐξήγαγον. ἐπηκολούθουν δέ μοι οὗτοι τῶν πάντων μάρτυρες, Γάιος, Φαῦστος, Πέτρος, Παῦλος. οἱ καὶ ὑπολαβόντες με φοράδην ἐξ ήγαγον τοῦ πολιχνίου καὶ ὄνῳ γυμνῷ ἐπιβιβάσαντες ἀπήγαγον. οὕτω μὲν οὖν ἡ τοῦ μεγάλου τούτου πατρὸς περιέχουσα χρῆσις πάντη τῆς Ὠριγέ νους λειποταξίας διενήνοχεν. Ὁ δ' αὐτός, φησί, καὶ περὶ τῶν ἐν Ἀλεξανδρείᾳ μαρτυρησάντων ἐπὶ ∆εκίου σοφώτατος ∆ιονύσιος γράφει πρὸς τὸν Ἀντιοχείας ἐπίσκοπον Φάβιον· οὐκ ἀπὸ τοῦ βασιλικοῦ προστάγματος παρ' ἡμῖν ὁ διωγμὸς ἤρξατο, ἀλλὰ γὰρ ὅλον ἐνιαυτὸν προὔλαβε, καὶ φθάσας ὁ κακῶν τῇ πόλει ταύτῃ μάντις καὶ ποιητής, ὅστις ἐκεῖνος ἦν, ἐκίνησε καὶ παρώρμησε καθ' ἡμῶν τὰ πλήθη τῶν ἐθνῶν εἰς τὴν ἐπιχώριον αὐτοῦ δεισιδαιμονίαν ἀναρριπίσας. οἱ δὲ ἐρεθισθέντες ὑπ' αὐτοῦ καὶ πάσης ἐξουσίας εἰς ἀνοσιουργίαν λαβό μενοι, μόνην εὐσέβειαν τὴν θρησκείαν τῶν δαιμόνων ταύτην ὑπέλαβον τὸ καθ' ἡμῶν φονᾶν. πρῶτον μὲν οὖν πρεσβύτην Μητρανὸν ὀνόματι συναρπά σαντες καὶ κελεύσαντες ἄθεα λέγειν ῥήματα, μὴ πειθόμενον ξύλοις τε παίοντες τὸ σῶμα καὶ καλάμοις ὀξέσιν τὸ πρόσωπον καὶ τοὺς ὀφθαλμούς, ἀπαγαγόντες εἰς τὸ προάστειον κατελιθοβόλησαν· εἶτα πιστὴν γυναῖκα Κώινταν καλουμένην ἐπὶ τὸ εἰδωλεῖον ἀγαγόντες ἠνάγκαζον προσκυνεῖν, ἀποστρεφομένην τε καὶ βδελυττομένην ἐκδήσαντες τῶν ποδῶν διὰ πάσης τῆς πόλεως κατὰ τοῦ τραχέος λιθοστρώτου σύροντες, προσαρασσομένην τοῖς μυλιαίοις λίθοις ἅμα καὶ μαστιγοῦντες, ἐπὶ τὸν αὐτὸν ἀγαγόντες κατέλευσαν τόπον. εἶθ' ὁμοθυμαδὸν ἅπαντες ὅρμησαν ἐπὶ τὰς τῶν θεο 449 σόφων οἰκίας, καὶ οὓς ἐγνώριζον ἕκαστοι γειτνιῶντας ἐπισπεύδοντες ἦγον ἐσύλων τε καὶ διήρπαζον, τὰ μὲν τιμιώτερα τῶν κειμηλίων νοσφιζόμενοι, τὰ δ' εὐτελέστερα καὶ ὅσα ξύλων ἐπεποίητο διαρρήσσοντες καὶ κατακαίον τες ἐν ταῖς ὁδοῖς, ἑαλωκυίας ὑπὸ πολεμίων πόλεως παρεῖχον θέαμα. ἐξέ κλιναν δὲ καὶ ὑπανεχώρουν οἱ ἀδελφοί, καὶ τὴν ἁρπαγὴν τῶν ὑπαρχόντων ὁμοίως ἐκείνοις, οἷς καὶ Παῦλος ἐμαρτύρησε, μετὰ χαρᾶς προσεδέξαντο. καὶ οὐκ ᾔδει τις πλὴν εἰ μή πού τις εἷς ἐκπεσὼν μέχρι γε τούτου τὸν κύριον ἠρνήσατο. ἀλλὰ καὶ τὴν θαυμασιωτάτην ποτὲ παρθένον πρεσβῦτιν Ἀπολ λωνίαν διαλαβόντες, τοὺς μὲν ὀδόντας ἅπαντας κόπτοντες τὰς σιαγόνας ἐξήλασαν, πυρὰν δὲ νήσαντες πρὸ τῆς πόλεως ζῶσαν ἠπείλουν κατακαύ σειν, εἰ μὴ συνεκφωνήσειεν αὐτοῖς τὰ τῆς ἀσεβείας κηρύγματα· ἡ δ' ὑπο παραιτησαμένη βραχὺ καὶ ἀνεθεῖσα συντόνως ἐπεπήδησεν εἰς τὸ πῦρ καὶ καταπέφλεκται. Σαραπίωνά τε καταλαβόντες ἐφέστιον, σκληραῖς βασά νοις αἰκισάμενοι καὶ πάντα τὰ ἄρθρα διακλάσαντες ἀπὸ τοῦ ὑπερῴου πρη νῆ κατέρραξαν. οὐδεμία δὲ ὁδός, οὐ λεωφόρος, οὐ στενωπὸς ἡμῖν βάσιμος ἦν, οὐ νυκτός, οὐ μεθ' ἡμέραν, ἀεὶ καὶ πανταχοῦ πάντων κεκραγότων, εἰ μὴ τὰ δύσφημά τις ἀνυμνεῖ ῥήματα, τοῦτον εὐθέως δεῖν σύρεσθαί τε καὶ πίμπρασθαι. καὶ ταῦτα ἐπὶ πολὺ μὲν ἤκμασε τὸ πρῶτον, διαδεξαμένους δὲ τοὺς ἀθλίους ἡ στάσις καὶ πόλεμος ἐμφύλιος τὴν καθ' ἡμῶν ὠμότητα πρὸς ἀλλήλους αὐτῶν ἔτρεψε. καὶ σμικρὸν μὲν προσανεπνεύσαμεν, ἀσχο λίαν τοῦ πρὸς ἡμᾶς θυμοῦ λαβόντων, εὐθέως δὲ ἡ τῆς βασιλείας ἐκείνης τῆς ἐπιφανεστέρας ἡμῖν μεταβολὴ διήγγελται, καὶ πολὺς ὁ τῆς ἐφ' ἡμᾶς ἀπειλῆς φόβος ἐπανέτεινε τὸ κήρυγμα. καὶ παρῆν τὸ πρόσταγμα αὐτοσχέ διον εἰπεῖν, οἷον τὸ προρρηθὲν ὑπὸ τοῦ κυρίου, ἢ παρὰ βραχὺ τὸ φοβερώ τατον, ὡς εἰ δυνατὸν σκανδαλισθῆναι καὶ τοὺς ἐκλεκτούς. πλὴν πάντες γε κατεπτήχεσαν. καὶ πολλοὶ μὲν εὐθέως τὴν περιφανεστέραν οἱ μὲν ἀπήν των δεδιότες, οἱ δὲ δημοσιεύοντες ὑπὸ τῶν πράξεων ἤγοντο, οἱ δὲ ὑπὸ τῶν ἀμφ' αὐτοῖς ἀφείλκοντο, ὀνομαστί τε καλούμενοι ταῖς ἀνάγνοις καὶ ἀνιέροις θυσίαις προσῄεσαν, οἱ μὲν ὠχριῶντες καὶ τρέμοντες, ὥσπερ οὐ 450 θύσοντες, ἀλλ' αὐτοὶ θύματα καὶ σφάγια τοῖς εἰδώλοις ἐσόμενοι, ὡς ὑπὸ πολλῶν τοῦ περιεστῶτος δήμου χλεύην αὐτοῖς ἐπιφέρεσθαι καὶ ἄλλους μὲν εἶναι πρὸς πάντας δειλούς, ὑποτρέμοντας καὶ πρὸς τὸ