1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

94

ὄρους ἀπέθετο. τρίτῃ δὲ τῇ ∆αλιδᾷ γυναικὶ συναπαχθεὶς καὶ τὴν ἐπὶ τῆς κόμης αὐτοῦ θείαν ἰσχὺν ἐξειπὼν ὑπ' αὐτῆς κείρεται καὶ ἀλλοφύλοις προδοθεὶς τυφλοῦται ἐν μυλῶνι πεπεδημένος καθειρχθεὶς, οὗ τὴν ἅλωσιν μετά τινα χρόνον ἑορ τάζοντες, τῶν τριχῶν αὐτῷ ἐξανθουσῶν ἤδη μικρόν, προήγαγον παίζειν αὐτὸν κελεύσαντες. ὁ δὲ τοῖς κίοσι διὰ τοῦ χειραγωγοῦντος αὐτὸν ἐπι στηριχθείς, εὐξάμενος παρὰ θεοῦ τὴν κατ' αὐτῶν ἐκδίκησιν, τούς τε ἐν τῷ οἴκῳ καὶ τοὺς ἐπὶ τῶν στεγῶν ἀνιόντας ἀμφὶ τοὺς γ κατέχωσε, ἐπι σπασάμενος τοὺς κίονας καὶ συνδιαφθαρεὶς αὐτοῖς· ὃν ἔθαψαν οἱ ἀδελφοὶ καὶ οἱ γονεῖς κρίναντα τὸν Ἰσραὴλ ἔτη κʹ. Τὸν ἐν Ὀλυμπίᾳ πρῶτον ὑφ' Ἡρακλέους ἀγῶνα ἀπὸ τοῦ πρώτου ἔτους Σαμψὼν ἀριθμῶν εὑρήσεις ἔτη υλʹ ἕως πρώτης ὀλυμπιάδος. Ἀναρχίας καὶ εἰρήνης ἔτη μʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δτιʹ. Τὰ κατὰ τὸν Μιχᾶ, ὃς ἐποίησε γλυπτὸν καὶ ἐφοὺδ καὶ οἶκον τῷ θεῷ καὶ ἱερέα κατέστησεν, ὃν οἱ χʹ ἐκ φυλῆς ∆ὰν ἐλθόντες ἔλαβον, ἐν τοῖς χρόνοις τούτοις ἦν, καὶ τὰ κατὰ τὴν γυναῖκα τὴν μελισθεῖσαν καὶ ὁ κατὰ τῆς φυλῆς Βενιαμὶν πόλεμος, ἔνθα ζῆν τὸν Φινεὲς υἱὸν Ἐλεάζαρ λέγει ἡ γραφή. τὰ περὶ τῆς μελισθείσης γυναικὸς ἐν Γαβαὼν καὶ τὸν πόλεμον τῶν ιαʹ φυλῶν πρὸς τὴν φυλὴν Βενιαμὶν μετὰ τὴν τελευτὴν Ἰησοῦ φησιν Ἰώσηππος εὐθέως, καὶ ὁ κατὰ τὸ τέλος τῶν κριτῶν, πολλῆς διαφωνίας οὔσης περὶ τῶν χρόνων τῶν ἀπὸ Μωυσέως ἕως Ἡλεὶ τοῦ ἱερέως. 204 Τὰ μὲν Ἰησοῦ τοῦ Ναυῆ καὶ τῶν μετ' αὐτὸν πρεσβυτέρων ἡ γραφὴ παρεσιώπησεν, ἡ δὲ ἄγραφος συνήθεια τοῦ μὲν Ἰησοῦ κζʹ, τῶν δὲ πρεσ βυτέρων ιηʹ παρέδωκε· καὶ οὕτω σχεδὸν πάντες ὁμοφωνοῦσιν. Εὐσέβιος δὲ μόνος ὁ Καισαρεὺς τὰ τῶν πρεσβυτέρων οὐ παρέλαβεν, ὁ δὲ Ἀφρικανὸς ἔτη λʹ αὐτοῖς ἀπένειμεν, ᾧ πλεῖστα κατεγκαλεῖ ὁ Εὐσέβιος ὡς μεγάλα, φησί, διαμαρτόντι καὶ τολμηροτάτῳ πράγματι ἐπικεχειρηκότι, πρὸς τού τοις ἄλλα οʹ ἔτη, τὰ μʹ μὲν τὰ τῆς ἀναρχίας, λʹ δὲ τὰ τῆς εἰρήνης οἴκοθεν παρεμβαλόντι, τὰ ὅλα ρʹ. ἀλλ' ὁ μὲν Ἀφρικανὸς περὶ τούτων ὡς διαφω νουμένων ἐν τέλει τοῦ εʹ λόγου καθομολογεῖ. Ὁ δὲ Εὐσέβιος τὰ παρὰ τῷ θείῳ ἀποστόλῳ ἐν ταῖς πράξεσι τῶν κριτῶν ἔτη υνʹ συστῆσαι βουληθεὶς συνεχρήσατο τούτων τισί, διαπορεῖ μέντοι λέγων τὰ μετὰ τὴν Μωυσέως τελευτὴν ἄλλως κεῖσθαι μέχρι Σολομῶνος καὶ τῆς τοῦ ἱεροῦ ἐπισκευῆς ἐν τῷ γʹ τῶν βασιλειῶν. λέγει γάρ· καὶ ἐγενήθη ἐν τῷ υμʹ ἔτει τῆς ἐξόδου τῆς ἀπ' Αἰγύπτου ἤρξατο οἰκοδομεῖν Σολομὼν τὸν ναόν. τὸ δὲ Ἑβραϊκόν· καὶ ἐγενήθη ἐν τῷ υʹ καὶ πʹ ἔτει. ταῦτα δέ, φησίν, οἱ τῶν Ἰουδαίων διδάσκαλοι ἀκριβῶς συνάγεσθαι ἔλεγον μόνης τῆς τῶν ἐξ Ἰσραὴλ κριτῶν χρονοκρατίας ἀριθμουμένης καὶ μὴ λο γιζομένης ἰδίως τῆς τῶν ἀλλοφύλων, ἀλλὰ τῆς τῶν κριτῶν συννοουμένης· ὅπερ οὐ συνᾴδει τῇ ἱερᾷ τῶν κριτῶν βίβλῳ. τόν γε μὴν ἱερὸν ἀπόστολόν φησιν υνʹ ἔτη τῶν κριτῶν οὐκ ἀκριβολογούμενον εἰπεῖν, ἀλλ' ἐκδοχῇ κοινο τέρᾳ. ἐὰν οὖν κατὰ τὸν ἀπόστολον τὰ τῶν κριτῶν υνʹ ἔτη καὶ τὰ ἐπὶ τῆς ἐρήμου μʹ ἔτη Μωυσέως Ἰησοῦ τε κζʹ καὶ τῶν μετὰ Ἰησοῦν πρεσβυτέρων ιηʹ, καὶ ἔτι Ἡλεὶ τοῦ ἱερέως κʹ, Σαμουὴλ κʹ καὶ Σαοὺλ μʹ, ∆αβίδ τε μʹ καὶ Σολομῶνος δʹ συναριθμήσωμεν, ἔσται ὁ πᾶς ἀπὸ τῆς ἐξόδου χρόνος ἐπὶ τὴν τοῦ ναοῦ κατασκευὴν ἐτῶν χνθʹ, κατὰ δὲ Εὐσέβιον χʹ καὶ κατὰ Ἀφρικανὸν ὑπὲρ τὰ ψμʹ. καθ' ἕκαστον δὲ τῶν τριῶν τούτων ἀριθμὸν αἵ τε ἐκ φυλῆς Ἰούδα αἵ τε ἐκ φυλῆς Λευὶ διαγενόμεναι γενεαὶ ἢ καὶ μεριζό μεναι ἀπίθανον ἕξουσι τὴν παιδοποιίαν. ἀπὸ γὰρ Ἀβραὰμ ἕως ∆αβὶδ γε νεαὶ ιδʹ. τούτων θʹ ἦν ἐπὶ Μωυσέως ἐν τῇ ἐρήμῳ, καθ' ἣν ἐγνωρίζετο Ναασσὼν υἱὸς Ἀμιναδὰμ ἄρχων φυλῆς Ἰούδα, οὗ τὴν ἀδελφὴν ἘλισάβεἈαρὼν ἀρχιερεὺς ἔγημεν· ὃς ἐν τῇ ἐρήμῳ τελευτᾷ. ἀπὸ Ναασσὼν δὲ ἕως 205 ∆αβὶδ γενεαὶ εʹ οὕτως· Σαλμὼν υἱὸς Ναασσών, ὃς ἠγάγετο Ῥαὰβ τὴν πόρνην ἐπὶ Ἰησοῦ, ἐγέννησε τὸν Βοόζ, Βοὸζ δὲ τὸν Ὠβὴδ ἐκ τῆς Ῥούθ,Ὠβὴδ δὲ τὸν Ἰεσσαὶ καὶ Ἰεσσαὶ τὸν ∆αβίδ· πῶς οὖν δυνατὸν τὰς ἀπὸἈβραὰμ ἕως Μωυσέως θʹ διαγενέσθαι γενεὰς ἐν υοʹ ἔτεσι, πέντε δὲ μό νας ἀπὸ Ἰησοῦ τοῦ Ναυῆ ἐν χʹ ἔτεσιν ἕως ∆αβίδ; ἔσται γὰρ ἕκαστος ρκʹ