1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

177

καλανδῶν Ἀπριλλίων, αʹ τοῦ πρωτοκτίστου μηνὸς Νισὰν παρ' Ἑβραίοις καὶ Χριστιανοῖς, περὶ ἧς εἴρηται· «ἐν ἀρχῇ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν», καὶ πάλιν· «αὕτη ἡ βίβλος γενέσεως οὐρανοῦ καὶ γῆς, ᾗ ἡμέρᾳ ἐποίη σεν ὁ θεός», περὶ ἧς καὶ ὁ θεοπάτωρ ∆αβὶδ τὴν κοσμικὴν προανακρουό μενος σωτηρίαν μεμελῴδηκεν· «αὕτη ἡ ἡμέρα ἣν ἐποίησεν ὁ κύριος, ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.» Περὶ ταύτης καὶ ἡμῖν ὁ πᾶς τοῦδε τοῦ γράμματος πόνος καταβέβληται, δεῖξαι τὴν αὐτὴν καὶ μίαν πρωτόκτιστον ἡμέραν σύστοιχον τῇ τοῦ θείου εὐαγγελισμοῦ καὶ τῆς ὑπερφυοῦς ἐξ ἁγίας παρθένου συλλήψεως τοῦ μονο γενοῦς υἱοῦ τοῦ θεοῦ ἡμέρᾳ καὶ τῇ τῆς ζωοποιοῦ ἐκ νεκρῶν ἀναστάσεως θεοειδεστέρᾳ καὶ ὁλοφώτῳ τοῖς ἀξίοις ἑορτάζειν αὐτὴν ἐν πνεύματι καὶ ἀληθείᾳ. Αὕτη Χριστιανοῖς ὀρθοδόξοις πρῶτον πάσχα καλῶς ἐχρημάτισεν, οὐκ ἐν ζύμῃ παλαιᾷ καὶ φυγῇ τοῦ κατ' Αἴγυπτον αἰσθητοῦ Φαραῶ καὶ τῶν αὐτοῦ 390 πικρῶν ἐργοδιωκτῶν, ἀλλ' ἐν καταλήψει τῆς νοητῆς Αἰγύπτου, τῆς κακίας καὶ ἀγνοίας καὶ τοῦ ταύτης ἀρχηγοῦ διαβόλου, ὑπὲρ τοὺς τύπους καὶ τὴν νομικὴν σκιὰν αὐτῷ τῷ ἀληθινῷ ἀμνῷ τοῦ θεοῦ τῷ αἴροντι τὴν ἁμαρτίαν τοῦ κόσμου κατατρυφῶσιν ἔργῳ καὶ λόγῳ (τὸ γὰρ πάσχα ἡμῶν ὑπὲρ ἡμῶν ἐτύθη Χριστός) καὶ τῇ αὐτοῦ χάριτι καὶ ἀπολυτρώσει πρὸς τὴν ἄνω Ἱερουσαλὴμ ἐπειγομένοις διὰ σταυροῦ τῶν τῇδε παθῶν ἑκουσίου καὶ τα φῆς καὶ ἀναστάσεως, ἤτοι ταπεινώσεως μέχρι θανάτου, θανάτου δὲ σταυ ροῦ, δι' ἧς ὁ πάσης δυνάμεως καὶ ἀρχῆς καὶ ἐξουσίας δημιουργός, εὐδο κίᾳ τοῦ ἀγεννήτου πατρὸς καὶ συνεργείᾳ τοῦ ἁγίου καὶ ὁμοουσίου πνεύ ματος, πατήσας τὸν ἀδρανῆ καὶ ὑπερήφανον τύραννον ἐν τῇ τυραννουμένῃ ταπεινῇ φύσει τῶν ἀνθρώπων διὰ βασκανίαν τὴν παρ' αὐτοῦ ἐξανέστησεν, οὐ μόνον τοῖς ἐξ Ἀδὰμ ἐν Ἅιδῃ φρουρουμένοις πνεύμασι χαρισάμενος ἄφεσιν, ἀλλὰ καὶ τοῖς ἐν σαρκὶ ζῶσι καὶ πιστεύσασιν αὐτῷ, ὡς ἐκ τῶν ἱερῶν εὐαγγελίων ἐστὶ καταμαθεῖν. «Χαίρετε» γὰρ ταῖς γυναιξὶ πρώτῃ φωνῇ, δι' ὧν ἅπασα λύπη τῷ γένει εἰσέφρησεν, προσεφθέγξατο καὶ τοῖς ἱεροῖς μαθηταῖς «εἰρήνη ὑμῖν» ὁ πά σης εἰρήνης καὶ φιλοθέου στοργῆς αἴτιος, οὐ μόνον ταῖς λογικαῖς φύσεσιν, ἀλλὰ καὶ οὐρανῷ καὶ γῇ καὶ στοιχείοις καὶ πάσῃ κτίσει συντάξας τὸ εἶναι τῇ σχετικῇ ἀλληλουχίᾳ. Ὁ δὲ αὐτὸς θεὸς καὶ κύριος ἡμῶν ἐπὶ μʹ τὰς ὅλας ἡμέρας ὀπτανόμενος καὶ λέγων τὰ περὶ τῆς βασιλείας τῶν οὐρανῶν οὐ διέλειψε τοῖς ἑαυτοῦ μαθηταῖς, ἡνίκα καὶ ἐπ' ὄψεσιν αὐτῶν εἰς οὐρανοὺς ἀνελήφθη ἐν τῷ ἁγίῳ ὄρει τῶν ἐλαιῶν τῇ αὐτῇ τεσσαρακοστῇ μετὰ τὴν ἁγίαν ἀνάστασιν ἡμέρᾳ, εʹ μὲν οὔσῃ τῆς ἑβδομάδος, τρίτῃ δὲ τοῦ κατὰ Ῥωμαίους Μαΐου μηνός. Ἔστιν οὖν, ὡς ἐν κεφαλαίῳ εἰπεῖν, εφλδʹ ἔτος τοῦ κόσμου, καὶ τοῦτο πρῶτον ἄγον ἡμέραν ἔτος κυριακήν, τὸ πρῶτον κυριακὸν πάσχα Μαρτίου μηνὸς κεʹ κατὰ Ῥωμαίους, κατὰ δὲ Αἰγυπτίους Φαμενὼθ κθʹ, κατὰ δὲ τὰς θεοπνεύστους παλαιὰς καὶ νέας γραφὰς Νισὰν αʹ πρωτόκτιστος ἡμέρα τοῦ πρωτοκτίστου μηνὸς ὑπάρχουσα, καθ' ἣν ἡ ἐν Χριστῷ καινὴ κτίσις ἀρξαμένη πάντας εἰς ζωὴν ἐκ θανάτου μετήγαγε τοὺς ὀρθῶς εἰς αὐτὸν πιστεύοντας. 391 Ἀφρικανοῦ περὶ τῶν κατὰ τὸ σωτήριον πάθος καὶ τὴν ζωοποιὸν ἀνάστασιν Τὸ δὲ καθ' ἕκαστον τῶν πράξεων αὐτοῦ καὶ θεραπειῶν σωμάτων καὶ ψυχῶν καὶ τῶν τῆς γνώσεως ἀποκρύφων, ἀναστάσεώς τε τῆς ἐκ νεκρῶν αὐταρκέστατα τοῖς πρὸ ἡμῶν μαθηταῖς τε καὶ ἀποστόλοις αὐτοῦ δεδήλω ται. καθ' ὅλου τοῦ κόσμου σκότος ἐπήγετο φοβερώτατον, σεισμῷ τε αἱ πέτραι διερρήγνυντο καὶ τὰ πολλὰ Ἰουδαίας τε καὶ τῆς λοιπῆς γῆς κατερ ρίφη. Τοῦτο τὸ σκότος ἔκλειψιν τοῦ ἡλίου Θάλλος ἀποκαλεῖ ἐν τρίτῃ τῶν ἱστο ριῶν, ὡς ἐμοὶ δοκεῖ, ἀλόγως. Ἑβραῖοι γὰρ ἄγουσι τὸ πάσχα κατὰ σελήνην ιδʹ, πρὸ δὲ μιᾶς τοῦ πάσχα τὰ περὶ τὸν σωτῆρα συμβαίνει. ἔκλειψις δὲ ἡλίου σελήνης ὑπελθούσης τὸν ἥλιον γίνεται· ἀδύνατον δὲ ἐν ἄλλῳ χρόνῳ πλὴν ἐν τῷ μεταξὺ μιᾶς καὶ τῆς πρὸ αὐτῆς κατὰ τὴν σύνοδον αὐτὴν ἀπο βῆναι. πῶς οὖν ἔκλειψις νομισθείη