1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

6

ἐπληρώθη. ἦν δὲ τοῦ μὲν Σὴθ τβʹ, τοῦ δὲ Ἐνὼς ζηʹ. Τῷ χʹ ἔτει μετανοήσας ὁ Ἀδὰμ ἔγνω δι' ἀποκαλύψεως τὰ περὶ τῶν ἐγρηγόρων καὶ τοῦ κατακλυσμοῦ καὶ τὰ περὶ τῆς μετανοίας καὶ τῆς θείας σαρκώσεως καὶ τὰ περὶ τῶν καθ' ἑκάστην ὥραν ἡμερινὴν καὶ νυκτερινὴν ἀναπεμπομένων εὐχῶν τῷ θεῷ ἐξ ὅλων τῶν κτισμάτων διὰ Οὐριὴλ τοῦ ἐπὶ τῆς μετανοίας ἀρχαγγέλου οὕτως. ὥρᾳ πρώτῃ ἡμερινῇ πρώτη εὐχὴ ἐπιτελεῖται ἐν τῷ οὐρανῷ, βʹ εὐχὴ ἀγγέλων, γʹ εὐχὴ πτηνῶν, δʹ εὐχὴ κτηνῶν, εʹ εὐχὴ θηρίων, ςʹ ἀγγέλων παράστασις καὶ διάκρισις πάσης τῆς κτίσεως, ζʹ ἀγγέλων εἴσοδος πρὸς θεὸν καὶ ἔξοδος ἀγγέλων, ηʹ αἴνεσις καὶ θυσίαι ἀγγέλων, θʹ δέησις καὶ λατρεία ἀνθρώπων, ιʹ ἐπισκοπαὶ ὑδάτων καὶ δεήσεις οὐρανίων καὶ ἐπιγείων, ιαʹ ἀνθομολόγησις καὶ ἀγαλλίασις πάντων, ιβʹ ἔντευξις ἀνθρώπων εἰς εὐδοκίαν. Τῷ χκεʹ ἔτει Καϊνᾶν ἐγεννήθη τῷ Ἐνώς. οὗτος γενόμενος ἐτῶν ροʹ ἐγέννησε τὸν Μαλελεήλ. Τῷ ψ ζʹ ἔτει ἀπὸ Ἀδὰμ Καϊνᾶν ἔλαβεν εἰς γυναῖκα τὴν Μαλέθ. Τῷ ψ ζεʹ ἔτει ἐγέννησε Καϊνᾶν τὸν Μαλελεὴλ ὢν ἐτῶν ροʹ. Μαλελεὴλ γενόμενος ἐτῶν ρξεʹ ἐγέννησε τὸν Ἰάρεδ, τῷ Ϡξʹ ἔτει τοῦ κόσμου. 11 Τῷ Ϡλʹ ἔτει Ἀδὰμ ἐκοιμήθη, καταλείψας ἄρρενας υἱοὺς λγʹ καὶ θυγα τέρας κζʹ. οὗτος ἡγεμόνευσε τοῦ γένους τῶν ἀνθρώπων τὰ ὅλα τῆς ζωῆς αὐτοῦ ἔτη. Τῷ αὐτῷ Ϡλʹ ἔτει καὶ Κάιν ἀπέθανεν, ἐμπεσόντος ἐπ' αὐτὸν τοῦ οἴκου. λίθοις γὰρ καὶ αὐτὸς τὸν Ἄβελ ἀνεῖλε. πληρωθέντος οὖν ἐνιαυτοῦ μετὰ θάνατον τοῦ Ἀδὰμ τέθνηκεν. Σὴθ ἡγεμόνευσε μετὰ τὸν Ἀδὰμ τῶν τηνικαῦτα ἀνθρώπων. οἱ δὲ ἐκ γένους αὐτοῦ διακόσιοι ἐγρήγοροι τῷ α τῆς κοσμογονίας ἔτει, τεσσαρα κοστοῦ ὄντος τοῦ Ἰάρεδ, αὐτοῦ δὲ τοῦ Σὴθ ψοʹ, πλανηθέντες κατέβησαν, καὶ ἔλαβον ἑαυτοῖς γυναῖκας ἐκ τῶν θυγατέρων τῶν ἀνθρώπων, καὶ ἐγέν νησαν τοὺς γίγαντας τοὺς ὀνομαστούς, ὥς φησιν ἡ γραφή. ἐπειδὴ δέ τινες ἀντιλέγουσι περὶ τούτων, συνεῖδον ἐφεξῆς ὀλίγα τινὰ καὶ περὶ αὐτῶν παραθέσθαι, ἔκ τε τοῦ αʹ βιβλίου τοῦ Ἐνὼχ καὶ αὐτοῦ Μωυσέως καὶ Πέτρου τοῦ κορυφαίου τῶν ἀποστόλων. Τῷ Ϡξʹ ἔτει ἐγέννησε Μαλελεὴλ τὸν Ἰάρεδ. Ἰάρεδ γενόμενος ἐτῶν ρξβʹ ἐγέννησε τὸν Ἐνὼχ τῷ αρκβʹ ἔτει τοῦ κόσμου. Ἔτος μʹ Ἰάρεδ τῷ α τοῦ κόσμου. Ἐκ τοῦ πρώτου βιβλίου Ἐνὼχ περὶ τῶν ἐγρηγόρων Καὶ ἐγένετο ὅτε ἐπληθύνθησαν οἱ υἱοὶ τῶν ἀνθρώπων ἐγεννήθησαν αὐτοῖς θυγατέρες ὡραῖαι, καὶ ἐπεθύμησαν αὐτὰς οἱ ἐγρήγοροι καὶ ἀπε πλανήθησαν ὀπίσω αὐτῶν. καὶ εἶπον πρὸς ἀλλήλους· ἐκλεξώμεθα ἑαυτοῖς γυναῖκας ἀπὸ τῶν θυγατέρων τῶν ἀνθρώπων τῆς γῆς. καὶ εἶπε Σεμιαζὰς ὁ ἄρχων αὐτῶν πρὸς αὐτούς· φοβοῦμαι μὴ οὐ θελήσητε ποιῆσαι τὸ πρᾶγμα τοῦτο καὶ ἔσομαι ἐγὼ μόνος ὀφειλέτης ἁμαρτίας μεγάλης. καὶ ἀπεκρίθη σαν αὐτῷ πάντες καὶ εἶπον· ὀμόσωμεν ἅπαντες ὅρκῳ καὶ ἀναθεματίσωμεν ἀλλήλους τοῦ μὴ ἀποστρέψαι τὴν γνώμην ταύτην μέχρις οὗ ἀποτελέσωμεν αὐτήν. τότε πάντες ὤμοσαν ὁμοῦ καὶ ἀνεθεμάτισαν ἀλλήλους. ἦσαν δὲ οὗτοι ςʹ οἱ καταβάντες ἐν ταῖς ἡμέραις Ἰάρεδ εἰς τὴν κορυφὴν τοῦ Ἐρμο 12 νιεὶμ ὄρους καὶ ἐκάλεσαν τὸ ὄρος Ἐρμώμ, καθότι ὤμοσαν καὶ ἀνεθεμά τισαν ἀλλήλους ἐν αὐτῷ. Καὶ ταῦτα τὰ ὀνόματα τῶν ἀρχόντων αὐτῶν· Σεμιαζὰς ὁ ἄρχων αὐτῶν, βʹ Ἀταρκούφ, γʹ Ἀρακιήλ, δʹ Χωβαβιήλ, εʹ Ὁραμμαμή, ςʹ Ῥαμιήλ, ζ Σαμψίκ, ηʹ Ζακιήλ, θʹ Βαλκιήλ, ιʹ Ἀζαζήλ, ιαʹ Φαρμαρός, ιβʹ Ἀμαριήλ,ιγʹ Ἀναγημάς, ιδʹ Θαυσαήλ, ιεʹ Σαμιήλ, ι ςʹ Σαρινᾶς, ιζʹ Εὐμιήλ, ιηʹ Τυριήλ, ιθʹ Ἰουμιήλ, κʹ Σαριήλ. Οὗτοι καὶ οἱ λοιποὶ πάντες ἐν τῷ αροʹ ἔτει τοῦ κόσμου ἔλαβον ἑαυτοῖς γυναῖκας καὶ ἤρξαντο μιαίνεσθαι ἐν αὐταῖς ἕως τοῦ κατακλυσμοῦ. καὶ ἔτεκον αὐτοῖς γένη τρία· αʹ γίγαντας μεγάλους. οἱ δὲ γίγαντες ἐτέκνωσαν Ναφηλείμ, καὶ τοῖς Ναφηλεὶμ ἐγεννήθησαν Ἐλιούδ. καὶ ἦσαν αὐξανόμενοι κατὰ τὴν μεγαλειότητα αὐτῶν, καὶ ἐδίδαξαν ἑαυτοὺς καὶ τὰς γυναῖκας ἑαυτῶν φαρμακείας καὶ ἐπαοιδίας. πρῶτος Ἀζαὴλ ὁ δέκατος τῶν ἀρχόν των ἐδίδαξε ποιεῖν μαχαίρας καὶ θώρακας καὶ πᾶν σκεῦος πολεμικὸν καὶ τὰ μέταλλα τῆς γῆς καὶ τὸ χρυσίον πῶς ἐργάσωνται, καὶ ποιήσωσιν αὐτὰ κόσμια ταῖς γυναιξί, καὶ τὸν