1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

122

μᾶλλον τοῖς πένησι συναπέμεινεν. Ἰσμαὴλ δέ τις μετὰ δύο μῆνας ἀναπεισθεὶς ὑπὸ τοῦ βασιλέως Ἀμανιτῶν ἅμα τισὶν ἄλλοις ἐπελθὼν εἰς Μασσίφατον, Γοδολίαν ἀναιρεῖ καὶ τοὺς σὺν αὐτῷ Χαλδαίους καὶ Ἰουδαίους· ἐν οἷς καὶ πʹ ἄνδρας ἀπὸ Σαμαρείας καὶ τῆς λοιπῆς Ἰουδαίας πενθοῦντας τὴν ἅλωσιν τοῦ ναοῦ καὶ προσφορὰς προσάγοντας συνανεῖλεν· Ἰωνᾶς δέ τις παραλαβὼν τοὺς καταλοίπους τῶν Ἰουδαίων, Ἱερεμίουκωλύοντος αὐτόν, καὶ Ἱερεμίαν ἄκοντα, προσφεύγει σὺν αὐτοῖς Οὐαφρεὶ τῷ Αἰγυπτίων βασιλεῖ· ἔνθα πάλιν προφητεύει Ἱερεμίας αὐτοῖς τὰ τῆς ἐσχάτης ἁλώσεως καὶ ἀπωλείας ἅμα τοῖς Αἰγυπτίοις ἐσόμενα ὑπὸ Χαλδαίων, ἃ καὶ γέγονε τῷ κηʹ ἔτει Ναβουχοδονόσωρ, ἀφ' οὗ ἐπὶ τὸ πρῶτον ἔτος Κύρου πληροῦται ἔτη μʹ κατὰ τὴν προφητείαν Ἰεζεκιήλ. οὗτοι εἰδωλολατρήσαντες ἐν Αἰγύπτῳ ἐλεγχόμενοί τε ὑπὸ τοῦ μεγάλου Ἱερεμίου ἐλιθοβόλησαν αὐτόν. Ταύτης τελείας αἰχμαλωσίας καὶ πυρπολήσεως ἔτη ἀπ' ἐντεῦθεν ἀριθμοῦνται, ἤγουν ἀπὸ τοῦ ιαʹ ἔτους Σεδεκίου, κόσμου δὲ δγʹ. καὶ εἰσὶ κατὰ τὸν ἀκριβῆ λόγον ἀπὸ τοῦ κʹ ἔτους Ναβουχοδονόσωρ ἕως τοῦ 269 αʹ ἔτους τῆς βασιλείας Κύρου ἔτη οὕτως· Ναβουχοδονόσωρ τὰ λοιπὰ ἔτη κδʹ· μγʹ γὰρ τὰ ὅλα ἐβασίλευσε Χαλδαίων, ἀπὸ δὲ τοῦ ιθʹ ἔτους αὐτοῦ ἐβασίλευσε καὶ τῶν Ἰουδαίων· τὰ λοιπὰ ἔτη κδʹ. μετὰ τοῦτον ὁ υἱὸς αὐτοῦ Εὐειλὰδ Μαροδὰχ λεγόμενος ἔτη βʹ μετὰ θάνατον τοῦ πατρὸς Ναβουχοδονόσωρ ἐβασίλευσεν, ὡς μαρτυροῦσιν οἱ τὰ Χαλδαϊκὰ συγγρα ψάμενοι Ἀλέξανδρος καὶ Ἀβυδηνός, οἷς καὶ Ἰώσηππος καὶ πάντες ἐντούτοις ἕπονται, συμφωνούσης καὶ τῆς θείας γραφῆς. Τοῦτον τὸν Εὐειλὰδ Μαροδὰχ διὰ πολλὴν περὶ τὰ πράγματα παρανομίαν καὶ ἀσέλγειαν Νιριγλήσαρος γαμβρὸς αὐτοῦ ἐπ' ἀδελφῇ ἀνελὼν διεδέξατο, καὶ ἐβασίλευσεν ἔτη δʹ Χαλδαίων καὶ Ἰουδαίων καὶ τῶν λοιπῶν. μεθ' ὃν υἱὸν αὐτοῦ Λαβοσάροχόν φασιν ἐπὶ μῆνας θʹ κρατῆσαι τῆς ἀρχῆς, καὶ διὰ τρόπων κακοήθειαν ὑπὸ τῶν φίλων ἐπιβουλευθῆναι. τούτου δὲ μνήμην αἱ θεῖαι γραφαὶ οὐ ποιοῦνται, οὐδὲ ἐν χρονικοῖς κανονίοις αὐτὸν οἱ πολλοὶ τάττουσιν· ἕτεροι τοῖς χρόνοις τοῦ πατρὸς Νιριγλησάρου συναριθμοῦσιν ἀντὶ δʹ εʹ συνάγοντες. μετὰ τοῦτον παρέθηκαν τὴν βασιλείαν οἱ ἐπιβου λεύσαντες αὐτῷ κοινῇ γνώμῃ ἑνὶ τῶν ἐκ τῆς ἐπισυστάσεως αὐτῶν Ναβοννήδῳ τῷ Ἀσσουήρῳ ∆αρείῳ καλουμένῳ τῷ καὶ Ἀστυάγει, οὗ κατὰτὸ ιζʹ ἔτος τῆς βασιλείας Κῦρος ἐκ Περσίδος μετὰ δυνάμεως πολλῆς ἐξεληλυθὼς καὶ πᾶσαν καταλαβόμενος πολέμῳ τὴν λοιπὴν ἀρχήν, αὐτόν τε τὸν Ἀστυάγην μετὰ κρατερὰν μάχην προσφυγόντα τῇ ὑπ' αὐτοῦ τει χισθείσῃ πλείονος ἐξ ὀπτῆς πλίνθου καὶ ἀσφάλτου Βαβυλῶνι πολιορκήσας ἐχειρώσατο καὶ τὰ τείχη κατέσκαψε, φιλανθρώπως αὐτῷ χρησάμενος καὶ χώραν Καρμανίαν δοὺς οἰκητήριον. Ταῦτα, φησὶν Ἰώσηππος, καὶ σύμφωνον ἔχει ταῖς ἡμετέραις βίβ λοις τὴν ἀλήθειαν· γέγραπται γὰρ ἐν αὐταῖς ὅτι Ναβουχοδονόσωρ ιηʹ τῆς αὐτοῦ βασιλείας ἔτει τὸν παρ' ἡμῖν ναὸν ἠρήμωσε, καὶ ἦν ἀφανὴς ἐπὶ ἔτη νʹ. δευτέρῳ δὲ τῆς Κύρου βασιλείας ἔτει τῶν θεμελίων ὑποβληθέν των, ςʹ πάλιν τῆς ∆αρείου βασιλείας ἐτελέσθη. εἰσὶν οὖν τὰ ἀπὸ τοῦ ιθʹ ἔτους Ναβουχοδονόσωρ ἔτη κεʹ. Εὐειλὰδ Μαροδὰχ υἱοῦ αὐτοῦ ἔτη βʹ. Νιριγλησάρου γαμβροῦ αὐτοῦ ἔτη εʹ, σὺν τοῖς θʹ μησὶ τοῦ παιδός. 270 Ναβοννήδου τοῦ καὶ Ἀσσουήρου ∆αρείου τοῦ καὶ Ἀστυάγους καλουμένου ἔτη ιζʹ. Κύρου αʹ ἔτος, ἐν ᾧ καὶ ἡ πρώτη ἄφεσις γέγονεν. ὁμοῦ ἔτη νʹ. Ὁ μέντοι Εὐσέβιος τὸν Ἀστυάγην ἀπὸ τοῦδε τοῦ Σεδεκίου ἐστοιχείωσε βασιλεύσαντα Μήδων ἔτη ληʹ, ἤτοι ἀπὸ τοῦ ιβʹ ἔτους Ναβουχοδονόσωρ ἕως τοῦ εʹ ἔτους Νιριγλησάρου· τούτου τὸ εʹ ἔτος λογισάμενος πρῶτον ἔτος τῆς Κύρου βασιλείας ἐν τῷ κανονίῳ αὐτοῦ, τῆς δὲ ἐπὶ Σεδεκίου αἰχ μαλωσίας ἔτος λαʹ, καὶ μηδ' ὅλως λογισάμενος τὰ ∆αρείου τοῦ Ἀστυά γους ἔτη ιζʹ, ὅπερ καὶ ἄλλοι τῶν ἐκκλησιαστικῶν ἱστορικῶν πεποιή κασιν, εἶτα Κύρου λʹ ἐστοιχείωσε, καὶ μετ' αὐτοὺς Καμβύσου ἔτη ηʹ, ἔπειτα βʹ Μάγων ἀδελφῶν μῆνας ζʹ, καὶ ∆αρείου Ὑστάσπου ἔτος αʹ. γίνονται ὁμοῦ ἔτη οʹ ἀπὸ δʹ ἔτους Σεδεκίου.