1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

2

ὑποστησάμενον, ἀλλὰ καὶ τὴν ἐν αὐτῷ καινὴν κτίσιν Χριστὸν θεὸν ἡμῶν συνεργῆσαί μοι τῷ ἀμαθεστάτῳ, ὥστε σαφῶς ἀποδεῖξαι τῷ εφʹ ἔτει τοῦ κόσμου τὴν ἔνσαρκον αὐτοῦ γεγενῆσθαι οἰκονομίαν, καὶ ὅσα ἐν τῷ μεταξὺ χρόνῳ γέγονεν ἐπίσημα πράγματα περί τε ἔθνη καὶ βασιλείας καὶ τῶν μετὰ ταῦτα ὀκτακοσίων δύο ἐτῶν, λγʹ μὲν ἐτῶν καὶ ἡμερῶν μʹ τῆς ἐπὶ γῆς οἰκονομίας, ἑπτακοσίων δὲ καὶ ξ ςʹ καὶ μηνῶν ιʹ καὶ ἡμερῶν κʹ τῶν μετὰ τὴν ἁγίαν αὐτοῦ ἀνάληψιν, τοῦτ' ἔστιν ἀπὸ τῆς πρωτοκτίστου ἡμέρας ἕως τοῦ κοσμικοῦ καθολικοῦ ςτʹ ἔτους ἰνδικτίωνος αʹ, ὡς ὑποτέτακται. 3 Τὴν πρώτην ἡμέραν ὁ Ἀφρικανὸς νοητὴν λέγει διὰ τὸ ἀδιοργάνιστον εἶναι τέως τὸ πρωτόκτιστον φῶς καὶ κεχυμένον. Ἐν τῷ πρωτοκτίστῳ νυχθημέρῳ, τῇ πρώτῃ τοῦ παρ' Ἑβραίοις πρώτου μηνὸς Νισάν, ὡς προδέδεικται, παρὰ δὲ Ῥωμαίοις κεʹ τοῦ Μαρτίου μηνός, καὶ παρ' Αἰγυπτίοις κθʹ τοῦ Φαμενώθ, ἐν ἡμέρᾳ κυριακῇ, ἤτοι μιᾷ τῶν σαββάτων, ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν, τὸ σκότος καὶ τὰ ὕδατα, πνεῦμα καὶ φῶς καὶ νυχθήμερον, ὁμοῦ ἔργα ἑπτά. ἐν τῷ δευτέρῳ νυχθημέρῳ ἐγένετο τὸ στερέωμα, ἔργον αʹ. ἐν τῷ τρίτῳ νυχθημέρῳ ἐγένε το ἔργα δʹ, φανέρωσις γῆς καὶ ἀναξήρανσις, παράδεισος, δένδρα παντοῖα, βοτάναι καὶ σπέρματα. τῇ δʹ ἡμέρᾳ ἐποίησεν ὁ θεὸς τὸν ἥλιον καὶ τὴν σελήνην καὶ τοὺς ἀστέρας. τῇ εʹ ἡμέρᾳ ἐποίησεν ὁ θεὸς τὰ ἑρπετὰ καὶ τὰ νηκτὰ πάντα, κήτη καὶ ἰχθύας καὶ ὅσα ἐν τοῖς ὕδασι, ἔτι τε πετεινά, ὁμοῦ ἔργα γʹ. τῇ ςʹ ἡμέρᾳ ἐποίησεν ὁ θεὸς τὰ τετράποδα καὶ τὰ ἑρπετὰ τῆς γῆς, τὰ θηρία καὶ τὸν ἄνθρωπον, ἔργα δʹ. ὁμοῦ τὰ πάντα ἔργα κβʹ ἰσάριθ μα τοῖς κβʹ Ἑβραϊκοῖς γράμμασι καὶ ταῖς κβʹ Ἑβραϊκαῖς βίβλοις καὶ τοῖς ἀπὸ Ἀδὰμ ἕως Ἰακὼβ εἴκοσι δύο γεναρχίαις, ὡς ἐν λεπτῇ φέρεται Γενέσει, ἣν καὶ Μωϋσέως εἶναί φασί τινες ἀποκάλυψιν. αὕτη τὰς οὐρανίους δυνάμεις τῇ πρώτῃ ἡμέρᾳ λέγει ἐκτίσθαι. Ὁ ἅγιος Ἰωάννης καὶ μέγας ἐν διδασκάλοις Χρυσόστομος τῇ ςʹ ἡμέρᾳ τῆς αʹ ἑβδομάδος, τοῦτ' ἔστι τῇ αὐτῇ ἡμέρᾳ τῆς πλάσεως αὐτοῦ, λέγει τὸν Ἀδὰμ ἐκβληθῆναι τοῦ παραδείσου καὶ τὴν Εὔαν, ἐν τῇ ἑρμηνείᾳ τοῦ κατὰ Ματθαῖον εὐαγγελίου, ᾧ καὶ ἡμεῖς πειθόμεθα. Ἑβδόμη ἡμέρα σαββάτῳ, ἐν ᾗ κατέπαυσεν ὁ θεὸς ἀπὸ τῶν ἔργων, καὶ ἡγίασεν αὐτήν. τὴν μὲν ποσότητα τοῦ χρόνου τῆς ἐν τῷ παραδείσῳ διαγω γῆς τῶν πρωτοπλάστων ἀτράνωτον ἡμῖν ὁ θεόπτης Μωϋσῆς καταλέλοιπε, καὶ χρὴ τοὺς καθ' ἡμᾶς ἀτελεῖς μὴ ζητεῖν καὶ περιεργάζεσθαι τὰ σεσιγη μένα τῇ θεοπνεύστῳ γραφῇ. ὅσα γὰρ ἦν ἐπωφελῆ καὶ χωρητὰ τοῖς ἀν θρώποις, ταῦτα ἡμῖν διὰ πνεύματος ἁγίου ἐκδέδοται, καὶ οὐ χρὴ περαι 4 τέρω τῶν θείων ὅρων προβαίνειν τοὺς ὀρθῶς ἐντυγχάνοντας, ἵνα μὴ ἀντὶ κέρδους μικροῦ μεγάλην ζημίαν ἐπισπάσωνται. ἐπειδὴ δέ τινες ἀκρατῶς ἔχοντες περὶ τοῦ συζητεῖν, εἴτε ἐκ δοκουμένης φιλομαθίας εἴτε καὶ κενο δοξίᾳ νυττόμενοι, τὰ θεῖα λόγια μετὰ χεῖρας φέροντες δεικνύειν πειρῶνται τὸν μὲν προπάτορα ἡμῶν Ἀδὰμ οὐκ εὐθὺς εἰσενηνέχθαι ἐν τῷ παραδείσῳ ὑπὸ θεοῦ, ἢ καὶ εἰσελθόντα πρὸ τῆς πλάσεως τῆς γυναικὸς ὀνόματα θέσθαι τοῖς θηρίοις καὶ τοῖς πετεινοῖς τοῦ οὐρανοῦ, ὅπερ μιᾶς ἡμέρας ἔργον οὐκ ἦν πρὸς ἀνθρωπίνην νόσον καὶ ἰσχύν, ὡς φιλονεικοῦσι, διὰ τὸ λέγειν τὴν γραφὴν ὅτι καὶ ἐφύτευσεν ὁ θεὸς τὸν παράδεισον ἐν Ἐδὲμ κατὰ ἀνατολὰς καὶ ἔθετο ἐκεῖ τὸν ἄνθρωπον ὃν ἔπλασε, καὶ ἐξανέτειλεν ὁ θεὸς ἐκ τῆς γῆς ἔτι πᾶν ξύλον ὡραῖον εἰς ὅρασιν καὶ καλὸν εἰς βρῶσιν, καὶ τὸ ξύλον τῆς ζωῆς ἐν μέσῳ τοῦ παραδείσου, καὶ τὸ ξύλον τοῦ εἰδέναι γνωστὸν κα λοῦ καὶ πονηροῦ. καὶ ἔπλασεν ὁ θεὸς ἔτι ἐκ τῆς γῆς πάντα τὰ θηρία τοῦ ἀγροῦ καὶ πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ. καὶ ἤγαγεν αὐτὰ πρὸς τὸν Ἀδὰμ ἰδεῖν τί καλέσει αὐτά. Εἴτα μετὰ τοιαῦτα ἐπάγει· τῷ δὲ Ἀδὰμ οὐχ εὑρέθη βοηθὸς ὅμοιος αὐτῷ. καὶ ἐπέβαλεν κύριος ἔκστασιν ἐπὶ τὸν Ἀδάμ, καὶ ὕπνωσε, καὶ ἔλαβε μίαν τῶν πλευρῶν αὐτοῦ, καὶ ἀνεπλήρωσε σάρκα ἀντ' αὐτῆς, καὶ τὰ ἑξῆς· ἀναγκαίως προήχθην καὶ περὶ τούτου δηλῶσαι ἐν μέρει, ὅσα καὶ ἄλλοις ἱστορικοῖς Ἰουδαϊκὰς ἀρχαιολογίας ἢ καὶ Χριστιανικὰς ἱστορίας γράψασι περὶ