1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

134

κατανοῆσαι, δηλοῦντος τοῦ λόγου τὸν οʹ χρόνον ἤδη πεπληρῶσθαι κατὰ τὸν λόγον κυρίου διὰ Ἱερεμίου ἐν τῷ αʹ ἔτει Κύρου, ὡς ἐκεῖσε ἀποδέδεικται κατὰ τὴν τῶν Παραλειπομένων καὶ τοῦ Ἔσδρα γραφήν, τὸν δὲ λοιπὸν ἀπ' ἐκεί νου χρόνον ἕως ἔτους ∆αρείου δευτέρου ἀμφιβαλλόμενον εἶναι καὶ μήτε τῆς τελείας ἐρημώσεως καταλογίζεσθαι μήτε τῆς τελείας ἀνοικοδομῆς· διὸ καί φησιν «ἕως τίνος οὐκ ἐλεήσεις τὴν Ἱερουσαλὴμ τοῦτο τὸ ἔτος οʹ» ἀντὶ τοῦ εἰπεῖν «ἕως πότε τὸ οʹ τοῦτο ἔτος παρεκτανθήσεται τὸ ἤδη παρελθόν», καὶ οὐχ, ὥς τινες ὑπειλήφασι κατά τινα προσδιορισ μὸν συμπληρώσεως ἀριθμοῦ τῶν οʹ ἐτῶν ἀπὸ τῆς καθαιρέσεως Ἱερουσαλὴμ καὶ τοῦ ναοῦ ἕως τοῦ βʹ ἔτους ∆αρείου λελέχθαι παρὰ τοῦ ἀγγέλου. Ἄνευ γὰρ πάσης ὑφαιρετικῆς ἢ προσθετικῆς ἐπινοίας πγʹ ἔτη εἰσὶν ἀπὸ τοῦ ιθʹ ἔτους Ναβουχοδονόσωρ, ἐν ᾧ Σεδεκίας ᾐχμαλώτευται σὺν τῷ λαῷ καὶ ἡ πόλις Ἱερουσαλὴμ σὺν τῷ λαῷ ἐμπέπρησται· ἀπὸ δὲ τῆς θείας ἀποφάσεως τῆς ἐν τῷ δʹ ἔτει Ἰωακεὶμ ἐξενεχθείσῃς κατὰ τῶν κατοικούντων Ἱερουσαλήμ, ὁπόθεν καὶ ὁ ἑβδομηκονταετὴς χρόνος 295 ἀναγκαίως ἀριθμεῖται, ἔτη εἰσὶν ργʹ ἕως τοῦ αὐτοῦ δευτέρου ἔτους ∆αρείου. ὅτι δὲ οὐ κατὰ προσδιορισμὸν ἀκριβοῦς χρόνου, ἀλλὰ κατὰ παρέκτασιν εἴρηται τοῦτο πρὸς τοῦ ἀγγέλου, προφανὲς καὶ ἐκ τῶν μετὰ γʹ ἔτη ἐν τῷ δʹ ἔτει τῆς βασιλείας τοῦ αὐτοῦ ∆αρείου πρὸς Ζαχαρίαν ἐκ θεοῦ λεγομένων τῇ δʹ τοῦ θʹ μηνὸς Χασελεῦ πρὸς λέξιν οὕτως· Ἐγένετο λόγος κυρίου τῶν δυνάμεων πρός με λέγων· εἰπὸν πρὸς πάντα τὸν λαὸν τῆς γῆς καὶ πρὸς τοὺς ἱερεῖς λέγων· ἐὰν νηστεύσητε ἢ κόψησθε ἐν ταῖς πέμπταις ἢ ἐν ταῖς ἑβδόμαις, καὶ ἰδοὺ οʹ ἔτη μὴ νηστείαν ἐνηστεύ σατέ μοι; Ὁρᾷς πῶς οὐ κατὰ τὸν ἀκριβῆ προσδιορισμὸν οὐδὲ ἐνταῦθα ὁ τῶν οʹ ἐτῶν ἀριθμὸς οὐδὲ ἐν τῷ βʹ ἔτει ∆αρείου παρείληπται, ἀλλὰ τὸν ἐπὶ πρώτου ἔτους Κύρου πληρωθέντα κατὰ τὴν Ἱερεμίου πρόρρησιν δηλοῖ. πῶς γὰρ δυνατὸν καὶ τῷ βʹ ἔτει ∆αρείου καὶ τῷ δʹ τὰ αὐτὰ οʹ ἔτη καταριθ μεῖσθαι, ὥς τισι νενόμισται, ἀπταίστως; ∆αρεῖος Ὑστάσπου Περσῶν δʹ ἐβασίλευσεν ἔτη λςʹ. Οὗτος τὰς μυθευομένας κατὰ τῆς Ἑλλάδος μυριάδας μετὰ ∆άτιδος ∆ατίου καὶ Σαφέρνους τῶν στρατηγῶν ἐξέπεμψε πεισθεὶς τοῖς τυράννοις Ἱππίᾳ τῷ Ἀθηναίῳ καὶ ∆ημαράτῳ τῷ Λακεδαιμονίῳ διωχθεῖσιν οἴκοθεν, λοιπὸν δὲ καὶ διὰ τὴν Σάρδεων ἅλωσιν ὑπὸ τῶν Ἀθηναίων μὴ καὶ φερόντων τῶν κατὰ τὴν Ἀσίαν τὴν Περσῶν ἀνάγκην. τότε δὴ κακῶς πράττουσιν ἐν Μαραθῶνι Πέρσαι, Μιλτιάδου καὶ Ἀριστείδου καὶ Καλλιμάχου καλῶς ἐστρατηγηκότων, ἐν οἷς καὶ ὁ τύραννος Ἱππίας πίπτει μετὰ τῶν βαρβά ρων Ἀθηναίοις μαχόμενος. αὐτὸς δὲ ∆αρεῖος οὐκ ἐνεγκὼν τὸ πάθος ἐξ ἀθυμίας ἀπόλλυται. Ἐπὶ αὐτοῦ τινες νομίζουσι τὰ κατὰ τὸν Γὼγ καὶ Μαγὼγ τετελέσθαι παρὰ τοῦ μεγάλου προαγορευθέντα Ἰεζεκιήλ. ἐπιστρατεύσας γὰρ σὺν διαφόροις ἔθνεσιν, ὥς φασι, Συρίαν μὲν καὶ Φοινίκην καὶ τὰς παραθαλασ σίους ἐσκύλευσε, τῇ δὲ Ἱερουσαλὴμ ἐπελθὼν κατεβλήθη θεήλατος, σκηπτοῖς καὶ πληγαῖς τοῦ θεοῦ πατάξαντος αὐτὸν σὺν τῷ πλήθει καὶ νίκην δεδωκότος χωρὶς ὅπλων τοῖς ἐν Ἱερουσαλὴμ καὶ πλοῦτον ἄπειρον λαφύρων, στρατηγοῦντος ἐπὶ τῆς Ἰουδαίας τοῦ Ζοροβάβελ, μεθ' ὃν οὐκ ἦρξεν ἄλλος ἐξ Ἰούδα, ἀλλ' οἱ ἀρχιερεῖς ἡγεμόνευον.

296 ΜΑΚΕ∆ΟΝΩΝ ΒΑΣΙΛΕΙΣ Μακεδόνων θʹ ἐβασίλευσεν Ἀμύντας ἔτη μβʹ. τοῦ

δὲ κόσμου ἦν ἔτος δοβʹ. Οἱ λέγοντες Κῦρον τῶν Περσῶν αʹ βασιλέα θʹ ἔτη μόνα βεβασιλευκέναι ἐπὶ τούτου τοῦ Ἀμύντου φασὶν ἦρχθαι τοῦτον βασιλεύειν· ἡμεῖς δὲ ἐπὶ Ἀλκέτα τοῦ ηʹ βασιλέως Μακεδόνων φαμὲν κατὰ τὴν ἀκόλουθον τῇ θείᾳ γραφῇ τάξιν. Μακεδόνων ιʹ ἐβασίλευσεν Ἀλέξανδρος ἔτη μδʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ειδʹ. Κατὰ τοῦτον ἡ Ξέρξου διάβασις· οὗτος δέδωκε τοῖς Πέρσαις ὕδωρ καὶ γῆν. Μακεδόνων ιαʹ ἐβασίλευσε Περδίκκας ἔτη κγʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ενηʹ. ΣΠΟΡΑ∆ΗΝ Νάξιοι ἐθαλασσοκράτησαν ιεʹ ἔτη ιʹ, καὶ μετ' αὐτοὺς Ἐρετριεῖς ιςʹ ἔτη ζʹ.