1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

152

θεοφιλοῦς, Σίμων τις Ἰουδαῖος προστάτης τοῦ ἐν Ἱεροσολύμοις ναοῦ παρανομώτατος, τὸν Ὀνείαν ἐκβάλλειν σπουδάσας πολλαχοῦ καὶ μὴ δυνηθείς, φυγὰς ἧκε πρὸς Ἀπολλώνιον Συρίας καὶ Φοινί κης καὶ Κιλικίας στρατηγόν, μηνύων θησαυροὺς πλείστων χρημάτων ἰδιω τικῶν εἶναι παρὰ τῷ ἀρχιερεῖ Ὀνείᾳ ἐν τῷ ἱερῷ τεθησαυρισμένους, προσ ήκοντας τῷ βασιλεῖ Σελεύκῳ. ὁ δ' Ἀπολλώνιος μηνύσας τῷ Σελεύκῳ ταῦτα καὶ τὸν τῆς πατρίδος προδότην ἀποδεξάμενος ἔρχεται σὺν αὐτῷ κελευσθεὶς ὑπὸ τοῦ Σελεύκου εἰς Ἱερουσαλὴμ μετὰ στρατευμάτων, τὰ αὐτὰ ληψόμενος χρήματα. τῶν δὲ Ἰουδαίων ἀδύνατον εἶναι λεγόντων τὰς τῷ ἱερῷ θησαυρῷ πιστευθείσας παρακαταθήκας προδίδοσθαι καὶ τὸν θεὸν λιπαρούντων σὺν δάκρυσι προστῆναι τοῦ ἱεροῦ, τοῦ τε Ἀπολλωνίου μετὰ τῆς ἐνόπλου στρατείας ἐλθόντος εἰς τὸν ναὸν ἁρπάξαι τὰ χρήματα, 336 ἄγγελοι φοβεροὶ φανέντες ἔφιπποι πάντας ἐντρόμους κατέστησαν, ὅ τε Ἀπολλώνιος ἡμιθανὴς καταπεσὼν ἐπὶ τὸν πάμφυλον περίβολον τοῦ ἱεροῦ παρεκάλει δεηθῆναι τοὺς Ἑβραίους ὑπὲρ αὐτοῦ. θεραπευθεὶς δὲ ταῖς Ὀνείου λιταῖς ἧκε πρὸς Σέλευκον κενός, ἀγγέλλων τὰ συμβάντα αὐτῷ· καὶ ἐν τού τοις ὁ Σέλευκος τελευτᾷ, ὡς ἐν τῇ δʹ τῶν Μακκαβαϊκῶν βίβλῳ φέρεται. Ἐν δὲ τῇ βʹ τῶν αὐτῶν Μακκαβαϊκῶν βίβλῳ ἄλλως πως ἱστορεῖται τὰ κατὰ τὸν παρὰ Σελεύκου σταλέντα πρὸς ἁρπαγὴν τῶν χρημάτων Ἡλιόδω ρον τὸν ἐπὶ τῶν χρημάτων, ὡς καὶ αὐτὸς μὲν βιαίως ἁρπάζων ἀνῆλθε τὰς χηρῶν τε καὶ ὀρφανῶν παρακαταθήκας ἐν τῷ ἱερῷ γαζοφυλακίῳ, ταλάν των οὔσας χρυσίου ςʹ καὶ ἀργυρίου υʹ μόνων, ἐν οἷς καί τινα ἦν τῶν αὐτῶν χρημάτων Ὑρκανοῦ τοῦ Τωβίου ἀνδρὸς ἐπισήμου, ὡς Ὀνείας ὁ ἱερὸς ἀρχιερεὺς ἀπέδειξε, καὶ οὐχ ὡς Σίμων ὁ κατάρατος διεψεύσατο. Τοῦτον οὖν Ἡλιόδωρον, φησί, καὶ τοὺς σὺν αὐτῷ δορυφόρους ἵππος τις φοβερὸς καλλίστῃ σάγῃ διακεκοσμημένος, φοβερώτερον ἔχων τὸν ἐπιβά την, καὶ ῥύδην φερόμενος ἐξεδειμάτωσε τὰς ἐμπροσθίους ἐνσείσας ὁπ λὰς αὐτῷ καὶ τῇ ἐνόπλῳ χρυσαυγείᾳ τοῦ ἐπιβάτου. οἵ τε ἄλλοι φανέντες ἐκπρεπεῖς καὶ καταπληκτικοὶ βʹ νεανίαι μαστίζοντες αὐτὸν κατὰ νώτου καὶ στέρνων ἀφῆκαν ἡμιθανῆ· ὑπὲρ οὗ τὸν θεὸν ἐξιλεουμένου τοῦ Ὀνείου οἱ αὐτοὶ νεανίαι φανέντες τῷ Ἡλιοδώρῳ εἶπον ἔχειν Ὀνείᾳ τῷ ἀρχιερεῖ τὴν χάριν, δι' οὗ τὸ ζῆν ἔχει, καὶ πᾶσι διαγγέλλειν τὸ θεῖον κράτος· ὃς θύσας τῷ θεῷ καὶ ἀναζεύξας πρὸς Σέλευκον ἅπαντα τῷ βασιλεῖ τὰ παράδοξα διηγεῖτο. Ταῦτα δὴ κατὰ τὴν δευτέραν τῶν Μακκαβαϊκῶν ὁ συγγραφεύς, ἀφεὶς τὰ κατὰ τὸν Σέλευκον, ἀπὸ τῶν κατὰ τὸν Ἀλέξανδρον τὸν Μακεδόνα καὶ τοὺς μετ' αὐτὸν ἐπιτεταμένως ἀπὸ Ἀντιόχου τοῦ Ἐπιφανοῦς ἤρξατο, λέγων ὅτι τῷ ρλζʹ ἔτει βασιλείας Ἑλλήνων ἐβασίλευσε, καὶ ὅτι παρανόμως οἱ υἱοὶ ἐξ Ἰσραὴλ πορευθέντες πρὸς αὐτὸν ἑλληνίζειν ᾐτήσαντο, αὐτός τε Ἀντίοχος τούτοις προσετέθη καὶ τὸν κατὰ Πτολεμαίου καὶ τῆς Αἰγύπτου 337 πόλεμον ἐκίνησεν ἐν ἅρμασι καὶ ἐλέφασι καὶ ἱππεῦσι καὶ στόλῳ μεγάλῳ, σκευάσας τε τὴν Αἴγυπτον ἐπανῆλθεν εἰς Ἱερουσαλὴμ ἐν ὄχλῳ βαρεῖ τῷ ρμγʹ ἔτει βασιλείας Ἑλλήνων· ὅπως τε εἰς τὸ ἁγίασμα μεθ' ὑπερηφανίας εἰσελθὼν ἔλαβε τὸ θυσιαστήριον καὶ τὴν λυχνίαν τοῦ φωτὸς καὶ πάντα τὰ σκεύη οἴκου κυρίου καὶ τὸν κόσμον καὶ τοὺς θησαυρούς, ποιήσας φονοκτο νίαν πολλήν· ἡνίκα καὶ τὰ κατὰ Ἐλεάζαρον καὶ τοὺς ζʹ παῖδας καὶ τὴν μητέρα αὐτῶν μαρτυρικῶς πέπρακται, ὡς ἐν δʹ βίβλῳ τῶν Μακκαβαϊ κῶν. Καὶ μετὰ βʹ ἔτη ἀπέστειλεν ἄρχοντα φορολογῆσαι τὴν Ἰουδαίαν· οὗτος δὲ ἦν Ἀπολλώνιος μυσάρχης ὑπὸ Μενελάου τοῦ καταράτου αἰτηθεὶς στα λῆναι παρὰ Ἀντιόχου πρὸς τελείαν καταφθορὰν τῆς Ἱερουσαλὴμ καὶ τῶν ἐν αὐτῇ. ἐλθὼν οὖν εἰρηνικῶς ἐφ' ἡμέρας γʹ διῆγεν ὡς φίλος. τῇ δὲ ἡμέρᾳ τοῦ σαββάτου πάντων ἀργούντων κατέσφαξε τοὺς ἐν ἡλικίᾳ καὶ τὴν πόλιν ἐνέπρησε, τὸ δεύτερον τὰ τείχη καθελὼν καὶ τοὺς οἴκους, αἰχμαλωτίσας τε γυναῖκας καὶ τὰ τέκνα σὺν τοῖς ὑπάρχουσι· τὰ δὲ σκῦλα ἀπέθετο ἐν τῇ ἄκρᾳ τῇ λεγομένῃ πόλει ∆αβίδ, ἥτις ἦν