1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

30

καὶ ἔφθασεν, ὡς προείρηται, εἰς τὸ κοσμικὸν ερμζʹ ἔτος πρὸ τῆς Ἀλεξ άνδρου τοῦ κτίστου ἀρχῆς, ἔτεσι ιεʹ ἐγγύς. Τοῦτο δὲ τὸ βψο ςʹ ἔτος τοῦ κόσμου τοῦ μὲν Φαλὲκ τῆς ζωῆς ἔτος ἦν εʹ, τοῦ δὲ Ἕβερ τοῦ πατρὸς Φαλὲκ ἔτος καὶ αὐτοῦ τῆς ζωῆς ρληʹ. τῷ γὰρ βψοαʹ ἔτει τοῦ κόσμου, ὅπερ ἦν τῆς τοῦ Ἕβερ ζωῆς ρλγʹ ἔτος, ἐγεν νήθη αὐτῷ ὁ Φαλέκ, καὶ μετὰ δʹ ἔτη τῆς τοῦ Φαλὲκ γεννήσεως, τοῦτ' ἔστι τῷ κοσμικῷ βψοεʹ ἔτει συνεχύθησαν αἱ γλῶσσαι. καὶ τῷ ἐπιόντι κοσμι κῷ βψο ςʹ ἔτει, τοῦ δὲ Ἕβερ ρληʹ, καὶ τοῦ υἱοῦ αὐτοῦ Φαλὲκ ἔτει εʹ, διεσπάρησαν εἰς τὴν οἰκουμένην αἱ οβʹ φυλαὶ καὶ γλῶσσαι. ἀπὸ δὲ τοῦ κατακλυσμοῦ ἕως τοῦδε τοῦ χρόνου ἐπὶ ἔτη φλδʹ ὁ Νῶε καὶ ὁ πρῶτος αὐτοῦ υἱὸς μετ' αὐτὸν Σὴμ καὶ ὁ τούτου παῖς Ἀρφαξὰδ ἡγεμόνευσαν τῶν τηνικαῦτα ἀνθρώπων οὕτως. 59 Ὁ χρόνος τῶν μετὰ τὸν κατακλυσμὸν ἡγεμονευσάντων τριῶν ἀνδρῶν ἕως τῆς διασπορᾶσ Νῶε μετὰ τὸν κατακλυσμὸν ἡγήσατο κόσμου τὰ λοιπὰ τῆς ζωῆς αὐτοῦ ἔτη τνʹ· Σὴμ ἡγήσατο τοῦ κόσμου τὰ λοιπὰ τῆς ἑαυτοῦ ζωῆς ἔτη ρνʹ· Ἀρφαξὰδ ἔτη λγʹ. ὁμοῦ φλδʹ. Ἐπειδὴ δὲ τῶν ἀπὸ Μεστραῒμ Αἰγυπτιακῶν ἐτῶν οἱ χρόνοι ἕως Νεκτα ναβῶ χρειώδεις τυγχάνουσιν ἐν πολλοῖς τοῖς περὶ τὰς χρονικὰς καταγινομέ νοις ζητήσεις, αὐταὶ δὲ παρὰ Μανεθῶ ληφθεῖσαι τοῖς ἐκκλησιαστικοῖς ἱστο ρικοῖς διαπεφωνημένως κατά τε τὰς αὐτῶν προσηγορίας καὶ τὴν ποσότητα τῶν χρόνων τῆς βασιλείας ἐκδέδονται, ἐπὶ τίνος τε αὐτῶν Ἰωσὴφ ἡγεμό νευσε τῆς Αἰγύπτου καὶ μετ' αὐτὸν ὁ θεόπτης Μωυσῆς τῆς τοῦ Ἰσραὴλ ἐξ Αἰγύπτου πορείας ἡγήσατο, ἀναγκαῖον ἡγησάμην δύο τῶν ἐπισημοτάτων ἐκδόσεις ἐκλέξασθαι καὶ ταύτας ἀλλήλαις παραθέσθαι, Ἀφρικανοῦ τέ φημι καὶ τοῦ μετ' αὐτὸν Εὐσεβίου τοῦ Παμφίλου καλουμένου, ὡς ἂν τὴν ἐγγίζουσαν τῇ γραφικῇ ἀληθείᾳ δόξαν ὀρθῶς ἐπιβάλλων καταμάθοι, τοῦτο πρό γε πάντων εἰδὼς ἀκριβῶς, ὅτι Ἀφρικανὸς μὲν κʹ ἔτη προσ τίθησιν ἐν τοῖς ἀπὸ Ἀδὰμ ἕως τοῦ κατακλυσμοῦ χρόνοις, καὶ ἀντὶ βσμβʹ βσξβʹ ἔτη βούλεται εἶναι, ὅπερ οὐ δοκεῖ καλῶς ἔχειν. Εὐσέβιος δὲ βσμβʹ ὑγιῶς ἔθετο καὶ ὁμοφώνως τῇ γραφῇ. ἐν δὲ τοῖς ἀπὸ τοῦ κατακλυσμοῦ ἀμφότεροι διήμαρτον ἕως Ἀβραὰμ καὶ Μωυσέως ἔτεσι ρλʹ τοῦ δευτέρου Καϊνᾶν υἱοῦ Ἀρφαξὰδ καὶ γενεᾷ μιᾷ, τῇ ιγʹ, παρὰ τῷ θείῳ εὐαγγελιστῇ Λουκᾷ ἀπὸ Ἀδὰμ κειμένῃ. ἀλλ' ὁ μὲν Ἀφρικανὸς ἐν τοῖς ἀπὸ Ἀδὰμ προτεθεῖσιν αὐτῷ καὶ ἐπὶ τὸν κατακλυσμὸν ἔτεσιν κʹ προαφήρπαξε ταῦτα, καὶ ἐν τοῖς τοῦ Καϊνᾶν καὶ τῶν μετέπειτα ριʹ μόνα λείπεται. διὸ καὶ ἕως Ἀβραὰμ πρώτου ἔτους γσβʹ ἔτη ἐστοιχείωσεν. ὁ δὲ Εὐσέβιος ὁλοκλήρως τὰ ρλʹ ὑφελών, γρπδʹ ἕως πρώτου ἔτους Ἀβραὰμ ἐξέδωκε. Περὶ τῶν μετὰ τὸν κατακλυσμὸν Αἰγύπτου δυναστειῶν, ὡς ὁ Ἀφρικανόσ αʹ Μετὰ νέκυας τοὺς ἡμιθέους πρώτη βασιλεία καταριθμεῖται βασιλέων ηʹ, ὧν πρῶτος Μήνης Θεεινίτης ἐβασίλευσεν ἔτη ξβʹ· ὃς ὑπὸ ἱπποπο τάμου διαρπαγεὶς διεφθάρη. 60 βʹ Ἄθωθις υἱὸς ἔτη νζʹ, ὁ τὰ ἐν Μέμφει βασίλεια οἰκοδομήσας· οὗ φέ ρονται βίβλοι ἀνατομικαί, ἰατρὸς γὰρ ἦν. γʹ Κενκένης υἱὸς ἔτη λαʹ. δʹ Οὐενέφης υἱὸς ἔτη κγʹ. ἐφ' οὗ λιμὸς κατέσχε τὴν Αἴγυπτον μέγας. οὗτος τὰς περὶ Κωχώμην ἤγειρε πυραμίδας. εʹ Οὐσαφάιδος υἱὸς ἔτη κʹ. ςʹ Μιεβιδὸς υἱὸς ἔτη κ ςʹ. ζʹ Σεμέμψης υἱὸς ἔτη ιηʹ. ἐφ' οὗ φθορὰ μεγίστη κατέσχε τὴν Αἴγυπτον. ηʹ Βιηνεχὴς υἱὸς ἔτη κ ςʹ. ὁμοῦ ἔτη σνγʹ. Τὰ τῆς πρώτης δυναστείας οὕτω πως καὶ Εὐσέβιος ὡς ὁ Ἀφρικανὸς ἐξέθετο. ∆ευτέρα δυναστεία Θεινιτῶν βασιλέων θʹ ὧν πρῶτος Βοηθὸς ἔτη ληʹ. ἐφ' οὗ χάσμα κατὰ Βούβαστον ἐγένετο, καὶ ἀπώλοντο πολλοί. βʹ Καιέχως ἔτη λθʹ. ἐφ' οὗ οἱ βόες Ἆπις ἐν Μέμφει καὶ Μηνεὺς ἐν Ἡλιουπόλει καὶ ὁ Μενδήσιος τράγος ἐνομίσθησαν εἶναι θεοί. γʹ Βίνωθρις ἔτη μζʹ. ἐφ' οὗ ἐκρίθη τὰς γυναῖκας βασιλείας γέρας ἔχειν. δʹ Τλὰς ἔτη ιζʹ. εʹ Σεθένης ἔτη μαʹ. ςʹ Χαίρης ἔτη ιζʹ. ζʹ Νεφερχέρης ἔτη κεʹ. ἐφ' οὗ μυθεύεται τὸν Νεῖλον μέλιτι κεκραμένον ἡμέρας ἕνδεκα ῥυῆναι. ηʹ Σέσωχρις ἔτη μηʹ, ὃς ὕψος εἶχε πηχῶν εʹ, πλάτος γʹ. θʹ Χενερὴς ἔτη λʹ. ὁμοῦ ἔτη τβʹ. Ὁμοῦ πρώτης καὶ δευτέρας δυναστείας μετὰ τὸν κατακλυσμὸν ἔτη φνεʹ κατὰ τὴν δευτέραν ἔκδοσιν Ἀφρικανοῦ.