1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

156

Καλλινίκου, ὁ Κεραυνὸς ἐπικληθείς, ἔτη γʹ. τοῦ δὲ κόσμου ἦν ἔτος εσνθʹ. Συρίας ςʹ ἐβασίλευσεν Ἀντίοχος ὁ ἀδελφὸς αὐτοῦ, ὁ ἐπικληθεὶς μέγας, ἔτη λςʹ. τοῦ δὲ κόσμου ἦν ἔτος εσξβʹ. Οὗτος ὁ κληθεὶς μέγας Ἀντίοχος κατὰ μὲν τινὰς ἀδελφός ἐστι Σελεύκου τοῦ πρὸ αὐτοῦ βασιλεύσαντος Κεραυνοῦ, κατὰ δὲ ἑτέρους υἱὸς αὐτοῦ. ἀρχὴν δὲ ἔλαβεν ἡ αὐτοῦ βασιλεία κατὰ τὴν ρλζʹ ὀλυμπιάδα, καὶ οὐχ ὡς Εὐσεβίῳ δοκεῖ κατὰ τὴν ρλθʹ. Κατὰ τοὺς αὐτοὺς χρόνους Ἀντίοχος Ῥωμαίοις πολεμεῖν ὁ μέγας ἤρξατο Ἀννίβα κατὰ τὰς Σπανίας καὶ τὴν Καρχηδόνα στρατηγοῦντος καὶ ὑπὸ Ῥωμαίων καταπολεμουμένου καὶ πολεμοῦντος πρὸ τῆς εἰς Βιθυνίαν φυ γῆς πρὸς Προυσίαν. καὶ πρῶτον μὲν ἐν Θερμοπύλαις τῆς Ἑλλάδος Ῥωμαίοις συμβαλὼν ὁ αὐτὸς μέγας Ἀντίοχος ἡττᾶται, ἔπειτα δὲ συλλέξας στρατόπεδα καὶ Ἀννίβαν τὸν Καρχηδόνιον ἐκ Βιθυνίας προσλαβόμενος, πρὸς Θυατείροις πόλει τῆς Λυδίας αὖθις Ῥωμαίοις πολεμεῖ, Σκηπίωος Ἀφρικανοῦ σὺν ἀδελφῷ Σκηπίωνι στρατηγοῦντος. καὶ οὗτος ἡττᾶται, 344 ὥστε αὐτὸν ὑπόσπονδον γενέσθαι Ῥωμαίοις τελοῦντα α τάλαντα καὶ τριήρεις πολλὰς δόντα καὶ τὴν δαπάνην τοῦ πολέμου. Ἀννίβας δὲ πρὸς Προυσίαν φυγὼν αὖθις ἀπὸ Θυατείρων φαρμάκῳ τελευτᾷ τὸν βίον τῷ φόβῳ Ῥωμαίων. Ἐπὶ τούτου ἐπράχθη τὰ κατὰ τὴν πρώτην τῶν Μακκαβαίων βίβλον παρὰ Ἰουδαίοις ἱστορούμενα. Ἔτι δὲ καὶ ὁ πρὸς Καρχηδονίους δεύτερος πόλεμος κινεῖται, κρατήσας καὶ αὐτὸς ἔτη ιθʹ Ῥωμαίοις. Ἀννίβας γὰρ Καρχηδονίων στρατηγὸς νέος τῷ φρονήματι καὶ τῇ ἡλικίᾳ Σπανίαν κατέσχεν οὖσαν ὑπὸ Ῥωμαίους, καὶ τῇ Ἰταλίᾳ αὐτῇ ἐπῆλθε συμμαχούντων αὐτῷ Γάλλων καὶ ἄλλων πολλῶν βαρβάρων. πρῶτοι οὖν αὐτῷ Κορνήλιος Σκηπίων καὶ Σεμπρώνιος Γράκ χος ὕπατοι πολεμοῦσιν, οἳ καὶ φυγόντες μόλις διασῴζονται τοῦ κινδύνου. μεθ' οὓς Λούκιος Φαλαμήνιος πολεμήσας αὐτῶ μετὰ τῆς δυνάμεως διε φθάρη. τρίτος πρὸς αὐτὸν ἀγωνίζεται Φάβιος Μάξιμος ἀνὴρ στρατηγικὸς ὑπατεύων καὶ τρέπει τὸν Ἀννίβαν στρατηγίᾳ μᾶλλον, οὐ δυνάμει κρατήσας. Τότε καὶ Ἀρχιμήδης γεωμέτρης τοῖς μηχανήμασι Ῥωμαίους ἀπώσατο πολλάκις πολιορκοῦντας Συρακούσας, οἰκῶν ἐν αὐταῖς. ἔνθα καὶ ἀναιρεῖ ται ὑπό τινος στρατιώτου, τῆς πόλεως ἄφνω ληφθείσης ἑορταζόντων Συρακουσίων, παρὰ γνώμην Μαρκέλλου στρατηγοῦ Ῥωμαίων, ὃς ὑπὸ Ῥωμαίους αὖθις τὴν Σικελίαν θεὶς ἐπινίκιον πομπὴν ἐθριάμβευσε. Πολλῶν δὲ ἄλλων Ῥωμαίων στρατηγῶν μετὰ ταῦτα πολεμησάντων Ἀννίβᾳ κρατοῦντι Καρχηδόνος καὶ Ἱσπανίας καὶ μὴ κατισχυσάντων αὐτοῦ τέλος Σκηπίων Ἀφρικανὸς τρέψας τὴν Ἀννίβα δύναμιν ἐν Ἱσπανίᾳ κατὰτὴν ρμεʹ ὀλυμπιάδα ὑπατεύσας τε καὶ κατ' ἐξουσίαν λαβὼν καὶ διοικῶν τὴν ὅλην Ἰταλίαν ἐπὶ Καρχηδόνα διέπλει στόλῳ μεγάλῳ καὶ τὴν ἅπασαν πορθεῖ πρὸς τῇ Λιβύῃ χώραν Καρχηδονίων, ὥστε τοὺς ἐν τέλει Καρχηδο νίους μεταστείλασθαι τὸν Ἀννίβαν ἐξ Ἰταλίας· ᾧτινι Σκηπίων συγκρούσας ἐπανιόντι πρὸς τῇ Καρχηδόνι κρατεῖ τῆς μάχης τοσοῦτον ὥστε φυγεῖν τὸν Ἀννίβαν καὶ πρὸς τὸν Βιθυνίας ἐλθεῖν βασιλέα εἰς Προυσίαν αἰδούμενον Καρχηδονίους. τότε καὶ Καρχηδόνα Ῥωμαίοις ὁ αὐτὸς Ἀφρικανὸς Σκη 345 πίων ἐπικληθεὶς ὑπὸ τῆς συγκλήτου βουλῆς διὰ τὸ τηλικοῦτον κατόρθωμα παρεστήσατο καὶ θρίαμβον ἐν Ῥώμῃ κατήγαγε. Συρίας ζʹ ἐβασίλευσε Σέλευκος γʹ υἱὸς αὐτοῦ ἔτη ιβʹ. οὗτος καὶ Φιλο πάτωρ ἐλέγετο. τοῦ δὲ κόσμου ἦν ἔτος εςζηʹ. Συρίας ηʹ ἐβασίλευσεν Ἀντίοχος ὁ Ἐπιφανὴς ἔτη ιαʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ετιʹ. Ἀντίοχος ὁ Ἐπιφανὴς Συρίας βασιλεύων πρῶτον μὲν Πτολεμαίῳ τῷ Φιλομήτορι ἐπιτίθεται κατὰ τὴν Αἴγυπτον καὶ τῆς Αἰγύπτου βασιλείας ἐκβάλλει πρὸς βραχύ. κωλυθεὶς δὲ ὑπὸ Ῥωμαίων καὶ ὑπὸ τῶν Ἀλεξανδρέων διωχθεὶς τὴν Ἱερουσαλὴμ ἐκπορθεῖ καὶ τὸν ναὸν βεβηλοῖ, ∆ιὸς Ὀλυμπίου βδέλυγμα ἀναστηλώσας ἐν αὐτῷ κατὰ τὴν προφητείαν ∆ανιὴλ τοῦ μεγάλου, τά τε ἱερὰ σκεύη ἀφαιρεῖται καὶ ἑλληνίζειν ἀναγκάζει τοὺς Ἰουδαίους. ἐφ' οἷς Ματθίας ὁ ἱερεὺς ζηλώσας σὺν τοῖς υἱοῖς Ἰούδᾳ καὶ Ἰωνάθῃ τοῖς Μακκαβαίοις