1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

109

Ἰσραὴλ κατὰ τὴν προφητείαν Ἰωνᾶ τοῦ Ἀμαθὶ τοῦ Γετθαίου τοῦ προφήτου. τοῦ δὲ κόσμου ἦν ἔτος δχοαʹ. 239 Τοῦ Ἰσραὴλ ιγʹ ἐβασίλευσε Ζαχαρίας μῆνας ςʹ, μεθ' ὃν ιδʹ Σελοὺμ ἡμέρας λʹ. τοῦτον ἀποκτείνας Μαναὴμ ὁ τοῦ Γαδὶ ἐβασίλευσε τοῦ Ἰσραὴλ ἔτη ιʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δψιβʹ. Τοῦ Ἰσραὴλ ιεʹ ἐβασίλευσε Μαναὴμ ἔτη ιβʹ. τὰ δὲ πολλὰ τῶν ἀντιγρά φων ἔτη ιʹ ἔχουσι. τοῦ δὲ κόσμου ἦν ἔτος δψιβʹ. Οὗτος τοὺς μὴ δεχομένους αὐτὸν ἐν τάφοις διέφθειρε καὶ τὰς ἐγκύους γυναῖκας ἀνέρρηξεν ἀσεβῶς. Τοῦ Ἰσραὴλ ιςʹ ἐβασίλευσε Φακεσίας υἱὸς Μαναὴμ ἔτη ιʹ. Ἀφρικανὸς δὲ ἔτη βʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δψκδʹ. Τὸν Φακεσίαν ἀποκτείνας Φακεὲ υἱὸς Ῥωμελίου ἐβασίλευσε τοῦ Ἰσραήλ. Τοῦ Ἰσραὴλ ιζʹ ἐβασίλευσε Φακεὲ υἱὸς Ῥωμελίου ἔτη κηʹ κατὰ τὸν ἀκριβῆ λόγον. τοῦ δὲ κόσμου ἦν ἔτος δψλδʹ. Οὕτω γὰρ εὑρεθήσεται τὸ θʹ ἕτος τοῦ ιηʹ καὶ τελευταίου βασιλέως τῶν ιʹ φυλῶν Ὠσηὲ συντρέχον τῷ ςʹ ἔτει Ἐζεκίου βασιλέως Ἰούδα κατὰ τὴνγραφὴν καὶ †οὐ καλῶς, καθ' ὃ γέγονεν ἡ πρώτη τοῦ Ἰσραὴλ αἰχμαλωσία. εἰσὶ μέντοι τινὰ τῶν ἀντιγράφων κʹ ἔχοντα ἔτη τοῦ Φακεέ, ὡς καὶ Ἀφρικανὸς καὶ Εὐσέβιος, καὶ ἕτερα ιηʹ, ἀλλ' οὐ χρὴ πείθεσθαι διὰ τὴν εἰρημένην ἀναγκαίαν αἰτίαν. Φακεὲ βασιλεὺς Ἰσραὴλ καὶ Ῥασσὼν βασιλεὺς Συρίας πολεμήσαντες τῷ Ἄχαζ ἀνεῖλον τοῦ Ἰούδα ιβʹ μυριάδας ἐν ἡμέρᾳ μιᾷ, γυναικῶν δὲ καὶ παίδων ἔλαβον κʹ μυριάδας αἰχμαλώτους, οὓς συμβουλῇ Ἰωβὴλ τοῦ προφήτου ἀπέλυσαν. Ἄχαζ δὲ τὸ ἐν τοῖς θησαυροῖς ἀργύριον πέμψας τῷ Ἀσσυρίων βασιλεῖ Θεγλαφασὰρ εἰς βοήθειαν αὐτὸν ἤγαγε, μὴ ὑπακούσας Ἡσαΐου τοῦ προφήτου κωλύοντος καὶ σημεῖον τὴν τίκτουσαν παρθένον διδόντος· ὃς ἐλθὼν τήν τε Συρίαν καὶ τὸν Ἰσραὴλ πορθεῖ καὶ τοῦ λαοῦ πλεῖστον ἀποικίζει εἰς Ἀσσυρίους. 240 Ὠσηὲ δὲ ἀνελὼν τὸν Φακεὲ ἐβασίλευσε. Πολλὰ καμὼν περὶ τῆς συμφωνίας τῶν δύο βασιλειῶν τῶν Ἑβραίων τῶν διαιρεθεισῶν μετὰ Σολομῶντα ἕως Ἐζεκίου βασιλέως Ἰούδα καὶ Ὠσηὲβασιλέως Ἰσραὴλ ιηʹ καὶ ἐσχάτου τῶν ἐν Σαμαρείᾳ, διὰ τὸ τὰς ἱερὰς τῶν βασιλέων δέλτους μὴ ἀκριβῶς ἐκφαίνειν ἐν ποίῳ χρόνῳ τῶν βασιλέων Ἰούδα ἕκαστος τῶν ἐν Σαμαρείᾳ βασιλευσάντων ἤρξατο βασιλεύειν, μηδ' αὖ πάλιν ἕκαστος τῶν ἐν Ἱερουσαλὴμ βασιλευσάντων ἐν ποίῳ ἔτει τῶν βασιλέων Ἰσραὴλ ἤρξατο κρατεῖν, μόλις ἠδυνήθην σύμφωνον εὑρεῖν τὸ πρῶτον ἔτος Ὠσηὲ πρὸς τὸ ιβʹ Ἄχαζ διὰ τὸ πάντα σχεδὸν τὰ ἀντίγραφα τὸν Φακεὲ υἱὸν Ῥωμελίου ἢ ιηʹ ἔτη ἢ κʹ λέγειν κεκρατηκέναι τῶν ἐν Σαμαρείᾳ ιʹ φυλῶν. Ἐν ἑνὶ δὲ ἀντιγράφῳ λίαν ἠκριβωμένῳ κατά τε στιγμὴν καὶ προσῳδίαν ἐκ τῆς ἐν Καισαρείᾳ τῆς Καππαδοκίας ἐλθόντι εἰς ἐμὲ βιβλιοθήκης, ἐν ᾧ καὶ ἐπεγέγραπτο ὡς ὁ μέγας καὶ θεῖος Βασίλειος τὰ ἐξ ὧν ἐκεῖνο ἀπε γράφη ἀντιβαλὼν διωρθώσατο βιβλία, ἐν τούτῳ οὖν εὗρον κηʹ ἔτη τῆς βασιλείας Φακεέ, καὶ συγκρίνας πρὸς τὸ εἰρημένον ιβʹ ἔτος Ἄχαζ μᾶλλον ἐγγίζειν τὸ πρῶτον ἔτος Ὠσηὲ κατὰ τὴν τῶν βασιλειῶν γραφήν, οὕτω καὶ ἐστοιχείωσα. φησὶ γὰρ πρὸς λέξιν ἡ δʹ τῶν βασιλειῶν· «ἐν ἔτει ιβʹ Ἄχαζ βασιλέως Ἰούδα ἐβασίλευσεν Ὠσηὲ υἱὸς Ἠλὰ ἐν Σαμαρείᾳ ἐπιἸσραὴλ θʹ ἔτη.» εἰ τοίνυν δῶμεν τὸν Φακεέ, ὡς τὰ πολλὰ τῶν ἀντιγράφων, οἷς καὶ Εὐσέβιος ἠκολούθησεν, ἔτη ιηʹ ἢ καὶ κʹ, εὑρεθήσεται ἡ ἀρχὴ τῆς βασιλείας Ὠσηὲ τῷ βʹ ἔτει πληρουμένῳ τοῦ Ἄχαζ καὶ ἀρχομένῳ τῷ τρίτῳ, τὸ δὲ τέλος, ὅπερ ἐστὶν θʹ τοῦ αὐτοῦ Ὠσηέ, τῷ ιαʹ Ἄχαζ, καὶ εὑρεθήσεται ἡ αὐτὴ θεία γραφὴ οὐ μόνον ἐν τούτῳ σφαλλομένη, ἀλλὰ καὶ ἐν τῷ φάσκειν ἔπειτα ὅτι «καὶ ἐγένετο ἐν τῷ ἔτει τῷ δʹ βασιλεῖ Ἐζεκίᾳ, αὐτὸς ὁ ἐνιαυτὸς ζʹ Ὠσηὲ υἱῷ Ἠλὰ βασιλεῖ Ἰσραήλ, ἀνέβη Σαλμανασὰρβασιλεὺς Ἀσσυρίων ἐπὶ Σαμάρειαν», καὶ τὰ ἑξῆς. λείπεται γὰρ τὸ δʹ ἔτος Ἐζεκίου ἐκ τοῦ ιηʹ ἔτους Φακεέ, βʹ δὲ Ἄχαζ, οὐχ ἑπτά, ἀλλὰ ιδʹ, ἅ ἐστι διπλασίονα, πρὸς δὲ τὴν ἀκριβῆ στοιχείωσιν συμφωνεῖ. τῷ ιαʹ ἔτει Ἄχαζ βασιλέως Ἰούδα τὸ θʹ ἔτος Ὠσηὲ συνέταξεν Εὐσέβιος ἐν τῷκανόνι αὐτοῦ· ὅπερ πάντη ἀσύμφωνον. 241 Τοῦ Ἰσραὴλ ιηʹ καὶ τελευταῖος ἐβασίλευσεν Ὠσηὲ ἔτη θʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δψξβʹ.