1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

42

Εὐσέβιος οὗτος σφόδρα αὐτὸν καταμέμφεται πλειοτέρως σφαλεὶς ἐν ταὐτῷ καὶ ἐν τοῖς λοιποῖς, ὡς προδεδήλωται, ἕως ἐτῶν ς ζʹ. ὁ μέντοι θεῖος εὐαγγελιστὴς Λουκᾶς ιγʹ αὐτὸν ἀπὸ τοῦ Ἀδὰμ ἐγενεαλόγησε. Γενεὰ ιγʹ Καϊνᾶν Τούτῳ τῷ βφοʹ ἔτει Νῶε διέθετο καὶ τὴν οἰκουμένην τοῖς τρισὶν αὐτοῦ υἱοῖς διεμέρισε. Τῷ βφπεʹ ἔτει Καϊνᾶν διοδεύων ἐν τῷ πεδίῳ εὗρε τὴν γραφὴν τῶν γιγάντων καὶ ἔκρυψε παρ' ἑαυτῷ. Τῷ βφ ζβʹ ἔτει τοῦ κόσμου Νῶε ὁ δίκαιος ἐκοιμήθη ἐτῶν Ϡνʹ, γενεὰ ιʹ. Τῷ βχκ ςʹ ἔτει Σαλὰ ἔλαβεν ἑαυτῷ γυναῖκα. Σαλὰ γενεὰ ιδʹ Τῷ βχλʹ ἔτει τοῦ κόσμου ὁ Σαλὰ ἐγέννησε τὸν Ἕβερ ἔτος ἄγων ρλʹ· καὶ ἔζησε Σαλὰ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Ἕβερ ἔτη τλʹ ἕως τοῦ β Ϡξʹ κοσμικοῦ ἔτους. Τῷ βψλ ςʹ ἔτει τοῦ κόσμου ἤρξαντο οἰκοδομεῖν τὸν πύργον ἐπὶ ἔτη μʹ. Τῷ βψβʹ ἔτει Σὴμ ἐκοιμήθη ἐτῶν χʹ. Τῷ βψιδʹ ἔτει Ἕβερ ἔλαβεν ἑαυτῷ γυναῖκα. Ἕβερ γενεὰ ιεʹ Ἕβερ γενόμενος ἐτῶν ρλδʹ ἐγέννησε τὸν Φαλὲκ τῷ βψοαʹ ἔτει τοῦ κό σμου· καὶ ἔζησεν Ἕβερ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Φαλὲκ ἔτη σοʹ ἕως τοῦ γμαʹ κοσμικοῦ ἔτους. 91 Οὕτως ἀποδεδειγμένου τοῦ χρόνου, καθ' ὃν ὁ Ἕβερ τὸν Φαλὲκ ἐγέννησε δέκατον ὄντα ἀπὸ Ἀδάμ, ἄξιον οἶμαι ἐκ παραλλήλου τῶν ἡμῖν ἐπιλογισ θέντων ἐν δευτέρῳ κανονίῳ παραθέσθαι καὶ τὰ παρὰ τῷ Ἀφρικανῷ ἔτη ἕως τοῦδε χρόνου, καὶ ἀπὸ τοῦδε μέχρι Ἀβραάμ (καὶ γὰρ προγενέστερος ὁ ἀνὴρ ὑπάρχει τοῦ Εὐσεβίου ἔτεσί που), εἶθ' οὕτω καὶ τὰ παρὰ Εὐσεβίου τριχῶς ἐκτεθέντα, ὡς ἐκεῖνός φησι, κατά τε τοὺς οʹ σοφοὺς ἑρμηνέας καὶ κατὰ τὸ παρ' Ἑβραίοις καὶ ἔτι κατὰ τὸ παρὰ Σαμαρείταις ἀντί γραφον. οὕτω γὰρ ἐν πέντε κανονίοις κειμένων τῶν ἀπὸ Ἀδὰμ ἕως τοῦ Φαλὲκ καὶ ἀπὸ τοῦ Φαλὲκ ἕως Ἀβραὰμ ἐτῶν, εὐμαρῶς δειχθήσεται ἡ σύμφωνος τῇ τε Μωυσαϊκῇ καὶ εὐαγγελικῇ γραφῇ γενεαρχία τε καὶ χρονολογία. Κατὰ τὸ παρὸν χρονογραφεῖον Ἀδὰμ τῷ σλʹ ἔτει τῆς ζωῆς αὐτοῦ ἐγέννησε τὸν Σὴθ ὅμοιον αὐτῷ κατὰ πάντα. Σὴθ ἐτῶν ὑπάρχων σεʹ ἐγέννησε τὸν Ἐνὼς υλεʹ. Ἐνὼς ἐτῶν ρ ζʹ ἐγέννησε τὸν Καϊνᾶν χκεʹ. Καϊνᾶν ἐτῶν ροʹ ἐγέννησε τὸν Μαλελεὴλ ψ ζεʹ. Μαλελεὴλ ἐτῶν ρξεʹ ἐγέννησε τὸν Ἰάρεδ Ϡξʹ. Ἰάρεδ δὲ ἐτῶν ρξβʹ ἐγέννησε τὸν Ἐνὼχ αρκβʹ. Ἐνὼχ ἐτῶν ρξεʹ ἐγέννησε τὸν Μαθουσάλα ασπζʹ. Μαθουσάλα ρξζʹ ἐγέννησε τὸν Λάμεχ αυνδʹ. Λάμεχ ἐτῶν ρπηʹ ἐγέννησε τὸν Νῶε αχμβʹ. Ἀφρικανοῦ Ἀδὰμ γενόμενος ἐτῶν σλʹ γεννᾷ τὸν Σήθ· καὶ τούτοις ἐπιζήσας ἔτη ψʹ ἀπέθανεν, ἤτοι δεύτερον θάνατον. Σὴθ γενόμενος ἐτῶν σεʹ ἐγέννησε τὸν Ἐνώς· ἀπὸ Ἀδὰμ τοίνυν μέχρι γενέσεως Ἐνὼς ἔτη τὰ σύμπαντα υλεʹ. Ἐνὼς ὑπάρχων ἐτῶν ρ ζεʹ γεννᾷ τὸν Καϊνᾶν. Καϊνᾶν δὲ ἐτῶν ροʹ γεννᾷ τὸν Μαλελεήλ. Μαλελεὴλ δὲ ἐτῶν ρξεʹ γεννᾷ τὸν Ἰάρεδ. Ἰάρεδ δὲ ἐτῶν ρξβʹ γεννᾷ τὸν Ἐνώχ. 92 Ἐνὼχ δὲ ὑπάρχων ἐτῶν ρξεʹ γεννᾷ τὸν Μαθουσάλα· καὶ εὐαρεστήσας τῷ θεῷ ἐπιζήσας ἔτη ςʹ οὐχ εὑρίσκετο. Μαθουσάλα γενόμενος ἐτῶν ρπζʹ ἐγέννησε τὸν Λάμεχ. Λάμεχ ὑπάρχων ἐτῶν ρπηʹ γεννᾷ τὸν Νῶε. Εὐσεβίου πρὸς λέξιν περὶ τῶν οʹ Ἴδωμεν οὖν πρῶτον ὅπως ἡ τῶν οʹ ἑρμηνεία τὴν ἀπὸ Ἀδὰμ μέχρι τῆς τοῦ Ἀβραὰμ γενέσεως χρονογραφίαν παρείληφε. Πρῶτος ἀνθρώπων Ἀδὰμ γενόμενος ἐτῶν σλʹ γεννᾷ τὸν Σήθ, καὶ ἐπέζησεν ἔτη ψʹ μέχρις ρλεʹ ἔτους Μαλελεήλ. Σὴθ γενόμενος ἐτῶν σεʹ γεννᾷ τὸν Ἐνώς, καὶ ἐπέζησεν ἔτη ψζʹ μέχρις κʹ ἔτους Ἐνώχ. Ἐνὼς γενόμενος ἐτῶν ρ ζʹ γεννᾷ τὸν Καϊνᾶν, καὶ ἐπέζησεν ἔτη ψιεʹ μέχρις νγʹ ἔτους Μαθουσάλα. Καϊνᾶν γενόμενος ἐτῶν ροʹ γεννᾷ τὸν Μαλελεήλ, καὶ ἐπέζησεν ἔτη ψμʹ μέχρις παʹ ἔτους Λάμεχ. Μαλελεὴλ γενόμενος ἐτῶν ρξεʹ γεννᾷ τὸν Ἰάρεδ, καὶ ἐπέζησεν ἔτη ψλʹ μέχρις μηʹ ἔτους Νῶε. Ἰάρεδ γενόμενος ἐτῶν ρξβʹ γεννᾷ τὸν Ἐνώχ, καὶ ἐπέζησεν ἔτη ωʹ μέχρις σπʹ ἔτους Νῶε. Ἐνὼχ γενόμενος ἐτῶν ρξεʹ γεννᾷ τὸν Μαθουσάλα, καὶ ἐπέζησεν ἔτη ςʹ, καὶ μετετέθη ἐν ἔτει λγʹ τοῦ Λάμεχ. Μαθουσάλα γενόμενος ἐτῶν ρξζʹ γεννᾷ τὸν Λάμεχ, καὶ ἐπέζησεν ἔτη ωβʹ. Λάμεχ γενόμενος ἐτῶν ρπηʹ γεννᾷ τὸν Νῶε, καὶ ἐπέζησεν ἔτη φλεʹ. Πρῶτος Λάμεχ πρὸ τοῦ ἰδίου πατρὸς τελευτᾷ τοῦ Μαθουσάλα. ἐπέζησε δὲ μέχρις φλεʹ ἔτους Νῶε. Εὐσεβίου πρὸς λέξιν περὶ τοῦ Ἑβραϊκοῦ Ταῦτα